§84ἑτέρων τιμῶν τυχεῖν.
または他の栄誉を得たりすることの(原因となった)。
πλείστοις δὴ πάντων αἴτιος Ἀλέξανδρος ἐγένετο, μάλιστα μὲν οἶμαι τοιούτους παρέχων ἑκάστοις τοὺς παῖδας ὥστε καὶ τοὺς ἀκολουθοῦντας καὶ μετέχοντας τῆς εἰσόδου τῆς παρʼ ἐκεῖνον εὐδοκιμεῖν παρὰ τοῖς ἐπιστήσασιν, ἔπειτα καὶ αὐτὸς ἐκ τοῦ φανεροῦ τὰς τοιαύτας χάριτας ἀντὶ τῶν συνήθων τοῖς ἄλλοις αἰτούμενος.
アレクサンドロスは、すべての人々の中で最も多くのこうした恩恵をもたらした者となった。 私自身の考えでは、それは第一に、彼が親たちに子供たちをそのような優れた状態にして引き渡したため、彼に付き添い彼の授業に同席する者たちまでもが、監督者たちの間で評判が高くなるほどであったことによるものであり、第二には、彼自身も公然と、他の人々が通常求めるものの代わりに、そのような恩請を(皇帝たちに)求めたからである。
παραπλήσια δὲ καὶ ἐν τοῖς βασιλικοῖς πράγμασιν·
そして、皇帝の宮廷における活動においても同様であった。
ἐλύπησε μὲν γὰρ οὐδένα πώποτε, ἀγαθὸν δέ τι καὶ συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ πόλεις ἐργαζόμενος διεβίω.
なぜなら、彼は一度も誰も苦しめず、親族や友人、祖国や諸都市に対して何か善いことを行いながら生涯を過ごしたからである。
μυρία δὲ εὐεργετήσας μυρίους οὐδένα πώποτε τῆς εὐεργεσίας μισθὸν ᾔτησε, τῆς μέντοι τέχνης οὐκ ᾐσχύνετο λαμβάνων.
また、無数の人々に無数の恩恵を施しながら、誰に対してもその恩恵の報酬を一度も求めなかったが、ただし、技術(教育)の教授料を受け取ることは恥とはしなかった。
ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός·
というのも、若者たちにとって、学びのために金銭を支払うことは有益であると彼には思われたからであり、しかもそれは支払うことができる者に対してだけであった。
ἐπεὶ τούς γε ἀδυνάτους οὐκ ἠνώχλει, ἀλλὰ καὶ παρʼ αὑτοῦ προστιθέντα αὐτὸν ἴσμεν.
なぜなら、支払うことができない者たちには彼は負担をかけず、むしろ自分から(費用を)付け足して与えることさえ、私たちは知っているからである。
οὐ τοίνυν ἀπὸ μὲν τῆς τέχνης καὶ τῶν συνουσιῶν τοσαῦτα ὠφέλει, τὰ δʼ εἰς πράξεις τε καὶ πολιτείαν ἑτέρων ἡττήθη.
それゆえ、技術や指導からはこれほど多くの益を施したのに、他方で、実践や国政に関する事柄において他人に劣るということはなかった。
εἰδείητε δʼ ἂν ὑμεῖς μάλιστα κἀγὼ παρʼ ὑμῶν τινῶν ταῦτα πυνθάνομαι, ὡς ὑμῖν μικροῦ πᾶσαν τὴν πόλιν ἐκ καινῆς ἀνώρθωσεν.
このことはあなたがたが最もよく知っているであろうし、私もあなたがたのうちの何人かから聞いて知ったのだが、彼はあなたがたのために、もう少しで都市全体を新たに再興するところであった。
οὕτως οὐ μόνον λόγος ἦν τις τὸ ἐκείνου πρᾶγμα·
このように、彼の事績は単なる言葉だけではなかった。
ὃ δὲ τῶν οἰκοδομημάτων πλείονος ἄξιον, ἡ σωφροσύνη καὶ τὸ δίκαιον, ἡγούμενον πάντων ὧν ἐκεῖνος καὶ λέγειν καὶ πράττειν ἠξίου, καὶ τὸ μηδαμοῦ τὴν χρείαν ἐκβαίνειν, ἀλλʼ εἶναι νοῦν ἐχούσας τὰς φιλοτιμίας ἃς ὑμῖν προὐξένει.
そして、建造物(の再興)よりもさらに価値あること、すなわち、彼が語り行うに値すると見なしたすべての事柄を導いていた、節度と正義、および決して中庸を逸脱せず、彼があなたがたにもたらした数々の名誉が理にかなったものであることは(都市を再興したことと同様であった)。
οὐ μὴν οὐδʼ ἐπὶ τούτῳ προῖκα χρηστὸς ἦν, ἀλλʼ οἱ μέγιστοι τῶν κόσμων ὑμῖν τῆς ἐκείνου μεγαλοψυχίας σημεῖον εἰσίν.
とはいえ、このことにおいてさえ、彼は見返りなしに善い人であったのではなく、あなたがたの都市における最大の装飾こそが、彼の気前の良さの証拠である。
ἡγοῦμαι δʼ εἰ καὶ μηδὲν πώποτε ἀνάλωσεν εἰς ὑμᾶς, ἔκ γε τῶν ἄλλων ὧν ἔλεγε καὶ ἔπραττεν ὑπὲρ ὑμῶν εἰκότως ἂν αὐτὸν εὐεργέτην νομίζεσθαι.
そして、たとえ彼があなたがたのために何一つ費用を支出しなかったとしても、彼があなたがたのために語り行った他の事柄から見ても、当然彼を恩人であるとみなすのが適当であると私は思う。
εἰ δʼ αὖ μηδὲν μὲν ἄλλο μήτʼ εἶπε μήτʼ ἔπραξε, τοσαῦτα δὲ οἴκοθεν εἰσήνεγκεν, εἰκότως ἂν αὐτὸν ἐν πρώτοις εὐδοξεῖν.
他方また、もし彼が他の何も語らず行わず、ただ自分の財産からこれほど多くのものを寄付しただけだったとしても、当然彼は第一等の人々の中で名声を博するのが適当であったろう。
καὶ μὴν εἰ μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῶν ἄλλων χρήσιμος ὑμῖν ἐγένετο δημοσίᾳ, τό γʼ ἐν τούτῳ καταστῆναι τάξεως αὐτὸν ἐν §85τοῖς Ἕλλησιν εἰκότως ἂν ὑμῖν εἶχε φιλοτιμίαν·
さらに、たとえ彼が金銭によっても他のことによっても、公的にあなたがたに役立つことがなかったとしても、彼がこのような地位にギリシア人たちの中で就いたことだけでも、当然あなたがたにとって誇りとなったはずである。
ἡ γὰρ ἐκείνου δόξα κοινὴ τῆς πόλεως γεγένηται.
なぜなら、彼の名声はあなたがたの都市の共同の財産となったからである。
μέγα γὰρ καὶ πόλει καὶ ἔθνει ἕνα τὸν πρῶτον παρέχεσθαι.
都市にとっても民族にとっても、一人の最も優れた人物を輩出することは偉大なことだからである。
ὑμεῖς δὲ καὶ διαφερόντως ἑτέρων τῆς ἐκείνου τύχης ἀπελαύσατε.
そしてあなたがたは、他の人々とは際立って異なり、彼の幸運を享受した。
οὐδενὶ γὰρ τῶν πάντων οὕτως ὠνομάζετο ἡ πατρίς.
というのも、すべての人々のうちで、これほどまでにその祖国が名指された(名を知られた)者はいなかったからである。
ἀλλʼ ὥσπερ οἱ ἄλλοι πατρόθεν ἢ ἀπὸ τῶν ἄλλων πραγμάτων γνωρίζονται, οὕτως ἐκεῖνος μετὰ τῆς πόλεως εὐθὺς ἠκούετο.
むしろ、他の人々は父親の名や他の事柄によって知られるが、彼は直ちに都市の名と共にその名が聞かれた。
ἐπεὶ κἀν τοῖς βιβλίοις ἃ διωρθοῦτο τοῦτο ἐγκαταλέλειπται σύμβολον.
そのことは、彼が校訂した書物の中にも、その証拠が残されている。
ἐπὶ γὰρ τῷ Ἀλεξάνδρῳ παράγραμμα ἦν ἡ πατρίς.
というのも、アレクサンドロスの名の傍らに、その祖国が書き添えられていたからである。
ὥστε ὁσάκις τις ἐκείνου μέμνηται, τοσαυτάκις ὑμεῖς εὐδοκιμεῖτε.
その結果、誰かが彼に言及するたびに、その都度あなたがたも名声を博するのである。
καὶ καθέστηκεν ὑμῶν ἡ πόλις ἐν μητροπόλεως σχήματι τῇ ἀρχαίᾳ Ἑλλάδι.
そしてあなたがたの都市は、古代ギリシアに対する本国(マザーシティ)のような姿を持つに至った。
ἀνθʼ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν.
これらのことのために、あなたがたが彼の墓を飾り、彼を創設者および植民都市の建設者としてあらゆる点において敬い、あなたがたの都市の最初の創建者たちに(決議したのと同様の)事柄を彼に対しても決議しているのは正しいことである。
ταῦτα γὰρ οὖν μικρόν τί με ὡς ἐπὶ τῇ συμφορᾷ παρεμυθήσατο ἀκούσαντα, καὶ διὰ ταῦτα μάλιστα ἐπιστεῖλαι προήχθην ἀγασθεὶς τῆς γνώμης.
実際、これら(あなたがたの行動)を耳にしたことは、不運に沈んでいた私をいくらか慰めてくれた。 そして、まさにこのことのために、私はあなたがたの決意に感嘆し、書簡を送るよう特に促されたのである。
αἰσχρὸν γὰρ εἰ Ἀμφιπολῖται μὲν Βρασίδᾳ θύειν ἠξίουν ὡς ἥρωι καὶ οἰκιστῇ, ὅτι αὐτοὺς Ἀθηναίων ἀπέστησεν, ὑμεῖς δὲ ὃς ὑμᾶς συνέστησεν ἅπασι τοῖς Ἕλλησι, καὶ ὃς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε αἴτιος κατέστη, πάντας δὲ ὠφελῶν καὶ λόγῳ καὶ ἔργῳ διετέλεσεν ἀφʼ ὑμῶν ἀρξάμενος τῆς πατρίδος, τοῦτον μὴ ἐμέλλετε ἐν ἀρχηγέτου μοίρᾳ τιμήσειν, κοινοῦ γε τοῖς Ἕλλησιν, ὡς ἐγώ φημι.
というのも、アムピポリス市民はブラシダスが彼らをアテナイ人から離反させたからという理由で、彼を英雄および創設者として犠牲を捧げて敬うに値するとみなしたのに、あなたがたが、あなたがたをすべてのギリシア人に紹介し、誰に対しても一度も不快な事柄の原因とならず、あなたがたという祖国から始めて、言論と行為の両方で常にすべての人に益を施し続けたこの人を、(私が言うように)ギリシア人の共同の創設者としての地位において敬おうとしないなら、それは恥べきことだからである。
καὶ μὴν εἰ Ὅμηρον Σμυρναίοις παρασχέσθαι καὶ Παρίοις Ἀρχίλοχον καὶ Βοιωτοῖς Ἡσίοδον καὶ Κείοις δὴ Σιμωνίδην καὶ Στησίχορον Ἱμεραίοις καὶ Θηβαίοις Πίνδαρον καὶ Μυτιληναίοις Σαπφὼ καὶ Ἀλκαῖον καὶ ἑτέροις ἑτέρους τινὰς φέρει φιλοτιμίαν, τὰς γὰρ Ἀθήνας ἐῶ τὰ νῦν, ἦ που καὶ ὑμᾶς μέγα φρονεῖν εἰκὸς ἐπὶ τῷ τούτους ἅπαντας κοσμήσαντι καὶ δείξαντι.
さらにまた、もしスミュルナ市民にホメロスを、パロス市民にアルキロコスを、ボイオティア人にヘシオドスを、ケオス人にシモニデスを、ヒメラ人にステシコロスを、テーバイ人にピンダロスを、ミュティレネ人にサッポーとアルカイオスを、そして他の人々には他の誰かを輩出したことが誇りをもたらすとするなら(今はアテナイについては言及しないでおくが)、これらすべての古代の作家たちを(注釈によって)飾り、世に示した人物に対して、あなたがたが大いに誇りを持つことは当然である。
οἶμαι γὰρ εἴ τις θεῶν ἔδωκεν αὐτοῖς ἀνάστασιν ἔτι τούτου ζῶντος πάντας ἂν
というのも、もし神々の誰かが、彼がまだ生きている間に彼らに復活を与えたとしたら、彼らは皆……