§86εἰς ταυτὸν τοὺς ὁμοτέχνους αὐτῶν συναγαγόντας παρὰ τούτου κελεύειν μανθάνειν ἃ χρὴ περὶ αὐτῶν φρονεῖν καὶ λέγειν.
(他们所有人都会)将他们的同业者召集到同一处,并嘱咐他们向他学习关于他们自己应该如何思考和谈论。
ἐγέλων δʼ ἔγωγε ἐπὶ τοῖς τὸν Πλάτωνα προϊσταμένοις καὶ περὶ τοῦτον μόνον φιλοσοφοῦσιν, ὁ δὲ τῷ Πλάτωνι παντὸς ἄλλου μᾶλλον γνώμην ἐμὴν κεχαρισμένος.
至于我,我过去常常嘲笑那些尊崇柏拉图并仅围绕他进行哲学思考的人,而他,依我之见,比其他任何人都更合乎柏拉图的意愿。
καὶ τοσοῦτον τοὺς ἄλλους ἐνίκα ποιηταῖς, λογογράφοις, ἅπασι τοῖς ἄνθεσιν ὅσοις αἱ ὧραι, φασὶ, φύουσι.
而且,在诗歌、散文以及人们所说的四季所产生的一切花朵(优秀成果)方面,他都远远超越了其他人。
καὶ μὴν τοῦτό γε οὔθʼ ὑμᾶς λανθάνειν εἰκὸς οὔτε τοὺς ὕστερον ὡς καλὰ μὲν καὶ ἃ γράψας κατέλιπε καὶ βελτίονα τῶν ὁμοφύλων πάντων.
确实,无论对你们还是对后人而言,这都不可能被忽视,即他所写下并留下的作品也是优美的,且比他所有同族人的作品都要好。
ὅμως δὲ μικρὰ ἄττα εἴδωλα τῆς ἐκείνου παιδείας τε καὶ γνώμης.
然而,这些不过是他教养和思想的一些微小影子。
τοσοῦτον ἐνίκα ταῖς συνουσίαις ὥστʼ ἔμοιγε τὸ τοῦ Πλάτωνος αὐτοῦ παρίστασθαι, παιδιὰν εἶναι δοκεῖν τὰ ἐν τοῖς γράμμασι πρὸς τὰς ὁμιλίας αὐτὰς τῶν σοφῶν ἀνδρῶν· ὥστε τοῦτό γε μήποτε οἰηθῇ τις ἐκ τούτων ὄψεσθαι πάντα τὸν Ἀλέξανδρον· καίτοι τὸ τῆς Ὁμηρικῆς συγγραφῆς ἀποχρῶν καὶ ταύτῃ κόσμος εἶναι πολλαχῆ.
他在授课中是如此杰出,以至于连我自己都想起了柏拉图本人的观点,即书本上的东西与智者们实际的交谈相比,似乎只是游戏;因此,绝不应该有人指望从这些作品中看到完整的亚历山大;尽管他对荷马著作的撰述已足够充分,并在许多方面为他增添了光彩。
δοκεῖ δέ μοι καὶ τὸ Αἰσώπου πρᾶγμα κομψὸν μέν τι γενέσθαι καὶ σοφὸν, τῇ δὲ Ἀλεξάνδρου παιδείᾳ παραβαλεῖν παιδιά· ἐπεὶ πόστον μέρος ἦν τῶν Ἀλεξάνδρου τὰ Αἰσώπου σοφὰ, τοσοῦτον τὰ δεύτερα τῶν πρώτων ὑμῖν βελτίω ἐξήνεγκεν ἡ γῆ.
在我看来,伊索的事迹固然风雅且富有智慧,但与亚历山大的教养相比,简直就是儿戏;因为伊索的智慧在亚历山大的智慧中占了多么微小的部分,大地为你们孕育出的第二种人(后者)就比第一种人(前者)更加优秀。
θαυμαστὸν δὲ καὶ τοῦτο. μόνῳ γὰρ αὐτῷ τὸ δαιμόνιον πάνθʼ ὁμαλῶς συμμετρησάμενον φαίνεται, σῶμα μὲν κάλλιστον καὶ ἰσχυρότατον καὶ ὑγιεινότατον καὶ γεραρώτατον.
而这同样是令人惊叹的;因为神明似乎唯独对他均等地调和并分配了一切:最美丽、最强壮、最健康、最庄严的身体。
οὔκουν ἔμοιγε κριτῇ οὐδεὶς οὕτως ὡραῖος καὶ καλὸς ὡς ἐκεῖνος ἐν μυχῷ τοῦ γήρως.
至少,以我为裁判,在极深的暮年之中,没有谁能像他那样散发着青春与美丽。
ψυχὴ δὲ ἡμερωτάτη καὶ παντὸς καλοῦ φυὴν μετεσχηκυῖα, παιδεία δὲ εἰς ὑπερβολὴν καὶ δόξα πρὸς ἀξίαν καὶ τιμαὶ παρʼ ἰδιωτῶν καὶ παρὰ βασιλέων παραπλήσιαι κατὰ τὴν ἑκατέρων τάξιν· καὶ κλῆρος οἴκου προϊὼν ἀεὶ καὶ πόνοι μετὰ ῥᾳστώνης καὶ βίου πέρατα μήκιστα, ὡς δʼ εἰπεῖν, πᾶν εἶδος εὐχῆς συνεληλυθὸς, καὶ τὸ δίκαιον θεωρούμενον μετὰ τῆς τύχης.
他的灵魂最为温和,分享着一切美好事物的本性,他的教养达到极点,名声与其价值相符,而来自平民和皇帝的敬意也根据各自的地位而同等备至;他的家产不断增长,他的劳苦伴随着闲适,他的生命终点极长,可以说,各种各样的祈愿都在他身上汇聚,正义与好运并存。
§87καίτοι πάντα τὸν αὐτὸν λαβεῖν ἐδόκει μέχρι τούτου τῶν ἀδυνάτων εἶναι, ὁ δὲ ἢ τῶν γε δὴ πλείστων ἀνὴρ εἷς τυχὼν φαίνεται.
然而,在同一个人的身上获得所有这些,在此之前被认为是不可能的事,但他显然是那个获得了所有、或至少是绝大部分的独一无二的人。
γνοίη δʼ ἄν τις ἐξετάσας ἓν μόνον αὐτοῦ τὸ περὶ τὴν συνουσίαν τὴν πρὸς τοὺς βασιλέας καὶ παραθεὶς τὴν Ἀριστοτέλους πρὸς Φίλιππον καὶ Ἀλέξανδρον γενομένην.
如果有人仅考察他的一件事,即他与皇帝们的交往,并将其与亚里斯多德对腓力和亚历山大的交往进行对比,就能明白这一点。
ὡς ἡ μὲν ἐκείνου οὐ παντάπασιν ἀναίτιος τοῖς Ἕλλησιν, ἀλλʼ ἐδόκει τοῖς ἀνταγωνισταῖς καὶ τοῖς πολεμίοις συνεῖναι τοῦ κοινοῦ γένους, ἡ δὲ τούτου μετὰ τῆς δυνάμεως τὴν εὐδοξίαν εἶχεν.
因为前者的交往对希腊人来说并非完全没有过错,在竞争对手和敌人看来,他似乎是在与共同民族的敌人交往,而此人的交往则在拥有权力的同时享有了美誉。
οὐ γὰρ δυσμενέσι καὶ τοῖς πολεμίοις τῶν Ἑλλήνων, ἀλλʼ εὐεργέταις, οὐδʼ ἐπὶ τῷ κοινῷ κακῷ τῶν ὁμοφύλων συνῆν, ἀλλὰ καὶ πρὸς τῷ μηδὲν ἐναντιοῦσθαι καὶ ὠφελῶν εἴ τι δυνατὸν ἀεὶ τὸν εἰς χρείαν ἐλθόντα τῶν Ἑλλήνων καὶ δημοσίᾳ πᾶσιν ἀντὶ προξένου κοινοῦ καθεστηκώς.
因为他并非与希腊人的敌对者和敌人交往,而是与恩人交往,也并非为了同胞们的共同祸害而与之交往,反而除了一点也不反对同胞之外,还始终尽力帮助任何有需要的希腊人,并在公职上作为所有人的共同后援者。
τὴν δʼ αὖ Πλάτωνος πρὸς Διονύσιον, ὄντα μὲν δή που τὸν Διονύσιον ὅστις ὤφθη καλῶς ὕστερον ἐν Κορίνθῳ.
另一方面,至于柏拉图与狄奥尼修斯的交往——而那个狄奥尼修斯,我想,后来在科林斯显露出的凄惨模样是众所周知的。
ἀλλʼ ἐῶ τοῦτο.
但我且不提此事。
ἀλλʼ ὅ γε ἐβουλόμην εἰπεῖν περὶ τῆς ὁμιλίας, ὅτι γενναίαν μὲν, εὐτυχῆ δὲ οὐκ ἔξεστι προσειπεῖν, αὐτῷ δὲ ὑπῆρξεν ἀμφότερα, καὶ βούλεσθαι τὰ βέλτιστα ἀεὶ καὶ τυγχάνειν.
然而,关于交往,我所想说的是,虽然不能称他们的交往既高贵又幸运,但他却两者兼备,既始终向往最美好的事物,又能够实现。
καὶ γὰρ οὖν οὐ ῥᾴδιον εὑρεῖν ὁποτέρῳ τῷ γένει μᾶλλον ἀνὴρ τίμιος, πότερα τῷ Ῥωμαίων, ἢ τῷ Ἑλληνικῷ, οὕτω πολλοῦ τοῖς ἄρχουσιν ἄξιον παρέσχεν ἑαυτόν.
因此,确实不容易发现他在这两个民族中哪一个更受尊重,是罗马人还是希腊人,因为他对统治者们展现出了如此崇高的价值。
ἐν τίσι δὲ ἀνθρώπων οὐκ εἰκὸς ἐκείνου λόγον εἶναι καὶ πάλαι καὶ νῦν;
在什么样的人群中,无论过去还是现在,都不应该有关于他的谈论呢?
τίνες οὕτως ἐπʼ ἐσχάτοις οἰκοῦσι;
有谁居住在如此遥远的边疆?
τίνες οὕτω τῶν καλῶν ἀναίσθητοι;
有谁对美好事物如此麻木?
τίς οὐ δακρύσει τῆς φήμης ἐπελθούσης;
当他逝世的传言传来时,谁又不会落泪呢?
καὶ γὰρ εἰ καθʼ ὥραν ὁ θάνατος, ἀλλʼ οὐ τοῖς γε Ἕλλησιν ὡραῖον ἀνδρὸς τοιούτου στερηθῆναι.
因为即使他的死亡是顺应天时的,但对于希腊人而言,失去这样一位伟人绝非是一件幸事。
ἦ που νῦν ἅπασα μὲν ποίησις ἀπήνθηκε, πᾶσα δὲ συγγραφὴ συνέσταλται, πάντα δʼ ὑπολέλοιπε τὸν ἐξηγητὴν καὶ προστάτην οὐκ ἔχοντα, χήρα δʼ ἡ τέχνη.
如今,所有的诗歌无疑都已凋零,所有的散文都已萎缩,所有的一切都因失去了阐释者和保护者而走向衰落,艺术已成寡妇。
συνέσταλται δʼ ἀναγκαίως μικρὰ μικρῶς τοῖς πολλοῖς.
而且在必然之下,对于大众而言,它已经微乎其微地缩水了。
ὃ δέ φησιν Ἀριστοφάνης περὶ Αἰσχύλου σκότον εἶναι τεθνηκότος, τοῦτʼ ἄξιον καὶ περὶ τούτου νῦν εἰπεῖν
阿里斯托芬关于埃斯库罗斯死后“是一片黑暗”的说法,如今也同样适用于这个人。