§88εἰς παιδείας λόγον.
教養の点に関して。
ὦ σχῆμα κάλλιστον.
おお、最も美しき姿よ。
ὦ τῶν Ἑλλήνων πρεσβύτατε.
おお、ギリシア人たちの長老よ。
ὦ διὰ βίου θαυμασθείς.
おお、生涯を通じて称賛された者よ。
ὦ ποθεινὸς μὲν τοῖς ἐντυχοῦσι, ποθεινὸς δὲ τοῖς ἄλλοις ἐντυχεῖν, μακαριστὸς δὲ καὶ τῆς τελευτῆς ἧς πυνθανόμεθα, ὃς οὐκ ἐν νόσοις ἀναλωθεὶς οὐδὲ ὀδύναις πληγεὶς, ἀλλὰ διημερεύσας ἐν τοῖς εἰωθόσιν, ὥσπερ κληθεὶς ὑπὸ τοῦ δαίμονος μεθῆκας ἐπὶ τῷ βιβλίῳ τὴν ψυχὴν, καὶ κατʼ ἐπωνυμίαν ἐτελεύτησας τὸν βίον, ὥσπερ οἵ τι ἄλλο ἐξειργασμένοι διʼ ἀκριβείας εἰς τέλος, ἅπασαν δὴ τὴν πορείαν τοῦ βίου διεξελθὼν καὶ τὰ σαυτοῦ πράξας εἰς τὸ ἔσχατον τῆς δυνάμεως.
おお、出会った人々にとっては慕わしく、まだ出会っていない人々にとっては出会うことが切望された者よ、そして、私たちが知ることになったその最期においても祝福された者よ。 あなたは、病によって消耗することもなく、苦痛に打ちのめされることもなく、日常の営みの中で一日を過ごし、あたかも神に召されたかのように書物の上で息を引き取られた。 そして、あたかも他の何かを完璧に最後まで仕上げた人々のように、人生の歩みをすべて終え、自分のなすべきことを力の限り最後までやり遂げて、その名にふさわしく人生を終えられた。
εἰ δὲ ἀληθεῖς οἱ Πινδάρου λόγοι καὶ Πλάτωνος καὶ παντὸς τοῦ περὶ Ἀλέξανδρον ἐργαστηρίου καὶ διατριβαί τινές εἰσι τῶν ἐν Ἅιδου, ἦ που νῦν ποιητῶν τε χοροὺς εἰκὸς ἵστασθαι περὶ ἐκεῖνον ἀρχομένων ἀπὸ Ὁμήρου τὴν δεξιὰν προτεινόντων καὶ λογοποιῶν καὶ συγγραφέων καὶ ἁπάντων ὡς αὑτὸν ἑκάστου καλοῦντος καὶ μεθʼ αὑτοῦ σκηνοῦσθαι κελεύοντος, ταινιούντων, ἀναδούντων, καὶ οὐ δή τοι μετὰ κρίσεώς τε καὶ ἀμφισβητήσεως πρὸς ἕτερον, ἀλλʼ ἀπὸ τῆς πρώτης βοῆς·
もしピンダロスやプラトン、あるいはアレクサンドロスをめぐるすべての学派の言葉が真実であり、冥界における何らかの交わりがあるとするならば、今やきっと、詩人たちの合唱隊が彼を取り囲んで立ち、ホメロスを先頭に右手を差し伸べ、また散文作家や歴史家たち、すべての人々が彼を自分のところに招き、自分と一緒に暮らすように勧め、彼に帯を巻き、花冠を戴かせているに違いない。 それも、他者との裁判や争いによるのではなく、最初の歓声の時からそうしているはずである。
οἶμαι δὲ οὐδὲ καταβήσεσθαι πολλῶν ἐτῶν κεφαλὴν ἀξιόχρεω πρὸς τοῦτον ἀγωνίσασθαι, ἀλλʼ εἶναι διηνεκῆ τὸν θρόνον αὐτοῦ ὡς ἀρίστου κήρυκος τῶν Ἑλλήνων καὶ προηγητοῦ.
そして私は、長年の間、彼と競うに足るほどの重みのある人物が冥界に下ってくることはなく、ギリシア人たちの最も優れた先触れであり先導者としての彼の玉座は永遠に続くであろうと思う。
μηδεὶς δʼ ὑμῶν νεμεσήσῃ, εἰ μεταξὺ γράφων πρὸς ὑμᾶς ταῦτα ἀπεφθεγξάμην, ἐπεὶ καὶ αὐτῆς τῆς ἐπιστολῆς αἴτιον τὸ βούλεσθαι περὶ ἐκείνου καὶ ἀκούειν καὶ λέγειν.
あなたがたへの手紙を執筆している途中で、私がこのようなことを口にしたとしても、あなたがたの誰も私を咎めないでほしい。 なぜなら、この手紙自体、彼について聞き、語ることを望む気持ちが原因なのだから。
οὐ μὴν οὐδὲ δάκνεσθαί γε ἐπὶ τῷ ἀνδρὶ ἔγκλημα, οὐδʼ εἰ τηλικοῦτος ὢν οἴχεται·
また、あの人の死を深く悲しむことは、たとえ彼がそれほどの高齢に達して世を去ったのだとしても、非難されるべきことではない。
μάλιστα μὲν γὰρ οὐ τὰ νεώτατα εἰκὸς ἀσπάζεσθαι, ἀλλὰ τὰ σπουδαιότατα.
というのも、最も新しいことではなく、最も価値あることを歓迎するのが当然だからである。
ἔπειτα καὶ ἡ ζημία τοσούτῳ μείζων ὅσῳ μεῖζον καὶ σπανιώτερον τὸ ἕρμαιον ἄνδρα ἐν τούτῳ γήρως ἰδεῖν οὕτω τοῖς πᾶσι πράττοντα, καὶ διὰ πάντων σώζοντα τὴν ἕξιν ὑγιείας, μνήμης, συνέσεως, φαιδρότητος,
さらに、このような高齢にあって、すべてのことにおいてそのように健やかに過ごし、健康、記憶、理解力、朗らかさのあり方をくまなく保っているような、そんな思いがけない幸運の男を目にすることが、どれほど大きな、また稀なことであったかを思えば、その損失もそれだけ大きいのである、他の人々以上に。
§89τῶν ἄλλων. πολὺ γὰρ μᾶλλον ἔτι ζῶντος εἰκὸς ἀγωνιᾶσαι μή ποτε ἀπαλλαγείη καὶ προσορᾶν, ἕως ἐνῆν, ὥσπερ ἄλλο τι ἀγαπητὸν ἢ τελευτήσαντος τὴν ἡλικίαν ὑπολογίζεσθαι.
なぜなら、彼が亡くなった後にその年齢を考慮に入れるよりも、彼がまだ生きていたときに、彼がいつか去ってしまうのではないかと心配し、それが可能である限り、他のどんな愛すべきものに対してもそうするように、彼を見つめ続けることの方が、はるかに自然だからである。
ἀλλὰ ταῦτα μὲν οὐ δέος μή τις ὑμῶν ἐπιτιμήσῃ, οὓς ἅπαν ἀκούω καὶ ποιεῖν καὶ λέγειν.
しかし、これらのことについて、あなたがたの誰かが私を非難する心配はない。 あなたがたは、これらすべてのことを行い、また語っていると聞いているからである。
ἐπιστρέψω δὲ πρὸς ὑμᾶς αὖθις τῷ λόγῳ, βραχέα δʼ ἔσται τὰ λοιπά.
私は再び私の言葉をあなたがたに向けよう。 残りの部分は簡潔なものとなろう。
φημὶ γὰρ ὑμᾶς τοῖς τε ἄλλοις ἅπασι δικαίως ἐκεῖνον τιμᾶν καὶ τῶν οἰκείων αὐτοῦ μεμνημένους ὀρθότατα ποιεῖν καὶ προσήκοντα τῇ πάσῃ γνώμῃ, γυναῖκα μὲν τὴν ἐκείνου καθάπερ τινὰ ἱερὰν νομίζοντας καὶ ἀγαθοῦ τινος δαίμονος λῆξιν, εἰ θέμις εἰπεῖν, συγγενεῖς δὲ τοὺς ἐκείνου κάλλιστα ὑπομνήματα ἐκείνου νομίζοντας, παῖδας δὲ τοὺς μὲν πρεσβυτέρους διʼ αἰδοῦς ἁπάσης ἄγοντας, τὸν δὲ νεώτατον ἐκτρέφοντας τέως προθυμότατα καὶ ἐπιτροπεύοντας δημοσίᾳ.
というのも、あなたがたが他のすべての点において彼を正当に重んじ、彼の家族のことを心に留めて、非のうちどころのない、あらゆる点で適切な配慮をもって行動していると私は主張するからである。 すなわち、彼の妻を、神聖な存在、いわば善き神から授けられた運命のように思い(そう言うことが許されるなら)、彼の親族を、彼自身の最も美しい記念碑と見なし、子供たちのうち年長者たちをこの上ない敬意をもって遇し、最も若い子供を、差し当たり極めて熱心に育て、公的に後見しているのである。
συμβέβηκε δὲ αὐτῷ πάθος οὐ φαυλότατον·
しかし、彼には決して軽くない不運が降りかかった。
πλείστους γὰρ Ἑλλήνων παιδεύσας ὁ πατὴρ αὐτοῦ καὶ παῖδάς τε ὧν ἐπαίδευσε παιδεῦσαι ἐφικόμενος τὸν υἱὸν οὐκ ἐξίκετο τὸν αὑτοῦ, ἀλλʼ ἑτέρου δεῖται διδασκάλου ὁ τοῦ κοινοῦ τῶν Ἑλλήνων.
彼の父親は、ギリシア人のうち極めて多くの人々を教育し、かつて自分が教育した人々の子供たちをも教育することができたにもかかわらず、自分自身の息子を教育することには手が届かなかった。 かえって、ギリシア人全体の教師の息子が、今や他人の教師を必要としているのである。
ὑμεῖς δὲ καὶ ταύτην τὴν συμφορὰν καὶ πᾶσαν τὴν περὶ τὸ συμβεβηκὸς δυσχέρειαν ἀνασώσασθε, ὡς ἐν πατέρων μοίρᾳ προεστῶτες, συνελόντι δʼ εἰπεῖν τὴν ἑστίαν τὴν Ἀλεξάνδρου δημοσίαν ὑμῶν νομίζοντες·
しかし、あなたがたは、父親の役割として先頭に立ち、この不運をも、またこの出来事にまつわるあらゆる困難をも救済し、端的に言えば、アレクサンドロスの家庭をあなたがたの公的なものと見なすがよい。
παρακελεύσασθαι δέ μοι ταῦτα ἀναγκαῖον, ὅπερ γε καὶ ἐν ἀρχῇ τῆς ἐπιστολῆς εἶπον, ἢ ὅ τι βούλεσθε καλεῖν τὸ βιβλίον, πολλαχῆ μοι τἀκείνου προσῆκεν·
私がこのような勧告をすることは必要なことなのである。 この手紙の冒頭でも言ったように――あるいはこの書物をあなたがたが何と呼びたいにせよ――彼の事柄は多くの点において私に関係しているからである。
ἐπεὶ καὶ τῆς φιλίας ἣν ἐφίλουν ἐκεῖνον πρέποντας τοὺς καρποὺς ἐκομιζόμην·
なぜなら、私が彼に対して抱いていた友情の、ふさわしい果実を私も受け取っていたからである。
οὗτοι δʼ ἦσαν οὐχ ἧττον φιλοῦντα ἐφίλουν, ἔδειξε δὲ χωρὶς τῶν ἄλλων καὶ οἷς ὅτε ἐνόσουν ἐν Ῥώμῃ ἔπραξεν, οὐδὲν ὅ τι οὐ γιγνόμενος τῶν εἰς σωτηρίαν ἔμοιγε, καὶ τοῦ γε εἰς τὴν οἰκείαν σωθῆναι μετὰ §90τοὺς θεοὺς αὐτὸς αἰτιώτατος κατέστη.
その果実とは、私が彼を愛していたのと劣らず、彼も私を愛してくれたということである。 彼は他のこととは別に、私がローマで病に伏していたときに彼がしてくれたことによっても、そのことを示した。 彼は私の救いのためにあらゆる役割を果たしてくれ、神々に次いで、彼自身が、私が故郷へ無事に生還できたことの最大の原因となったのである。
καὶ μὴν τά γε ὕστερον τί τις ἂν λέγοι;
さらに、その後のことについて、誰がこれ以上語る必要があろうか。
ἠνίασε δέ με καὶ ἡ παράκλησις αὐτοῦ, μυρία γὰρ δὴ ἐπὶ μυρίοις καὶ αὐτὸς παρὼν καὶ διὰ γραμμάτων ὕστερον ᾔτει με τῶν συγγραμμάτων τῶν ἐμῶν ἀναθεῖναι μετὰ τῶν ἄλλων βιβλίων ὑμῖν, ἐπαγγελλόμενος τάξιν αὐτοῖς τὴν πρώτην.
しかし、彼の懇願も私を苦しめる。 というのも、彼は自ら居合わせたときも、その後手紙を通じても、私の著作を他の書物とともにあなたがたに捧げるよう、幾度も幾度も私に求め、それらに最も名誉ある位置を与えることを約束してくれたからである。
ἐγὼ δʼ ἔτι ἐπισκέψασθαι αὐτὰ χρῄζων οὐκ εἶχον ὑπακοῦσαι.
しかし私は、それらをまだ推敲する必要があったため、その願いに応じることができなかった。
οὕτως οὔτε ἀνέγραψεν Ἀλέξανδρος βιβλία ἡμέτερα οὔτε ἔγνω τὰ πλείω.
このようにして、アレクサンドロスは私たちの書物を蔵書に加えることもなく、その大部分を知ることもなかったのである。
ἀλλὰ μὴν τήν γε ψῆφον ἣν ἤνεγκεν ἀεὶ περὶ τῶν λόγων τῶν ἡμετέρων, φθόνου μὲν οὐκ οἶδα εἰ κρείττω, μείζω δὲ ὑπερβολῆς ἤνεγκεν·
しかしながら、彼が常に私たちの言論に対して下した評価は、嫉妬を免れていたかどうかはともかく、あらゆる誇張を超えるほどに偉大なものであった。
ἃ πάντα καὶ μεμνῆσθαί με ἐκείνου καὶ συμφορὰν οὐ φαύλην ἄγειν τὸ συμβεβηκὸς ποιεῖ, καὶ προσέτι μὴ δοκεῖν πολυπραγμονεῖν πρὸς ὑμᾶς νυνὶ διαλεγόμενον.
これらすべてのことが、私に彼を記憶させ、今回の出来事を決して軽からぬ不幸として受け止めさせ、さらには、今こうしてあなたがたに語りかけていることがお節介だとは思われないようにさせるのである。
ἐβουλόμην δʼ ἂν καὶ τὸ σῶμα βέλτιον ἔχειν μοι τῶν τε ἄλλων ἕνεκα καὶ ὅπως κἀμοί τι ἔχοιτε χρῆσθαι·
私は、他の理由のためにも、またあなたがたが私を何らかの形で用いることができるためにも、自分の体の具合がもっと良ければと望む。
ὡς ἐγὼ τοὺς ἐκείνῳ προσήκοντας ἴσον ἐμαυτῷ προσήκειν ὑπολαμβάνω.
なぜなら、私は彼に属する人々を、自分自身に属する人々と等しいものと考えているからである。