§84ἑτέρων τιμῶν τυχεῖν.
……或者获得其他的荣誉。
πλείστοις δὴ πάντων αἴτιος Ἀλέξανδρος ἐγένετο, μάλιστα μὲν οἶμαι τοιούτους παρέχων ἑκάστοις τοὺς παῖδας ὥστε καὶ τοὺς ἀκολουθοῦντας καὶ μετέχοντας τῆς εἰσόδου τῆς παρʼ ἐκεῖνον εὐδοκιμεῖν παρὰ τοῖς ἐπιστήσασιν, ἔπειτα καὶ αὐτὸς ἐκ τοῦ φανεροῦ τὰς τοιαύτας χάριτας ἀντὶ τῶν συνήθων τοῖς ἄλλοις αἰτούμενος.
亚历山大确实成了所有人中为最多的人带来这些恩惠的原因,我认为,最主要是因为他向每个家长的孩子们呈现出如此优秀的状况,以至于连那些陪伴他们、参与进入他那里学习的人,也在他们的监督者中赢得了极高的名声;其次,他自己也公开向皇帝们请求此类恩赐,而不是像其他人那样请求通常的私利。
παραπλήσια δὲ καὶ ἐν τοῖς βασιλικοῖς πράγμασιν· ἐλύπησε μὲν γὰρ οὐδένα πώποτε, ἀγαθὸν δέ τι καὶ συγγενεῖς καὶ φίλους καὶ πατρίδα καὶ πόλεις ἐργαζόμενος διεβίω.
在皇室事务中也是如此;因为他从未让任何人感到痛苦,而是在对亲属、朋友、祖国和诸都市施行善行中度过了他的一生。
μυρία δὲ εὐεργετήσας μυρίους οὐδένα πώποτε τῆς εὐεργεσίας μισθὸν ᾔτησε, τῆς μέντοι τέχνης οὐκ ᾐσχύνετο λαμβάνων.
他虽然对无数人施予了无数的恩惠,却从未索取任何恩惠的报酬,然而,接受他那门技术(教学)的酬金,他并不感到羞耻。
ἐδόκει γὰρ αὐτῷ λυσιτελεῖν τοῖς νέοις μαθημάτων ἕνεκα τολμᾶν προΐεσθαι, καὶ ταῦτα ὅστις δυνατός· ἐπεὶ τούς γε ἀδυνάτους οὐκ ἠνώχλει, ἀλλὰ καὶ παρʼ αὑτοῦ προστιθέντα αὐτὸν ἴσμεν.
因为在他看来,年轻人为了学习而甘愿付出金钱是有益的,而且这仅仅针对有能力支付的人;因为他绝不打扰无力支付的人,反而据我们所知,他甚至从自己口袋里出资贴补。
οὐ τοίνυν ἀπὸ μὲν τῆς τέχνης καὶ τῶν συνουσιῶν τοσαῦτα ὠφέλει, τὰ δʼ εἰς πράξεις τε καὶ πολιτείαν ἑτέρων ἡττήθη.
因此,他不仅从技术和交往(授课)中给予了如此多的益处,而在有关实践和国务的事务上也没有落后于他人。
εἰδείητε δʼ ἂν ὑμεῖς μάλιστα κἀγὼ παρʼ ὑμῶν τινῶν ταῦτα πυνθάνομαι, ὡς ὑμῖν μικροῦ πᾶσαν τὴν πόλιν ἐκ καινῆς ἀνώρθωσεν.
这一点你们最清楚,而我自己也是从你们中的一些人那里获知的,即他几乎为你们重新重振了整个城市。
οὕτως οὐ μόνον λόγος ἦν τις τὸ ἐκείνου πρᾶγμα· ὃ δὲ τῶν οἰκοδομημάτων πλείονος ἄξιον, ἡ σωφροσύνη καὶ τὸ δίκαιον, ἡγούμενον πάντων ὧν ἐκεῖνος καὶ λέγειν καὶ πράττειν ἠξίου, καὶ τὸ μηδαμοῦ τὴν χρείαν ἐκβαίνειν, ἀλλʼ εἶναι νοῦν ἐχούσας τὰς φιλοτιμίας ἃς ὑμῖν προὐξένει.
因此,他的事迹绝非仅仅是空话;而比那些建筑物更有价值的,即节制与正义——它们引导着他所认为值得去说和做的所有事情——以及从不超越需要、使他为你们带来的种种荣誉都是理智的,(这也是事实)。
οὐ μὴν οὐδʼ ἐπὶ τούτῳ προῖκα χρηστὸς ἦν, ἀλλʼ οἱ μέγιστοι τῶν κόσμων ὑμῖν τῆς ἐκείνου μεγαλοψυχίας σημεῖον εἰσίν.
然而,即使在这件事上,他也并非无偿行善,你们城市中那些最伟大的装饰(建筑)就是他慷慨宽大之心的证明。
ἡγοῦμαι δʼ εἰ καὶ μηδὲν πώποτε ἀνάλωσεν εἰς ὑμᾶς, ἔκ γε τῶν ἄλλων ὧν ἔλεγε καὶ ἔπραττεν ὑπὲρ ὑμῶν εἰκότως ἂν αὐτὸν εὐεργέτην νομίζεσθαι.
我认为,即使他从未在你们身上花费过任何金钱,单凭他为你们所说、所做的其他事情,他也理所当然地应被视为你们的恩人。
εἰ δʼ αὖ μηδὲν μὲν ἄλλο μήτʼ εἶπε μήτʼ ἔπραξε, τοσαῦτα δὲ οἴκοθεν εἰσήνεγκεν, εἰκότως ἂν αὐτὸν ἐν πρώτοις εὐδοξεῖν.
另一方面,如果他没有说也没有做其他任何事,却从自己的家财中拿出了如此多的贡献,他理所当然也应在首要的人物中享有盛誉。
καὶ μὴν εἰ μήτε ἀπὸ χρημάτων μήτε ἀπὸ τῶν ἄλλων χρήσιμος ὑμῖν ἐγένετο δημοσίᾳ, τό γʼ ἐν τούτῳ καταστῆναι τάξεως αὐτὸν ἐν §85τοῖς Ἕλλησιν εἰκότως ἂν ὑμῖν εἶχε φιλοτιμίαν· ἡ γὰρ ἐκείνου δόξα κοινὴ τῆς πόλεως γεγένηται.
而且,即使他既没有从金钱上、也没有从其他事物上在公共事务中对你们有用,但他在希腊人中确立了如此的地位,也理所当然地能成为你们的骄傲;因为他的荣耀已经成为了这座城市的共同财富。
μέγα γὰρ καὶ πόλει καὶ ἔθνει ἕνα τὸν πρῶτον παρέχεσθαι.
因为对于一个城市和一个民族来说,能产生一个最杰出的人是一件伟大的事情。
ὑμεῖς δὲ καὶ διαφερόντως ἑτέρων τῆς ἐκείνου τύχης ἀπελαύσατε.
而你们更以不同于他人的方式,享受了他的好运。
οὐδενὶ γὰρ τῶν πάντων οὕτως ὠνομάζετο ἡ πατρίς.
因为在所有人中,没有谁的祖国会像他那样因他而闻名。
ἀλλʼ ὥσπερ οἱ ἄλλοι πατρόθεν ἢ ἀπὸ τῶν ἄλλων πραγμάτων γνωρίζονται, οὕτως ἐκεῖνος μετὰ τῆς πόλεως εὐθὺς ἠκούετο.
就像其他人通过父亲的名字或其他事物被识别一样,而他的名字一被听到,立刻就与这座城市联系在一起。
ἐπεὶ κἀν τοῖς βιβλίοις ἃ διωρθοῦτο τοῦτο ἐγκαταλέλειπται σύμβολον. ἐπὶ γὰρ τῷ Ἀλεξάνδρῳ παράγραμμα ἦν ἡ πατρίς.
因为甚至在他所校订的书籍中,也留下了这一印记;因为在亚历山大的名字旁,就写着他的祖国。
ὥστε ὁσάκις τις ἐκείνου μέμνηται, τοσαυτάκις ὑμεῖς εὐδοκιμεῖτε.
因此,每当有人提起他,你们就同样赢得了声誉。
καὶ καθέστηκεν ὑμῶν ἡ πόλις ἐν μητροπόλεως σχήματι τῇ ἀρχαίᾳ Ἑλλάδι.
而你们的城市,也对古代希腊呈现出母邦的姿态。
ἀνθʼ ὧν δικαίως τόν τε τάφον κοσμεῖτε καὶ ὡς ἀρχηγέτην καὶ οἰκιστὴν τιμᾶτε τοῖς πᾶσι τὸν ἄνδρα καὶ ψηφίζεσθε, ἃ τοῖς πρώτοις κτίσασι τὴν πόλιν ὑμῶν.
为此,你们理所当然地装饰他的坟墓,并在所有事情上像敬重创始人和殖民城邦建立者一样敬重这位伟人,并为他通过决议,就像对待你们城市的最初创建者一样。
ταῦτα γὰρ οὖν μικρόν τί με ὡς ἐπὶ τῇ συμφορᾷ παρεμυθήσατο ἀκούσαντα, καὶ διὰ ταῦτα μάλιστα ἐπιστεῖλαι προήχθην ἀγασθεὶς τῆς γνώμης.
确实,听到这些事情在我的不幸中给了我小小的慰藉,也正是因为这些,我因钦佩你们的决定而特别被促使写下了这封信。
αἰσχρὸν γὰρ εἰ Ἀμφιπολῖται μὲν Βρασίδᾳ θύειν ἠξίουν ὡς ἥρωι καὶ οἰκιστῇ, ὅτι αὐτοὺς Ἀθηναίων ἀπέστησεν, ὑμεῖς δὲ ὃς ὑμᾶς συνέστησεν ἅπασι τοῖς Ἕλλησι, καὶ ὃς δυσχεροῦς μὲν οὐδενὸς οὐδενὶ πώποτε αἴτιος κατέστη, πάντας δὲ ὠφελῶν καὶ λόγῳ καὶ ἔργῳ διετέλεσεν ἀφʼ ὑμῶν ἀρξάμενος τῆς πατρίδος, τοῦτον μὴ ἐμέλλετε ἐν ἀρχηγέτου μοίρᾳ τιμήσειν, κοινοῦ γε τοῖς Ἕλλησιν, ὡς ἐγώ φημι.
因为,如果安菲波利斯人因为巴西达斯使他们脱离雅典人而认为理应像对待英雄和创始人那样向他献祭,而你们对于这个将你们引见给所有希腊人、从未给任何人带来任何不快、并以你们这片祖国为起点而在言论和行动上始终造福所有人的人,却不打算像我所说的那样,以希腊人共同的创始人的身份来敬重他,这难道不是一件可耻的事吗?
καὶ μὴν εἰ Ὅμηρον Σμυρναίοις παρασχέσθαι καὶ Παρίοις Ἀρχίλοχον καὶ Βοιωτοῖς Ἡσίοδον καὶ Κείοις δὴ Σιμωνίδην καὶ Στησίχορον Ἱμεραίοις καὶ Θηβαίοις Πίνδαρον καὶ Μυτιληναίοις Σαπφὼ καὶ Ἀλκαῖον καὶ ἑτέροις ἑτέρους τινὰς φέρει φιλοτιμίαν, τὰς γὰρ Ἀθήνας ἐῶ τὰ νῦν, ἦ που καὶ ὑμᾶς μέγα φρονεῖν εἰκὸς ἐπὶ τῷ τούτους ἅπαντας κοσμήσαντι καὶ δείξαντι.
而且,如果孕育了荷马为斯弥尔纳人带来荣耀,阿尔基洛科斯为帕罗斯人,赫西俄德为波奥蒂亚人,西摩尼得斯为凯奥斯人,斯特西科鲁斯为希梅拉人,品达为底比斯人,萨福和阿尔卡埃乌斯为米蒂利尼人,以及其他一些人给其他民族带来荣耀——我姑且不提雅典——那么,对于这位装点并展示了所有这些古人的人,你们理所当然也应该感到极大的自豪。
οἶμαι γὰρ εἴ τις θεῶν ἔδωκεν αὐτοῖς ἀνάστασιν ἔτι τούτου ζῶντος πάντας ἂν
因为我想,如果有神明在亚历山大还活着的时候赐予他们复活,他们所有人都会……