§72αἳ δὴ προείρηνται, ἀλλὰ καὶ τοῖς ἐπανθοῦσιν αὐτῷ κατὰ ταυτηνὶ τὴν ἡλικίαν συμβαλεῖν καὶ μάλʼ ἐναργῶς, κἀκ τῶν εἰς ψυχὴν κἀκ τῶν εἰς σῶμα φερόντων οὑτωσὶ διελόμενον.
すでに述べられたそれらによってのみならず、この年齢において彼に開花しているものによっても、魂に関わる事柄と身体に関わる事柄とにこのように区分して、きわめて明白に比較することが可能である。
τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἵαν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι.
魂の温和さは、年齢の盛りに先んじて老境へと急いでいるが、その温和さは、人生の逆境が多くの人々に植え付けるような、疲れ果てたものに似ているわけではなく、ふさわしい誇りと交じり合って、若さとともに生きている。
θεωρείτω δʼ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον·
もし言われていることを実際の姿から知ることに遅れている者がいるなら、彼の眼差しの放ち方から観察するがよい。
οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλʼ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα.
というのも、目は凝視してそそり立っているわけでも、卑屈さによって何らかの眠りに落とされたかのようになっているわけでもなく、穏やかで上品な威厳がその眼差しを貫いているからである。
χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλʼ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν.
それゆえ、子供たちに神々から贈り物として、あたかも何らかの合意によるかのようにあらかじめ与えられている優美さは、画家たちが描くように裸なのではなく、豊かな慎み深さを身にまとって、すべての部分に溶け込んでいる。
οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι κινούμενον ἤδη τὸν γέλωτα.
したがって、これほどの美を伴って微笑んだ者は他におらず、また、動き出そうとしている笑いを赤面によって引き留めた者もいない。
οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτʼ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται·
また、男らしさの証しとなる気概が彼に欠けているわけでもなければ、それが野蛮で獣じみたものへと刺激されて暴走させられているわけでもない。
δείγματα δʼ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς.
彼はこれら両方の証拠を自ら示しており、ある時は顔の表情によって魂の動きを明らかにし、またある時は魂をそっと説得して静まらせ、平穏をもたらしている。
πειθὼ δʼ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος;
真面目な場面においても遊びの場面においても、彼が言葉を発する時だけでなく黙っている時でさえ、彼の唇から立ち上る説得を、誰が取り去ることができようか。
οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτʼ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς.
というのも、言葉によって語る者であっても、この少年が沈黙によって望むところをあらかじめ示すほどには、人を従わせることはできないだろうし、あのネストルでさえ、老人であるにもかかわらず、この少年と比較して吟味されるなら、もはやその語り口が蜜に似ているとは思われないだろうからである。
συνελόντι δʼ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται.
一言で言えば、彼は決して快活さなしに真面目なことに取り組むことはなく、どんなに困難なことであっても、祝祭なしに行われることはない。
εἰ δὲ
また、彼の側での楽しみも、真面目さから切り離されてはいない。
§73ὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἴεσθαι τοῦθʼ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτʼ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτʼ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι·
もしプラトンの言葉が我々に正しく勧めており――そして、これがその通りであると信じるべきなのだが――、遊びの中で必要な学習をあらかじめ学んでおくべきである、例えば大工になる者は測定したり水平を測ったりし、戦士になる者は遊びながら馬に乗り、あるいはそのような他の何かを行い、遊びを通じて子供たちの喜びや欲望を、彼らが到達した時に究極の目的を持つべき方向へと向けるよう努めるべきであるとするなら、もしプラトンのこの主張が正しいと言わねばならないなら(実際、私は削ることも加えることもなく、それらの言葉をそっくり記憶して引用したのだが)、他の子供たちの群れの中から、この少年に並ぶ者が誰かいるだろうか。
λέγω δʼ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι·
彼においては、馬の競走や犬の訓練は退けられており、より劣ったことに耽ることなど到底なく、まさに彼の現在の生活がそこにあり、将来の生活もそこにあることになるであろう事柄、すなわち競技場での子供たちの競技や、言論の競い合いに没頭しているのである。
προϊὼν δʼ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δʼ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην.
そして、彼はすでに遊びの中で将来を予言し、文字通り自らの運命を鍛錬しており、すでに裁判官として席に着いている。 自然は、遊びを通じた真の運命への道を決して見失ってはいないのである。
καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρʼ οὐδενὸς αὐτὴν ἐκμαθών.
そして、不当な裁判をしたとして彼を非難できる者は誰もいないだろう、人々が言うには、正義の教師がキュロスを非難したのとは違って。 なぜなら、彼は誰からもそれを学ぶことなく、キュロスよりも裁判の術において知的だからである。
τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα.
これこそが、純粋な天性というものであり、プラトンが言うように、不純物のない蝋から形作られ、湿って柔らかいものと、硬くて石のようなものとの中間の硬さを持つものである。
τί δʼ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν.
また、彼が万物の支配者である神に、そして先祖代々自らを顧みることが授けられている神へと自らを結びつけるとき、何と言うべきだろうか。 まさに優れた父親たちの優れた後継者であり、末裔であり、子供であり、呼び得るあらゆるふさわしい名に値する者である彼が。
ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσας
おお、三重に、いや幾度も幸福なるかな、あの先祖たちは。 彼らは人間族に与えられた唯一の不死をあなたにおいて享受し、自らの記憶とともに、地下や地上のいかなる宝よりも壮麗な遺産として、自らの名声をあなたに残した。 そして今、神ご自身が臨み、彼ご自身が望まれて、あなたをその名声の上にしっかりと立たせておられる。