§74ὅσον αὐτός τε ἐβούλετο καὶ τοῦ γένους ἡ πρόσθεν ἀπῄτει τάξις.
彼自身が望んだのと同じくらい、また一族の以前からの序列が要求したのと同じくらいに。
οἷα γὰρ οἷα ταυτηνὶ τὴν μακαρίαν ἡμέραν καὶ θεοῖς κεχαρισμένην ἑτέρα μετʼ οὐ πολὺ διαδέξεται, δυοῖν ἀρχαῖν ἔτους ἑνὸς εἰς ταυτὸν συνιουσῶν·
というのも、なんという、なんと素晴らしい日が、この祝福され神々に喜ばれる日に、間もなくして引き続くことだろうか。 一年の二つの始まりが同一のものへと合流するのだから。
ἥ τε γὰρ παροῦσά σοι τῆς γενέσεως ἀρχὴ μέγιστον ἀγαθὸν ἐπάγουσα τὸν ἐνιαυτὸν ἐξ ἀρχῆς εἰς τέλος, ἥ τε αὐτίκα διαδεξομένη ταύτην ἑτέρα πάλιν ἀρχὴ, καὶ ταῦθʼ ἑνὸς ὄντος ἔτους καὶ ταὐτοῦ, καθέστηκε, τὸ πατρῷόν σοι προγονικὸν ἐπὶ χρηστῇ τύχῃ τροφεῖον ἀποδιδοῦσα.
というのも、君にとって現在の誕生の始まりは、最初から最後までその年を最大の善をもたらすものとして導いており、また、これにすぐさま引き続くことになるもう一つの新たな始まりは、しかもそれが同一の一年でありながら確立されているのだが、幸運のもとに、君に父方の祖先伝来の養育の返礼をもたらしているのである。
καί μοι δοκεῖ προλαβὼν ὁ θεὸς τὴν ἐπὶ παίδων νενομισμένην τιμὴν ἐπὶ τοῖς τῶν ἱερῶν Ἀσκληπείων ἄθλοις ἀποδοῦναί σοι πατρόθεν, ὡς πολλάκις εἴρηται, καὶ τῶν ἄνωθεν πρὸς τοῦ πατρὸς εἰς σὲ καθηκουσῶν, ὥσθʼ ἅμα τε πεπληρωκέναι πᾶν ὅσον ἦν θέμις καὶ μεταβαίνοντα λοιπὸν ἐκ παίδων εἰς ἄνδρας, ᾗπερ οὖν ὁ βασίλειος τάττει νόμος, ἀποδεδόσθαι λοιπὸν ἤδη ταῖς ἐκ τοῦ βασιλέως εἰς σὲ τιμαῖς, ἃς τοῖς τηλικούτοις ἀνδρουμένοις ἤδη νέμει.
そして私には、神があらかじめ、子供たちに対して慣習となっている栄誉を、聖なるアスクレピオス祭の競技において、すでにしばしば言われているように父方から、そして父から君へと受け継がれてきた上代からのものとして、君に与えられたように思われる。 それは、神法にかなうすべてのことを同時に満たし、さらに子供から大人へと移行するにあたり、まさに王の法が定めているように、王から君へと授けられる、すでにその年齢に達して成人しつつある者たちに王が分け与える栄誉に、今や委ねられるためである。
πάντως οὐ πόρρω μαντικῆς ἡμῖν ἐστιν Ἀπόλλων, ὅσον χρησταὶ μὲν ἐλπίδες ἐκεῖναι, χρησταὶ δὲ αἱ νῦν εἰς ὀφθαλμοὺς ἡμῖν αὐτίκα ἥξουσαι.
いずれにせよ、アポロンは我々にとって予言の術から遠く離れてはいない。 それらの希望が優れたものであるのと同様に、今や我々の目の前にすぐさま現れようとしているものもまた優れたものであるのだから。
ἐγὼ μέν γε ἤδη τινὸς κουφότητος αἰσθάνεσθαί μοι δοκῶ, καθάπερ Διομήδης Ὁμήρῳ πεποίηται πρὸς τῆς Ἀθηνᾶς ἐλαφρός τε ὁμοῦ τὰ μέλη καὶ καθαρὸς τὰς ὄψεις, καὶ κατέχειν ἐμαυτὸν ὑπʼ εὐφροσύνης οὐκ ἔχω.
私自身、今やある種の軽やかさを感じているように思われる。 ちょうどホメロスにおいてディオメデスがアテナによって手足が軽くなり、同時に視界が澄まされたように。 そして私は喜びのあまり自分を抑えることができない。
καλοὶ μὲν γὰρ καὶ κοσμεῖν ἴσως ἁρμόττοντες καὶ οἱ παρελθόντες ἤδη σοι τῆς γενέσεως ἐνιαυτοὶ δηλοῦν ἅπαντα τὰ σοὶ προσόντα, πολὺ δέ μοι δοκεῖ καλλίων ἐκείνων ὅδε ὁ νυνὶ παρὼν εἶναι, μόνον τῶν μετʼ αὐτὸν ἡττησόμενος, τὰ δʼ ἄλλα τοὺς ἐξήκοντας ἤδη νικῶν·
というのも、君の誕生からすでに過ぎ去った年月も美しく、君に備わっているすべての美徳を示して飾るのにふさわしいものであったかもしれないが、今ここにあるこの年は、それらよりもはるかに美しいと思われ、これに続く年月(未来の年々)にのみ劣るだけで、他のすでに過ぎ去った年々には勝利しているのである。
ἐν ᾧ σε προσβλέψομεν οἰκεῖοί τε καὶ συγγενεῖς καὶ διδάσκαλοι καὶ ἡλικιῶται καὶ πᾶν φίλιον γένος ἡδίω προσβάλλοντα τὴν ὄψιν ἀπὸ τῆς ἁλουργίδος τῆς ἱερᾶς τοῦ σωτῆρος, πρέποντά τε τῇ ὥρᾳ τοῦ ἔτους τὴν τῆς ἡλικίας ὥραν ἀτεχνῶς ἀστέρι ὀπωρινῷ §75ἐναλίγκιον καὶ κατʼ ἐκεῖνον τὴν αἴγλην ἀφιέντα·
この年において、身内の者、親族、教師、同世代の友人たち、そしてすべての親しい人々は、救い主の聖なる紫衣によって、より心地よい姿を見せている君を仰ぎ見ることであろう。 その姿は、この季節の美しさに君の年齢の美しさを調和させ、文字通り秋の星に似て、その星のように輝きを放っている。
ἁρμόττων τε ἀγωνοθέτης οὑτοσὶ τῷ προελομένῳ.
そしてこの競技主催者は、それを選んだ者にふさわしい。
σὰ ταῦτα, ὦ δέσποτα, οὕτω γὰρ ἄμεινον εἰς ἀρχὴν ἀναγαγεῖν τὸν λόγον ἐπευξάμενον αὖθις, σὰ ταῦτα.
これらはあなたのものです、主よ。 このように再び祈りを捧げて議論を初めに立ち戻らせるのがより良いのだから。 これらはあなたのものです。
φέρʼ οὖν αὐτὸς ἡμῖν τοὺς οἴακας ἑλὼν, ὥσπερ οὖν ἤδη κατέχεις, ἔκσωζε τὸν οἶκον, διδοὺς μὲν ἐκ τοῦ μεγάλου βασιλέως τούτῳ τιμὰς ἅσπερ οἱ τούτου πρόγονοι παρὰ τῶν ἐκείνου προγόνων ἐκαρποῦντο, διδοὺς δὲ αὐτῷ βασιλεῖ καὶ γένει τῷ βασιλέως τὸν αἰῶνα πάντα διοικεῖν ὥσπερ οὖν ἔλαχεν ἐκ Διὸς, τούτῳ τε τὸ πεπρωμένον ἐν εὐδαιμονίᾳ διάγειν παρασχὼν χρόνον παισὶν ἐκ παίδων τὴν διαδοχὴν τοῦ γένους τῇ τε πόλει καὶ σεαυτῷ διαφύλαττε.
さあ、あなたご自身で我々のために舵を執り、まさに今もそうしておられるように、家を救い出し、大王からこの少年へ、彼の先祖たちがその先祖たちから享受していたような栄誉を与えてください。 そして、王ご自身と王の一族には、ゼウスから授かったように、とこしえに支配することを許し、この少年には定められた生涯を幸福のうちに送ることを与え、子供からまた子供へと、その家系の継承をこの都市のため、そしてあなたご自身のために守り抜いてください。