§72αἳ δὴ προείρηνται, ἀλλὰ καὶ τοῖς ἐπανθοῦσιν αὐτῷ κατὰ ταυτηνὶ τὴν ἡλικίαν συμβαλεῖν καὶ μάλʼ ἐναργῶς, κἀκ τῶν εἰς ψυχὴν κἀκ τῶν εἰς σῶμα φερόντων οὑτωσὶ διελόμενον.
确实,不仅通过那些已经提到过的,而且通过在这个年龄段他身上绽放出的那些品质,我们也可以非常清晰地进行比较,并如此区分属于灵魂的事物和属于身体的事物。
τὸ μέν γε τῆς ψυχῆς πρᾶον φθάνει τὴν ἀκμὴν τῆς ἡλικίας σπεῦδον εἰς τὸ γῆρας, οὐ μὴν κεκμηκυῖα προσέοικεν ἡ πραότης, οἵαν ἐνειργάσαντο πολλοῖς αἱ κατὰ τὸν βίον ἀνάγκαι, συνηβᾷ δὲ ἀνακεκραμένη πρέποντι φρονήματι.
因为他灵魂的温和超越了他年龄的黄金时期,急于奔向老年,然而这种温和并不像生活之艰辛在许多人身上磨砺出的那种疲惫的温和,而是与青春并存,并与相称的自豪融合在一起。
θεωρείτω δʼ ἀπὸ τῆς βολῆς τῶν ὀμμάτων, εἴ τις ἀπολέλειπται τοῦ μαθεῖν ἔργῳ τὸ λεγόμενον·
如果有谁在实际行动中还未能理解所说的话,不妨从他投射的目光中观察一下。
οὔτε γὰρ ἐπανεστᾶσιν ἀτενεῖς οὔτε ὕπνῳ δή τινι καθῃρημένοις ἐοίκασιν ὑπὸ ταπεινότητος, ἀλλʼ ἡσυχῆ σεμνότης ἥμερος ἐνείρει τὸ βλέμμα.
因为他的眼睛既不显得紧绷凝视,也不像因卑屈而陷入某种昏睡,而是温和且儒雅的威严贯穿于他的眼神之中。
χάρις τοίνυν, ἡ παισὶν ἐκ θεῶν δῶρον προτεθεῖσα καθάπερ ἔκ τινος ὁμολογίας, οὔ τί που γυμνὴ κατὰ τοὺς ζωγράφους, ἀλλʼ αἰδῶ πολλὴν ἐπαμφιασαμένη πᾶσι τοῖς μέρεσιν ἐντέτηκεν.
因此,作为神明赐予孩子们的礼物、仿佛根据某种契约而预先给出的优美,绝不像画家们所描绘的那样赤裸,而是裹挟着极大的慎重,融汇于他身体的每个部分。
οὐκοῦν οὔτε ἐμειδίασεν ἄλλος σὺν Ἀφροδίτῃ τοσαύτῃ οὔτε μὴν ἔστησεν ἐρυθήματι κινούμενον ἤδη τὸν γέλωτα.
所以,没有哪个人能在微笑时带有如此丰富的阿佛洛狄忒之美,也没有谁能通过害羞的红晕来止住已经开始涌动的笑意。
οὐ τοίνυν οὔτε τὸ θυμοειδὲς αὐτὸν ἐπιλέλοιπεν, ᾧ τεκμήραιτʼ ἄν τις τὴν ἀρρένων φύσιν, οὐδέ γε εἰς ἀγρίαν καὶ θηριώδη ταύτην ἐρεθιζόμενον ἐπεξῆκται·
此外,作为判断男子汉气概之凭证的血气,也并未离他而去,但更没有被激怒并驱使至野蛮和野兽般的境地。
δείγματα δʼ ἀμφοῖν τούτων αὐτὸς παρέσχηται, νῦν μὲν τῷ προσώπῳ τὴν κίνησιν τῆς ψυχῆς ἐπίδηλος ὢν, νῦν δὲ ἀτρέμα πείθων αὐτὴν ἡσυχάσαι καὶ γαλήνην ἱστάς.
他自己已经展现了这两方面的证据,时而通过面部表情显露出灵魂的波动,时而又轻轻地劝导灵魂安静下来,建立起一片宁静。
πειθὼ δʼ ἐν ταῖς σπουδαῖς καὶ παιδιαῖς τίς ἂν ἀπὸ τῶν τούτου χειλῶν ἀναστήσειεν οὐ φθεγξαμένου μόνον, ἀλλὰ καὶ σιωπῶντος;
无论在严肃的场合还是游戏之中,不仅当他开口说话,甚至当他保持沉默时,谁又能从他的唇间夺走那份说服力呢?
οὔτε γὰρ εἰπὼν ἄν τις ἐντρέψειεν οὕτως ὡς οὗτος ὃ βούλεται τῇ σιωπῇ προδείξας οὔτʼ ἂν ὁ Νέστωρ ἔτι δόξειεν ἂν, γέρων γε ὢν ἐκεῖνος, ἐοικότα φθέγγεσθαι μέλιτι παρὰ τοῦτον ἐξετασθείς.
因为即使有人通过言语,也无法像他用沉默预先展示自己的意愿那样令人心服;而那个涅斯托耳,尽管他是位老人,但若与他放在一起权衡,其言语也无法再被认为像蜜一般甜美。
συνελόντι δʼ οὔποτε σπουδάζει δίχα φαιδρότητος, ἀλλὰ πᾶν, κἂν ᾖ χαλεπὸν, οὐκ ἔστιν ἑορτῆς ἄνευ πραχθῆναι, τό τε ἐν τῷ μέρει τερπνὸν αὐτῷ σπουδῆς οὐκ ἀπήλλακται.
总之,他从未在没有欢愉的情况下展现严肃,即使是困难的事情,也无一不在节日般的氛围中完成,而他那一侧的娱乐也从未与严肃相脱离。
εἰ δὲ §73ὀρθῶς ἡμῖν ὁ τοῦ Πλάτωνος ἐπικελεύει λόγος, χρὴ δὲ οἴεσθαι τοῦθʼ οὕτως ἔχειν, ὥστε ἐν ταῖς παιδιαῖς τῶν μαθημάτων ὅσα ἀναγκαῖα προμεμαθηκέναι προμανθάνειν, οἷον τέκτονα μετρεῖν ἢ σταθμᾶσθαι, καὶ πολεμικὸν ἱππεύειν παίζοντα, ἤ τι τῶν τοιούτων ἄλλο ποιοῦντα, καὶ πειρᾶσθαι διὰ τῶν παιδιῶν ἐκεῖσε τρέπειν τὰς ἡδονὰς καὶ ἐπιθυμίας τῶν παίδων οἷ ἀφικομένους δεῖ τέλος ἔχειν, τοῦτʼ εἰ δεῖ φῆσαι καλῶς ἔχειν τῷ Πλάτωνι, καὶ γάρ πως ἔτυχον αὐτῶν ἀπομνημονεύσας, οὔτʼ ἀφελὼν οὐδὲν οὔτε προσθεὶς, τίς ἂν ἡμῖν ἐκ τῆς ἄλλης τῶν παίδων συμμορίας τούτῳ παράλληλος, ᾧ γε ἵππων μὲν ἅμιλλαι καὶ κυνῶν ἀσκήσεις ἀφεῖνται, τοσούτου δεῖ τι τῶν χειρόνων νοσεῖν ἢ κατὰ ταῦτα ἐν οἷς ὅ τε νῦν βίος ἐστὶν αὐτῷ καὶ ὁ λοιπὸς μέλλει γενήσεσθαι·
而如果柏拉图的话正确地告诫我们——我们也必须认为事实确是如此,即在游戏中应当预先学习那些必要的知识,例如木匠要在游戏中测量和权衡,战士要在游戏中骑马或做其他类似的事情,并尝试通过游戏将儿童的乐趣和欲望引向他们最终到达时应当具有的终点——如果必须承认柏拉图的这一主张是正确的(因为我恰好记住了这些话,既无删减也无增添),那么在其他儿童的群体中,谁能与这个孩子并驾齐驱呢?
λέγω δʼ ἀγῶνες παίδων οἱ κατὰ τὰς παλαίστρας καὶ λόγων ἅμιλλαι·
对他而言,赛马和训犬这类活动已被摒弃,他绝不沉溺于任何更糟糕的事情,而是全身心地投入到他现在的生命所在、且未来的生命也将所在的事务中,即在体育馆中儿童的竞技以及言论的竞逐。
προϊὼν δʼ ἤδη τῇ παιδιᾷ μαντεύεται τὸ μέλλον ἀτεχνῶς τὴν ἑαυτοῦ τύχην γυμνάζων, καὶ δικαστὴς ἤδη κάθηται, πάντως δʼ οὐκ ἠγνόηκεν ἡ φύσις τὴν διὰ τῆς παιδιᾶς ὁδὸν ἐπὶ τὴν ἀληθῆ τύχην.
并且,他已经在游戏中预言了未来,简直是在训练自己的命运,甚至已经作为裁判坐堂。 天性绝未忽视通过游戏通往真正命运的道路。
καὶ τούτῳ γε οὐκ ἄν τις ἐπιτιμήσειεν ὡς ἀδίκως δικάσαντι, καθάπερ τῷ Κύρῳ φασὶ τὸν διδάσκαλον τῆς δικαιοσύνης, ἐπεὶ καὶ Κύρου τὴν δικαστικήν ἐστι σοφώτερος, παρʼ οὐδενὸς αὐτὴν ἐκμαθών.
而且,谁也无法指责他判决不公,并不像人们所说的那位正义老师指责居鲁士那样。 因为他在裁判之术上比居鲁士更为睿智,且未曾向任何人学习。
τοιοῦτόν ἐστι καθαρὰ φύσις, ἐξ ἀκηράτου γε τοῦ κηροῦ πλασθεῖσα κατὰ τὸν Πλάτωνα, μέσην ὑγροῦ τε καὶ μαλθακοῦ καὶ τοῦ σκληροῦ καὶ λιθώδους τὴν πλάσιν ἔχουσα.
这就是纯洁的天性,如柏拉图所说,是由无杂质的蜡塑成的,其硬度介于湿软与坚硬石质之间的中庸状态。
τί δʼ ἂν εἴποις ὅταν εἰς θεὸν ἡγεμόνα τοῦ παντὸς ἀναφέρῃ καὶ θεὸν, ᾧ μέλειν ἐκ προγόνων αὐτῶν ἐδόθη πρέπων γε πατέρων ἀγαθῶν ἀγαθὸς διάδοχος ἔκγονός τε καὶ παῖς καὶ πᾶν ὅσον προσειπεῖν ἔξεστιν.
而当他将自己归于万物的统治者之神,以及先祖们代代相传、注定要看顾他的神时,你又该说些什么呢? 他确实是优秀父亲们的优秀继承者、后裔和孩子,以及一切可以称呼他的名号。
ὦ τρὶς ἐκεῖνοι καὶ πολλάκις εὐδαίμονες, οἳ τὴν μόνην τῷ γένει τῷ τῶν ἀνθρώπων ἀποδοθεῖσαν ἀθανασίαν ἐν σοὶ καρπούμενοι, καὶ μετὰ τῆς μνήμης τῆς ἑαυτῶν κλῆρόν σοι μεγαλοπρεπέστερον τῶν ὑπό τε γῆν καὶ περὶ γῆν θησαυρῶν καταλιπόντες τὴν ἑαυτῶν δόξαν, ἧς ἐπιβιβάζει σε τὰ νῦν ἀσφαλῶς θεὸς αὐτὸς ἐπιστὰς αὐτὸν αἰτήσας
啊,那些人是三倍乃至无数倍幸福的,他们在你身上收获了赋予人类唯一的永生,并连同他们的记忆,将自己的名声作为比地下和地上的宝藏更为宏伟的遗产留给了你,而如今,神明亲自临在并亲自祈求你,将你稳稳地安放在这份名声之上。