Humanitext Reader

アイリオス・アリステイデス · 王へ §59-60

現王の寛大さと国家の安定への導き

2 / 5 箇所 · ギリシア語

要旨

前代の王たちの残虐な粛清とは対照的な現王の温厚さと寛大さを称え、彼が即位前から王国の混乱を未然に防ぎ、即位後には崩壊寸前だった国家を巧みな操舵によって安全な港へと導いた功績を論じる。

§59αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλʼ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ·
(彼らを)告発し、ある者を追放に、ある者を死刑に処したが、[彼は]これらを一切行わず、その態度を変えることもしなかった。 むしろ、彼はそのようなすべての事柄から極めて遠く離れており、虐殺や死刑を望み行うことからあまりにも隔たっているため、陰謀を企てた者たちや、公然と罪を証明された者たちでさえ、彼らのうちのある者たちは、この者の人道精神によって生き残り、生き長らえているほどである。
καὶ ταῦτʼ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας·
そして、これらは単に温厚さの現れであるだけでなく、彼がすべての人に対して敬虔に接し、名誉ある優れた人々の一部に対して妬みを抱かないことの現れであるだけでなく、恐怖によって支配が脅かされるのを恐れないこと、出来事に対して動揺しないこと、怒りや激情に対して激しやすい性質を持たないこと、むしろすべての人に対して揺るぎなく不動の心を持って接することの現れでもある。
εἰκότως.
それも当然のことである。
τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας.
なぜなら、学ぶべきことを学び、教育を受け、優れたことの何一つ怠らず、無知のままでいることもなく、むしろ徳のあらゆる部分で魂を飾り立てた者が、あらゆる過ちの外にいることは自然なことだったからである。
ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδʼ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι.
それゆえ、王もこのような教育を受け、あらゆる最も優れたものを分かち持っており、そのあるものは生まれつき彼に備わっており、他のものは教育から得られたものであるが、それは中途半端にではなく、また他の人たちのようにでもなく、それぞれが卓越した度合いに達していたため、この王位に就く前でさえ、王国にとって大いなる恵みであった。
μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο;
なぜなら、王たちの中で、この者だけに、あるいはごく少数の者にだけ、際立って備わっていたことがあるからである。 では、それは何か?
ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται·
他の王たちは、他の時間には自分たちの私事を行っており、支配の座に就いてから初めて、その国政を気遣い始める。
ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλʼ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ §60ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα.
しかし彼は、王政に対して非常に献身的であったため、最初にどのように配置されようとも、将来が不透明である中、王国の多くのことが美しくも敬虔でもないやり方で管理されており、多くの傲慢や不遜、無秩序が生じているのを見て、それらがさらに増大し進行することを許さず、まるで不健康な巨大な身体の潜伏している病や患部を治療するかのように、あるいは、気性の荒く乱暴な馬の野蛮さと不従順を抑え込むかのように、時にはその馬に引きずられながらも、しばしばその絶え間なく、理不尽で乱暴な衝動を抑え込み、制止しつつ、その馬にとって有益なことを行い、予見していたのである。
τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν.
このように、彼は王となる前において、そのような人物であった。
ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν;
しかし、すべてを管理し秩序づける摂理が、この最も公正で最も敬虔な王を王座に就かせた今、私たちが彼の優れた幸運と摂理から享受しているもののうち、何を第一に、かつ最大の神の恵みとして語ることができるだろうか。
ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλʼ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων.
彼は、すべてのものが、言ってみれば別の土地へと動かされ、移り変わり、支配が巨大な嵐や地震の中にあるように揺れ動き、さらに、あたかも沈没しかけて大地の果てへと流されていく船のようであり、そこでは、かつて支配や王権の地位にあった者たちの一部が道に迷い、次いで迷宮の中にあるように多くの困難な窮地に遭遇し、最後には退路を断たれ、引き返すこともできずに力尽きてしまった。 そのような状況を目にしながら、彼は経験のない舵手のように成り行き任せに漂流させたり危険に晒したりはせず、王たちの中で最も経験豊かで知性に優れた者のように、まずその方向への暴走を食い止め、静め、次いで港へと導いて落ち着かせたのである。
καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην * * κόσμου γε ἀρετήν.
そして今や、[支配は]激しい嵐から脱した船のように、極めて安全な場所に停泊しており、彼は支配のあり方を、まさにそうあるべき方法で、すなわち敬虔と正義、さらに思慮と自制、知恵、およびその他の秩序ある美徳をもって導き、統治している。
ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς.
なぜなら、彼は当然そうあるべきように敬虔さから始め、徳の他のあらゆる部分をも実践したからである。
τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε;
正義について、人道精神について、あるいはその他の徳について、この王が示したほどの、これほど多くの、またこれほど見事な証拠を、いったい誰が示しただろうか。
καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα.
そしてまず、彼の金銭に対する正義を見てみよう。
τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων
なぜなら、統治のために定められた税額が過大であり、課された税が……

語釈・文法注

  1. 59αἰτιασάμενοι — 直前の文の終わりにある「φοβηθέντες」(恐れて)に続く主節の動詞「ἐζημίωσαν」に係り、前代の王たちの振る舞いを描写する分詞句。本チャンク冒頭の「αἰτιασάμενοι... ἐζημίωσαν」全体が、直前の未完の文を補完する形で機能している。
  2. 59ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν — 結果の ὥστε 節において、「καὶ τῶν ἐπιβουλευόντων τινὰς...」という属格の表現の後に、「καὶ τούτους」という対格が置かれ、これが不定詞「περιεῖναι καὶ ζῆν」の意味上の主語として機能している。τούτους は先行する属格の名詞句を要約・強調する代名詞である。
  3. 59τὸν γὰρ μαθόντα ἃ χρὴ... εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας — 非人称表現「εἰκὸς ἦν」(〜なのは当然であった)に対し、「τὸν μαθόντα...」(〜を学んだ者)を意味上の主語とする対格不定詞構文(対格+γενέσθαι)が形成されている。
  4. 59τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς — 「τὴν πρώτην」は副詞的に「最初に」の意。「τεταγμένος」(配置されて)に同語源の「ταχθεὶς」が重ねられ、さらに「ὅπως ἔτυχε」(偶然に、どうであろうとも)が挟まれることで、「どのような地位に配置されようとも」という不確実な状況を強調している。
  5. 60ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων... ἔπραττεν αὐτῷ — 馬の比喩において、受動分詞「ἐκφερόμενος」(引きずられながら)と能動分詞「κατέχων」(抑えながら)が対比されている。「αὐτῷ」は馬(ἵππος)を指す与格であり、「その馬にとって(有益なことを行った)」という意味になる。
  6. 60ὃς ἁπάντων μὲν κεκινημένων... ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν... — 関係代名詞「ὃς」を主語とする非常に長い文構造。「ὃς」の後に、独立属格(ἁπάντων... κεκινημένων... さらには σαλευούσης δὲ τῆς ἀρχῆς...)や直説法過去を含む比較節(ὥσπερ νεὼς... οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες...)が挿入された後、「ταῦτα ὁρῶν」という主語に係る分詞を経て、ようやく主動詞「οὐκ εἴασεν」(許さなかった)に到達する。

この箇所を引用する

アイリオス・アリステイデス, 王へ §59-60. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0284.tlg009.humanitext-grc2:59-60

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。