§59αἰτιασάμενοι τοὺς μὲν φυγαῖς, τοὺς δὲ θανάτοις ἐζημίωσαν, οὐδὲν τούτων ἐποίησεν, οὐδὲ τὸν τρόπον μετέθετο, ἀλλʼ οὕτως ἐστὶ πάντων πόρρω τῶν τοιούτων καὶ τοσοῦτον ἀπέχει τοῦ σφαγὰς καὶ θανάτους βούλεσθαι ποιεῖν, ὥστε καὶ τῶν ἐπιβουλευόντων τινὰς καὶ τῶν φανερῶς ἐξελεγχομένων, καὶ τούτους περιεῖναι καὶ ζῆν τῇ τούτου φιλανθρωπίᾳ· καὶ ταῦτʼ οὐ μόνον πραότητός ἐστιν ἐπίδειγμα οὐδὲ τοῦ πρὸς πάντας ὁσίως ἔχειν αὐτὸν καὶ μὴ φθονερῶς διακεῖσθαι πρός τινας τῶν ἐντίμων καὶ ὑπερεχόντων, ἀλλὰ καὶ τοῦ μὴ καταπεπλῆχθαι ὑπὸ φόβων τὴν ἀρχὴν, μηδὲ ταραχωδῶς ἔχειν πρὸς τὰ συμβαίνοντα, μηδὲ ὀξύρροπον εἶναι πρός τε ὀργὴν καὶ θυμὸν, ἀλλὰ βεβαίᾳ καὶ ἀκινήτῳ χρῆσθαι τῇ διανοίᾳ πρὸς ἅπαντας·
……指控他们,并惩罚一些人流放,另一些人死刑,而他没有做这些事中的任何一件,也没有改变自己的态度,反而极其远离所有这些事情,绝不企图制造屠杀和死亡,以至于连一些阴谋反对他的人以及那些被公开定罪的人,也都因他的仁慈而存活并得以生存;这不仅表明了他的温和,以及他对所有人虔敬相待、不对任何显贵和杰出之人怀有嫉妒,也表明他的统治并未因恐惧而陷入恐慌,在变故面前不惊慌失措,也不易向愤怒和激情妥协,而是对所有人保持坚定不移的心态;而这也是理所当然的。
εἰκότως. τὸν γὰρ μαθόντα ἃ χρὴ καὶ παιδευθέντα καὶ μηδενὸς τῶν καλῶν ἀμελήσαντα μηδὲ ἀμαθῆ γενόμενον, ἀλλὰ πᾶσι τοῖς τῆς ἀρετῆς μέρεσι κατακοσμήσαντα τὴν ψυχὴν, εἰκὸς ἦν πάσης ἔξω γενέσθαι ἁμαρτίας.
因为,一个学习了该学之物、接受了教育、未忽略任何高尚之事也未变得无知、反而在灵魂中装饰了德行所有部分的人,自然应当远离一切过错。
ταύτην τοίνυν τὴν παιδείαν καὶ ὁ βασιλεὺς παιδευθεὶς καὶ πάντων τῶν καλλίστων μετασχὼν τῶν μὲν καὶ ἀπὸ φύσεως ὑπαρξάντων αὐτῷ, τῶν δὲ καὶ ἀπὸ παιδείας γενομένων, οὐ μέσως οὐδʼ ὥσπερ ἄλλοις τισὶν, ἀλλὰ πρὸς ὑπερβολὴν ἑκάστου, ἦν μὲν μέγα ὄφελος τῇ βασιλείᾳ καὶ πρὶν εἰς ταύτην καταστῆναι.
因此,国王也接受了这种教育,分享了所有最美好的事物——其中一些是天生具备的,另一些则是通过教育获得的,且并非平庸,也不像其他一些人,而是每项都达到了极致,这在他登基之前就对王国大有裨益。
μόνῳ γὰρ δὴ καὶ τούτῳ βασιλέων ἢ ἐν ὀλίγοις διαφερόντως ὑπῆρξε, τί οὖν ἐστι τοῦτο;
因为确实,在所有国王中,唯独他或极少数人特别拥有这一点;这究竟是什么呢?
ἐκεῖνοι τὸν μὲν ἄλλον χρόνον πράττουσι τὰ αὑτῶν, ἐπειδὰν δὲ εἰσέλθωσιν εἰς τὴν ἀρχὴν, τηνικαῦτα ἐπιμελεῖσθαι αὐτῆς ἄρχονται· ὁ δὲ οὕτω καθωσίωτο τῇ βασιλείᾳ ὥστε τὴν πρώτην τεταγμένος ὅπως ἔτυχε ταχθεὶς, ἀδήλου ὄντος τοῦ μέλλοντος, ὁρῶν πολλὰ τῆς βασιλείας οὐ καλῶς οὐδὲ ὁσίως διοικούμενα, ἀλλὰ πολλὴν αὐθάδειαν καὶ ὕβριν καὶ ἀκολασίαν ἐγγενομένην, οὐκ εἴα αὔξεσθαι οὐδὲ περαιτέρω χωρεῖν, ἀλλʼ ὥσπερ μεγάλου σώματος καὶ οὐχ ὑγιαίνοντος ἰώμενος τὰ ὕπουλα καὶ νενοσηκότα αὐτοῦ, ἢ καθάπερ ἵππου χαλεποῦ καὶ βιαίου κατέχων τὸ ἄγριον καὶ §60ἀπειθὲς, ἐκφερόμενος μὲν ὑπʼ αὐτοῦ, πολλάκις δὲ κατέχων καὶ ἀνακόπτων τὰς συνεχεῖς καὶ ἀλόγους καὶ βιαίους ὁρμὰς, ἔπραττεν αὐτῷ καὶ προεώρα τὰ συμφέροντα.
那些人在其他时间忙于自己的私事,一旦登基,那时才开始关心国政;而他则对王政如此奉献,以至于最初无论以何种方式被安置,在未来尚不明确之时,看到王国的许多事务管理得既不美好也不神圣,反而滋生了许多傲慢、放肆和无秩序,他便不容许它们增长或进一步蔓延,而是如同医治一个巨大且不健康的身体中隐藏的、患病的部分,又如驯服一匹烈性且暴躁之马的野蛮和不服从,虽然被它带走,却常常克制并阻挡其持续、无理且狂暴的冲动,为它谋取利益并预见其所需。
τοιοῦτος μὲν δὴ πρὸ τοῦ βασιλεῦσαι ἦν.
在统治之前,他确实就是这样的人。
ἐπεὶ δὲ ἡ τὰ πάντα διοικοῦσα πρόνοια καὶ διατάττουσα καὶ τοῦτον ἐκάθισεν εἰς τὸν βασίλειον θρόνον τὸν δικαιότατον καὶ ὁσιώτατον βασιλέων, τί ἄν τις πρῶτον καὶ μέγιστον εἰπεῖν ἔχοι ὧν τῆς ἀγαθῆς αὐτοῦ τύχης καὶ προνοίας ἀπολαύομεν;
但是,当管理并安排一切的摄理也使他坐上了王座,成为最公正、最虔敬的国王时,在所有我们从他的好运和摄理中所享受的恩惠中,谁能首要且最大地谈论什么呢?
ὃς ἁπάντων μὲν κεκινημένων καὶ μεθισταμένων, ὡς ἔπος εἰπεῖν, εἰς ἑτέραν γῆν, σαλευούσης δὲ τῆς ἀρχῆς ὥσπερ ἐν μεγάλῳ χειμῶνι ἢ σεισμῷ, κᾆτα ὥσπερ νεὼς καταδύεσθαι μελλούσης ἀποφερομένης πρὸς ἔσχατα γῆς, οὗ καὶ πρότερον ἀπεπλανήθησάν τινες τῶν ἐν ἀρχαῖς καὶ βασιλείαις γενομένων, κἄπειτα ὥσπερ ἐν λαβυρίνθῳ πολλαῖς καὶ χαλεπαῖς ἀπορίαις ἐντυχόντες, τελευτῶντες αὑτοὺς ἀπεῖπον ἀποκλεισθέντες τῆς ὀπίσω ὁδοῦ ἐπανελθεῖν μὴ δυνηθέντες, ταῦτα ὁρῶν οὐχ ὡς ἄπειρος κυβερνήτης εἴασεν ὅπως ἔτυχε φέρεσθαι οὐδὲ κινδυνεύειν, ἀλλʼ ὡς ἂν ἐμπειρότατος βασιλέων καὶ γνώμῃ προέχων πρῶτον μὲν ἐπέσχε καὶ ἔπαυσε τῆς ἐκεῖσε ὁρμῆς, ἔπειτα κατέστησεν εἰς ὅρμον ἄγων.
在万物都在动摇、仿佛转移到另一片土地,且统治如同在风暴或地震中摇晃,进而如同即将沉没的船只被冲向大地尽头——在那里,过去曾处于掌权和王位地位的一些人迷失了方向,随后如同在迷宫中遭遇了许多艰难的困境,最终因被切断退路、无法返回而放弃——看到这些,他并没有像一个毫无经验的舵手那样任其漂移或冒险,而是作为国王中最有经验且智慧卓越的人,首先制止并平息了朝那里的冲动,然后将其带向港口安顿下来。
καὶ νῦν ἡ μὲν ἐν ἀσφαλεστάτῳ ὁρμεῖ, ὥσπερ ναῦς ἐκ πολλοῦ καταστᾶσα χειμῶνος, ὁ δὲ οὕτως ἐξηγεῖται καὶ διέπει τὸ τῆς ἀρχῆς ὅνπερ χρὴ τρόπον, τὴν εὐσέβειαν μὲν καὶ δικαιοσύνην, ἔτι δὲ σωφροσύνην καὶ ἐγκράτειαν καὶ φρόνησιν καὶ τὴν ἄλλην * * κόσμου γε ἀρετήν.
而现在,统治正停泊在最安全的地方,如同在历经暴风雨后安顿下来的船只,他也以应有的方式领导和管理统治,以虔敬和正义,还有节制、自律、智慧以及其他 * * 秩序的德行。
ἤρξατο μὲν γὰρ, ὥσπερ προσήκει, ἀπὸ εὐσεβείας, διεξῆλθε δὲ καὶ διὰ τῶν ἄλλων μερῶν τῆς ἀρετῆς.
因为他正如所应当的那样,从虔敬开始,并贯穿了德行的其他部分。
τίς μὲν γὰρ δικαιοσύνης, τίς δὲ φιλανθρωπίας, τίς δὲ τῆς ἄλλης ἀρετῆς τοσαῦτα δείγματα καὶ τοιαῦτα ὅσα καὶ οἷα ὁ βασιλεὺς οὗτος ἐξήνεγκε;
对于正义、仁慈以及其他德行,有谁展示了如这位国王所展现的那么多、那么显著的证据呢?
καὶ πρῶτόν γε τὴν εἰς χρήματα δικαιοσύνην αὐτοῦ θεασώμεθα.
首先,让我们看看他在金钱方面的正义。
τῆς γὰρ συντάξεως ὑπερβαλλούσης τῆς εἰς τὴν διοίκησεν συντεταγμένης καὶ φόρων ἐπιταχθέντων
因为当用于行政的管理费过大,且征税被命令时……