§25τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων;
ギリシアのどの都市の業績が、ここよりも輝かしいだろうか。
τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν;
また、陸においても海においても、どこのものがここよりも顕著だろうか。
τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι;
また、誰の業績や行為が、より明白だろうか。
ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός·
しかし、現在は戦争の時ではない。
ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ.
したがって、そのようなことの記憶も時宜を得て語られることにはならないだろう。 ギリシア人たちが祝祭を祝い、この最も美しく最も高名な祝祭において和合しているのであるから。 この祝祭は二年ごとに二回、一つのものとして集まり、他の祝祭に比べて二倍となり、近づいてきて、他のものを追い越し、戦車競走においてポセイドンの戦車が走るのを人間である者たちが見る手段があるとするならば、まさにそのように、文字通り再び追いつくのである。 そして、共通の混酒器のもとに集まり、共に献酒をし、犠牲を捧げ、ポセイドン、アンピトリテ、パライモン、レウコテアに使節団を送るのであるから。
ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις.
それゆえ、これらのことを賛美し、語り、あなたがたがこれらに関する議論の中で時を過ごすことは、良いことであろう。
τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ·
さて、ポセイドン自身に関する事柄は、ある意味で語られ、賛美された。 私に思われるところでは、非難されるべきではない形で。
ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους·
そして、あなたがたもそのように感じているのを見ている。
καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι·
また、ゼウスにかけて、都市そのものについても、極めて簡潔に語られ得ただろう。
ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι.
しかし、私たちに残されているのは、あの二人の神、すなわちその子とその母についての、話というべきか、あるいは神話というべきか、その議論であるのを見ている。
ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος·
それについて、私は恐れ、大いに慄き、あなたがたとともにそれをどのように処理すべきか、途方に暮れている。 多くの人々に思われ、またホメロスにも同意されているように、神々の受難を私たちも信じ込まされるべきなのだろうか。 たとえば、アレスの束縛や、アポロンの隷属、ヘパイストスの海への投げ落とし、そして同様にイノの苦痛やいくつかの逃亡のようなものを。 あるいは、このようなことを言うのは神聖でも敬虔でもないのだろうか、とりわけ神々についての議論を行っているときには。 むしろ、そのような話は、イストモスやペロポネソスの外だけでなく、全ギリシアの外部へと、私たちは追放すべきなのだろうか。
καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότων
そして、必要とあらば、両方の海に行って、アタマス(彼が何者であったにせよ)と彼の狂気を、それが実在したにせよ、あるいは最悪の破滅を遂げた者たちによって偽って噂されたにせよ、洗い清め去るべきなのだろうか。
§26τῶν ταῦθʼ ἕκαστα ἡμῖν συνθέντων.
これらのことの一つ一つを私たちに仕組んだ者たちによって。
Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλʼ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις.
そしてイノは、多くの人が言うような人物としては、かつて存在もしなかったし生まれることもなかったか、あるいは、もし彼女が存在し生まれたのだとしても、この地で起こっている事柄には全く関係がなかったかである。
Λευκοθέα δὲ θεός τʼ ἦν ἀπʼ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἴονται.
しかしレウコテアは最初から直ちに女神であり、多くの人が思っているようなところから始まったのではない。
εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν.
また、たとえ彼女が「人間の声を持つもの」であったとしても、それを言った者がそう言ったように、決して凡人ではなかった。
Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα.
ホメロスはまた、神々である者たちを人間のように描き、はっきりと声を出し、人間と対話するものとした。 アテナやヘルメス、そしてポセイドン自身をも。
τὸ δʼ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρʼ ἑαυτῷ·
そこで、これに続いて、私たちが互いに語り聞き合うことは、おそらく神々にとっても喜ばしく、ふさわしいことだろう。 すなわち、ポセイドンがレウコテアを愛し、愛した上で彼女を自分のそばにとどめたということ。
ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλʼ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν·
サルモネウスの娘テュロや、アミュモネ、あるいは他の美しい女性たちに対したのと同じように。 そして彼女を波の下に隠したということ。 そして、あちらからここへの彼女の旅路は(もし私たちがこれをも受け入れるべきであるなら)、逃走して逃げ惑う者のそれではなく、あたかも婚礼の部屋として海へと赴く者のようであったということ。
οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι.
また、別の褥から生まれたその子を、彼女が奪い取って抱えて逃げたのではなく、ポセイドンへの預かり物、おもちゃ、そして贈り物として運んだのだということ。
δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν.
真実そのもの、そして彼らについて今なお語られ、行われていることが、神々に対するものであることが、これらのことがこのようなあり方をしていることを示している。
κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλʼ οὐδʼ ἂν δύναιτο γενέσθαι ποτέ·
なぜなら、悪は神々の中には存在しないし、決して存在し得ないからである。
ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον·
これらは、地上の領域へと追放されているからである。
οὐδὲ παθήματά τε καὶ συμφοραί.
受難や災いも同様である。
τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί.
受難や災いが、誰かにとって不死の始まりとなることなど、あり得ないことである。
κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν.
なぜなら、悪からは悪が生まれ、神々のわざは善いものだからである。
ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι.
それ以外のあり方は決して許されない。
ἀλλʼ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι·
もし彼女が不幸な人間であったなら、どうして神になり得ただろうか、私に言ってみよ。
εἰ δʼ ἦν θεοφιλὴς, οὐδʼ ἂν ἐδυστύχησε πώποτε.
しかし、もし神に愛される者であったなら、彼女が不幸になることなど決してなかったはずだ。
καὶ εἴ γε μὴ ἀπʼ ἀρχῆς ἦν τοιαύτη, οὐδʼ ἂν ἐγένετο μετὰ ταῦτα—εἰ γὰρ ἀπαλλάξαι κακῶν οἷοί τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπʼ αὐτοῖς ἔστι·
そして、もし最初からそのような存在でなかったなら、後からそうなったはずもない。 なぜなら、もし神々が災いから救い出すことができるのなら、災いが彼ら自身に近づくのを許さないことも可能なはずだからである。
καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸ
さらに、もし災いの代わりに善きものを与えることができるのなら、これもまた……