§23θαλάττῃ·
海において。
πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ.
そして、あらゆるものが四方から陸路および海路でここへと集まり、これこそが、現にある良きものの豊かさのため、また同時にその地にある繁栄のために、詩人たちによって古くから極めて富める地と歌われてきた所以なのである。
ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην.
というのも、ここはギリシア人の共通の市場、共同の宮廷、共同の祝祭のようなものであり、現在のこの祝祭のように、ギリシア世界が二年ごとに彼女のために集って満たすものではなく、一年を通じて、毎日毎日行われているものである。
εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ·
もし、人々の間でそうであるように、都市同士の間にも互いに対する客主関係が存在していたなら、この都市こそがいたる所でその名とこの栄誉を持っていただろう。
ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή·
なぜなら、すべての都市を自分の中に迎え入れ、再び自らから送り出し、すべての人々の共通の避難所だからである。
καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο.
それは、誰がどこへ旅立とうとも、すべての人間にとってのいわば道であり通路であり、ギリシア人の共通の都市であって、文字通り一種の母都市であり、母親そのものである。
τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν.
他のことはさておき、母親の胸におけるように心地よく、また親しみ深く憩える場所は他になく、この都市自体が、これに出会うすべての人々にとって憩いであり、避難所であり、救いなのである。
ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν·
しかし、それにしても、この都市の美と、憧れと、愛の情熱がいかに多く燃え上がっていることか。 それは、すべての人々をその心地よさで縛り上げ、すべての人々を彼女をめぐって等しく燃え上がらせるほどであり、自らの中に愛情、憧れ、親密な語らい、説得力ある誘惑を秘めており、自分自身に大いなる誇りを持つ者たちの心をも奪い去るほどである。 そして、これらに加えて、あの女神の媚薬と称されるすべてのものを語る必要があるなら、この都市は明らかにアプロディテの都市であり、私は彼女に名付けたくなるのである。
ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος.
女神がそれによってすべての人々を自らへと引き結ぶこの魔法の帯が何であれ、これこそが全ギリシアのいわば首飾りでありネックレスなのであり、またここに住まうすべてのナイアスたちのニンフの聖域であり、彼女たちが常に座し、そこから門(あなたがゼウスの門と呼びたいか、あるいはポセイドンの門と呼びたいかにせよ)を開けて進み出る、季節の女神たちの部屋なのである。
εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλους §24ἐνέπεσε ταῖς πόλεσιν, ὥσπερ ταῖς θεαῖς λέγεταί ποτε γενέσθαι ἐν ἀλλήλαις, μετὰ Ἀφροδίτης ἂν ἦν.
もし都市たちの間でかつて美をめぐる争いが生じたなら、それはかつて女神たちの間で互いに生じたと言われるように、アプロディテの側に味方したであろう。
καὶ περὶ μὲν τοῦ εἴδους τῆς πόλεως τί ἄν τις καὶ λέγοι, ὅ γε οὐδὲ οἱ πάντων ὀφθαλμοὶ χωρεῖν εἰσιν ἱκανοί;
そして都市の姿について、一体何を語り得ようか、すべての人の目をもってしてもそれを受け止めるに十分ではないというのに。
μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο ἢ τὸ ἀποτετάσθαι αὐτὴν εἰς ἁπάσας θαλάττας, καὶ συνῳκίσθαι τε αὐταῖς καὶ παρακατῳκίσθαι, οὐ τῇ μὲν, τῇ δὲ οὒ, ἀλλὰ πάσαις ὁμοίως.
さらに大きさについて、これがあらゆる海へと伸び広がっており、それらの海に隣接して建てられ、寄り添っていること――こちら側にはそうだが、あちら側にはそうではない、というのではなく、すべてにおいて等しくそうであること――以上のどんなに大きな証拠を示すことができようか。
καὶ μὴν εὐνομίας γε ὁρμητήριον ἡ πόλις ἔτι καὶ νῦν βραβεύει τὰ δίκαια τοῖς Ἕλλησι.
さらに、秩序の拠点として、この都市は今なおギリシア人たちのために正義を裁定している。
πλούτου γε μὴν καὶ πλήθους ἀγαθῶν ὅσον εἰκὸς ἐπαντλούσης αὐτῇ τῆς τε γῆς τῆς πανταχόθεν καὶ τῆς πανταχόθεν θαλάττης, οἷον ἐννάουσαν ἐν μέσοις τοῖς ἀγαθοῖς καὶ περικλυζομένην αὐτὴν, καθάπερ τινὰ ὁλκάδα ἐν κύκλῳ μεστὴν τῶν ἀγαθῶν·
さらに富と良きものの豊かさについて言えば、四方八方の陸地と四方八方の海がこれにふさわしい量を注ぎ込んでおり、あたかも良きものの中に住まい、周囲から波打たれているかのようである。 それは、周囲を良きもので満たされた商船のようである。
σοφὸν δὲ δὴ καὶ καθʼ ὁδὸν ἐλθὼν ἂν εὕροις·
そして知恵について言えば、道を歩くだけでも見出せるだろう。
καὶ παρὰ τῶν ἀψύχων μάθοις ἂν καὶ ἀκούσειας·
命なきものからさえ、学び、聞き取ることができるだろう。
τοσοῦτοι θησαυροὶ γραμμάτων περὶ πᾶσαν αὐτὴν, ὅποι καὶ μόνον ἀποβλέψειέ τις, καὶ κατὰ τὰς ὁδοὺς αὐτὰς καὶ τὰς στοάς.
どこを見渡しても、その道や列柱廊においてさえ、これほど多くの書物の宝庫が都市のいたる所にあるのだから。
ἔτι τὰ γυμνάσια, τὰ διδασκαλεῖα, καὶ μαθήματά τε καὶ ἱστορήματα.
さらに、体育場、学校、そして学問や歴史がある。
τί οὖν δεῖ Σισύφου μεμνῆσθαι, ἢ τῆς Σισύφου συνέσεως, ἢ Κορίνθου τοῦ Διὸς, ἢ Βελλεροφόντου τοῦ Ποσειδῶνος, ἢ ἄλλου του τῶν ἡρώων τε καὶ τῶν ἡμιθέων, ἢ τὰ μετὰ ταῦτα πάλιν τοὺς ἐξευρόντας σταθμά τε καὶ ζυγὰ καὶ μέτρα, καὶ τὸ ἐν τούτοις δίκαιον, καὶ τὸ ὡς ναῦν ἐναυπηγήσατο αὕτη ἡ πόλις, οὐ τριήρη μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν Ἀργὼ ἔγωγʼ ἂν φαίην.
それゆえ、シシュポスや、シシュポスの知恵、あるいはゼウスの子コリントス、あるいはポセイドンの子ベレロポン、あるいは他の英雄や半神の誰かを記念する必要がどこにあろうか。 あるいはその後に、天秤、秤、物差し、およびこれらにおける正義を発明した者たち、またこの都市がいかにして船を造ったか――三段櫂船だけでなく、あのアルゴ船そのものを造ったと私なら言いたいほどだ――を記念する必要がどこにあろうか。
ὁ γοῦν ἡγεμὼν αὐτῆς τοῦ στόλου μετὰ τὸν ἀνάπλουν τὸν ἐκεῖθεν φαίνεται δεῦρό τε καταγόμενος αὐτὴν καὶ δεῦρο ὁρμισάμενος·
実際、その遠征の指導者は、あちらからの帰還ののち、この船をここへと引き入れて、ここに係留した。
ἢ τὰ ἐν τῇ γῇ πάλιν, τὸ Πηγάσου πτερὸν λεγόμενον εἴτε ὡς ἵππου σὺ φήσεις, εἴτε καὶ ὡς ὄρνιθος· καὶ τὸν πρῶτον ἐπιτολμήσαντα αὐτῷ τὸν μετάρσιον ἱππέα.
あるいは、再び陸上のことについて、ペガソスの翼と呼ばれるもの――それをあなたが馬の翼と言うにせよ、あるいは鳥の翼と言うにせよ――、そしてその翼に乗ることを最初に敢行したあの空中を飛ぶ騎手を。
ἀλλὰ ταῦτα μὲν παλαιὰ καὶ μυθώδη·
だが、これらは古く、神話的なことである。
τά γε μὴν ἔτι καὶ νῦν μνημονευόμενα εἰρηναῖά τε ὅσα αὐτῶν καὶ πολεμικὰ
今なお記憶されているもの、平和なもの、そして戦時のものは……