§25τίνος μὲν οὐ λαμπρότερα τῶν Ἑλληνίδων;
在希腊的城市中,有哪一个的伟绩比这里更辉煌?
τίνος δὲ οὐκ ἐπισημότερα ἢ κατὰ γῆν ἢ κατὰ θάλατταν;
在陆地上或海洋上,有哪一个比这里更著名?
τίνων δὲ ἔργα καὶ πράξεις περιφανέστεραι;
又有谁的功业和行动比这里更显客?
ἀλλὰ γὰρ οὐ πολέμων ὁ παρὼν καιρός· ὥστʼ οὐδὲ ἡ μνήμη ἐν καιρῷ ἂν ἐρρήθη τῶν τοιούτων, πανηγυριζόντων τε τῶν Ἑλλήνων καὶ ὁμονοούντων ἐν τῇ καλλίστῃ τῶν πανηγύρεων τῇδε καὶ ὀνομαστοτάτῃ, διὰ δυοῖν δὶς εἰς ἓν συνιούσῃ, διπλασιαζομένῃ τε παρὰ τὰς ἄλλας καὶ προσιούσῃ, καὶ φθανούσῃ τὰς λοιπὰς καὶ αὖθις ἐπικαταλαμβανούσῃ ἀτεχνῶς ὥσπερ ἐν ἁρματηλασίαις, εἴ πως ἦν ἰδεῖν ἀνθρώποις οὖσι φερόμενον τὸ Ποσειδῶνος ἅρμα, καὶ ἐπὶ κοινὸν κρατῆρα συνιόντων καὶ σπενδόντων τε ἅμα καὶ θυόντων, καὶ θεωρίας ἀπαγόντων τῷ τε Ποσειδῶνι καὶ τῇ Ἀμφιτρίτῃ καὶ τῷ Παλαίμονι καὶ τῇ Λευκοθέᾳ.
然而,现在并不是谈论战争的时候;因此,即使是对这些事情的记忆,在此时提起也是不合时宜的,因为希腊人正在这最美丽、最著名的节日里庆祝并和谐相处。 这一节日每两年汇聚两次,与其他的节日相比规模倍增,它临近、超越其余的节日,并再次追赶上它们,简直就像在战车比赛中一样——如果凡人能有办法看见波塞冬的战车疾驰的话。 而且,人们正聚集在共同的混酒器旁,同时献酒并献祭,并向波塞冬、安菲特里忒、帕莱蒙和勒乌科忒亚送去观礼使团。
ταῦτα οὖν καὶ ὑμνεῖν καὶ λέγειν καλῶς ἂν ἔχοι καὶ διάγειν ὑμᾶς ἐν τοῖς περὶ τούτων λόγοις.
因此,赞美并述说这些事情,以及你们在关于这些事情的讨论中度过时光,将是极好的。
τὰ μὲν δὴ αὐτοῦ τοῦ Ποσειδῶνος εἴρηται τρόπον τινὰ καὶ ὕμνηται, οὐ μεμπτῶς ὥς γέ μοι δοκεῖ· ὁρῶ δὲ καὶ ὑμᾶς οὕτω διακειμένους·
关于波塞冬本人的事情,在某种程度上已经得到了述说和赞美,在我看来并非不妥;我也看到你们也有同样的感受。
καὶ νὴ Δία γε καὶ περὶ αὐτῆς τῆς πόλεως ὡς ἐν βραχυτάτῳ τις ἂν εἴποι·
而且,凭宙斯起誓,关于这座城市本身,人们也可以用最简短的语言来谈论。
ὁρῶ δὲ λοιπὸν ὄντα ἡμῖν τὸν περὶ τοῖν θεοῖν, τοῦ τε παιδὸς καὶ τῆς μητρὸς αὐτοῦ, εἴτε λόγον εἴτε καὶ μῦθον χρὴ φάναι.
但我看到,留给我们的,是关于那两位神明——那孩子和他的母亲——的讨论,无论是应该称之为论说还是神话。
ὃν ἐγὼ δέδοικα καὶ πάνυ ὀρρωδῶ τε καὶ ἀπορῶ ὅπη ποτε χρή με διαθέσθαι μεθʼ ὑμῶν, πότερα ὡς τοῖς πολλοῖς δοκεῖ καὶ Ὁμήρῳ δὲ συνδοκεῖ, θεῶν παθήματα συμπεισθῆναι καὶ ἡμᾶς, οἷον Ἄρεος δεσμὰ καὶ Ἀπόλλωνος θητείας καὶ Ἡφαίστου ῥίψεις εἰς θάλατταν, οὕτω δὲ καὶ Ἰνοῦς ἄχη καὶ φυγάς τινας, ἢ τοῦτο μὲν οὔτε ὅσιον οὔτε εὐσεβὲς εἰπεῖν, ἄλλως τε καὶ περὶ τῶν θεῶν τὸν λόγον ποιούμενον, ἀλλὰ τοῦτον μὲν τὸν λόγον ὑπεροριστέον ἡμῖν οὐ μόνον ἔξω τοῦ Ἰσθμοῦ καὶ τῆς Πελοποννήσου, ἀλλὰ καὶ ξυμπάσης τῆς Ἑλλάδος·
对此,我感到害怕,非常畏惧,并且不知该如何与你们一同处理它:是应该像大众所认为的那样,同时也像荷马所赞同的那样,让我们也相信神明的受难,例如阿瑞斯的束缚、阿波罗的服役、赫菲斯托斯被丢入大海,以及同样地,伊诺的痛苦和某些逃亡;还是说,说这些既不圣洁也不敬虔,特别是在对神明进行论说的时候,相反,我们不仅必须将这种论说驱逐出地峡和伯罗奔尼撒,甚至必须驱逐出整个希腊?
καὶ ἀποκαθαρτέον γε καὶ ἐπʼ ἄμφω ταῖν θαλάτταιν ἐλθόντας, εἰ δέοι, τὸν Ἀθάμαντα, ὅστις ποτὲ ἦν, καὶ τὴν μανίαν τὴν ἐκείνου, εἴτε οὖσαν εἴτε ψευδῶς θρυληθεῖσαν ὑπὸ τῶν κάκιστα ἀπολωλότων §26τῶν ταῦθʼ ἕκαστα ἡμῖν συνθέντων.
并且,如果有必要,我们必须前往两边的海洋,洗净阿塔马斯(无论他是谁)以及他的疯狂——无论那是真实的,还是被那些遭遇最悲惨毁灭的为我们编造了这每一件事的人所虚传的。
Ἰνὼ δὲ ἢ οὔτε ἦν οὔτε ἐγένετό ποτε ἣν οἱ πολλοί φασιν, ἢ εἴπερ ἦν καὶ ἐγένετο, ἀλλʼ οὐδέν γε προσήκουσα τοῖς τῇδε γιγνομένοις.
而伊诺,要么根本不存在,也从未像大众所说的那样出生过,要么即使她确实存在并出生了,也与这里发生的事情毫无关系。
Λευκοθέα δὲ θεός τʼ ἦν ἀπʼ ἀρχῆς εὐθὺς καὶ οὐκ ἐντεῦθεν ἤρξατο ὅθεν οἱ πολλοὶ οἴονται.
而勒乌科忒亚从一开始就是女神,并不是从大众所认为的地方开始的。
εἰ δὲ καὶ αὐδήεσσά γε ἦν, ὡς ἔφη ὁ τοῦτο εἰπὼν, ἀλλὰ βροτός γε οὐκ ἦν.
即使她如说这话的人所说的那样,是“具有人类声音的”,但她绝不是凡人。
Ὅμηρος δὲ καὶ θεοὺς ὄντας πεποίηκεν ὥσπερ ἀνθρώπους, καὶ φθεγγομένους γε ἄντικρυς καὶ ἀνθρώποις διαλεγομένους, καὶ Ἀθηνᾶν καὶ Ἑρμῆν καὶ αὐτὸν τὸν Ποσειδῶνα.
荷马甚至把神明塑造成像人类一样,能够直接发声并与人类对话,比如雅典娜、赫尔墨斯以及波塞冬本人。
τὸ δʼ ἐπὶ τούτοις καλῶς ἂν ἡμᾶς ἴσως ἔχοι καὶ φίλως τοῖς θεοῖς λέγειν τε καὶ ἀκούειν ἐν ἀλλήλοις, ἐρασθῆναι μὲν Ποσειδῶνα Λευκοθέας, καὶ ἐρασθέντα γε ἔχειν αὐτὴν παρʼ ἑαυτῷ· ὃν τρόπον καὶ Τυροῦς τῆς Σαλμωνέως καὶ Ἀμυμώνης καὶ ἄλλης τινὸς καλῆς, καὶ κρύψαι γε ταύτην ὑπὸ τῷ κύματι, τὰς δὲ ὁδοὺς αὐτῆς τὰς δεῦρο ἐκεῖθεν, εἰ ἄρα καὶ ταύτας παραδέξασθαι ἡμᾶς χρὴ, οὐ φυγῇ φευγούσης γενέσθαι, ἀλλʼ ὥσπερ ἐπὶ θάλαμον ἰούσης τὴν θάλατταν· οὐδὲ τὸν παῖδα, ὃς ἦν ἐξ ἑτέρου λέχους ἄρα, αὐτὴν φέρειν ἁρπάσασαν, ἀλλὰ παρακαταθήκην καὶ ἄθυρμα καὶ δῶρον Ποσειδῶνι.
在这之后,我们之间互相谈论并倾听也许是极好的,也是神明所乐见的:即波塞冬爱上了勒乌科忒亚,并在爱上她之后将她留在自己身边;正如对待萨尔摩纽斯之女堤洛、阿密摩涅以及其他某位美女那样,并将她藏在波涛之下;而她从那里到这里的旅程(如果我们确实也必须接受这些的话),并不是仓皇逃亡者的旅程,而是像前往海洋如前往婚房的人一样;她也没有抱走那实际上是来自另一张床的孩子,而是将其作为寄托物、玩具和礼物送给波塞冬。
δηλοῖ δὲ ὅτι ταῦτα τοῦτον ἔχει τὸν τρόπον τό τε ἀληθὲς αὐτὸ καὶ τὰ περὶ αὐτῶν ἔτι καὶ νῦν λεγόμενά τε καὶ δρώμενα ὡς περὶ θεῶν.
真理本身以及至今仍像对待神明一样对他们所进行的说和做,都表明这些事情确实是这样的。
κακὰ γὰρ οὔτε ἔστιν ἐν θεοῖς, ἀλλʼ οὐδʼ ἂν δύναιτο γενέσθαι ποτέ· ὑπερωρίσθαι γὰρ ταῦτά γε εἰς τὸν πρὸς γῆν τόπον· οὐδὲ παθήματά τε καὶ συμφοραί.
因为神明之中既没有恶,也绝不可能产生恶;因为这些已被驱逐到了靠近大地的区域;受难和灾祸也是如此。
τοσούτου δὴ τοῦτο ἂν ἀρχὴ γένοιτο τοῦ ἀθανάτου τινί.
这些怎么可能成为某人获得不朽的起点呢。
κακὰ γὰρ ἐκ κακῶν, ἀγαθὰ δὲ ἔργα τὰ θεῶν.
因为恶源自恶,而神明的作为是善的。
ἄλλως δὲ οὐδαμῆ θέμις γίγνεσθαι.
在其他情况下,这是绝不合乎天条的。
ἀλλʼ εἰ μὲν ἄνθρωπος οὐκ εὐτυχὴς ἦν, πῶς ἂν οὖν θεὸς ἐγένετο εἰπέ μοι·
但是,如果她曾是一个不幸的人类,那么请告诉我,她后来又是如何成为神明的?
εἰ δʼ ἦν θεοφιλὴς, οὐδʼ ἂν ἐδυστύχησε πώποτε.
但如果她是神明所喜爱的,她就绝不会遭遇不幸。
καὶ εἴ γε μὴ ἀπʼ ἀρχῆς ἦν τοιαύτη, οὐδʼ ἂν ἐγένετο μετὰ ταῦτα—εἰ γὰρ ἀπαλλάξαι κακῶν οἷοί τέ εἰσιν οἱ θεοὶ, μηδὲ προσελθεῖν τὰ κακὰ ἐᾶσαι ἐπʼ αὐτοῖς ἔστι· καὶ μὴν εἴ γε ἀντιδοῦναι ἀγαθὰ κακῶν, καὶ τὸ
如果她从一开始就不是神,她后来也不会变成神——因为如果神明有能力免除灾祸,那么也就不可能容许灾祸接近他们自己;而且,如果能以善物回报灾祸,那么这也……