Humanitext Reader

阿里斯·台德斯 · 致波塞冬 §23-24

赞美希腊的共同之城哥林多

第 4 段,共 6 段 · 希腊语

内容简介

演讲者赞美哥林多(地峡)作为希腊人共同的市场与母都市,强调了它与阿芙洛狄忒的深厚渊源,以及在美丽、规模、秩序、财富、智慧和神话起源等方面的卓越特质。

§23θαλάττῃ·
海洋中。
πάντα τε δεῦρο φοιτᾶν τὰ πανταχόθεν κατά τε γῆν καὶ κατὰ θάλατταν, καὶ τοῦτʼ εἶναι ὑφʼ οὗ καὶ ἐκ παλαιοτάτου ἀφνειόν τε ὕμνηται χωρίον ὑπὸ τῶν ποιητῶν, ἅμα μὲν διὰ τὸ πλῆθος τῶν παρόντων ἀγαθῶν, ἅμα δὲ καὶ διὰ τὴν ὑπάρχουσαν εὐδαιμονίαν ἐν αὐτῷ.
而且,一切事物都从四面八方通过陆路和海路汇聚于此,这也就是自古以来被诗人歌颂为富庶之地的原因,这既是因为眼前所拥有的财富之多,也是因为其中所存在的繁荣。
ἔστι γὰρ οἷον ἀγορά τις καὶ αὐλὴ κοινὴ τῶν Ἑλλήνων καὶ πανήγυρις, οὐχ ἣν διὰ δυοῖν ἐτοῖν συμπληροῖ αὐτῇ τὸ Ἑλληνικὸν, καθάπερ ἡ παροῦσα αὕτη, ἀλλʼ ἣν διὰ παντὸς ἔτους καὶ καθʼ ἡμέραν ἑκάστην.
因为这里就像是希腊人共同的市场、公共的宫廷和节日的盛会,不仅不是希腊世界每两年为了她而聚集满员的、像眼前这样的节日,而是一个贯穿全年、且在每一天都在进行的盛会。
εἰ δὲ ἦν ὥσπερ ἀνδράσιν, οὕτως δὴ καὶ πόλεσι προξενία πρὸς ἀλλήλας, τοῦτʼ ἂν εἶχεν ἡ πόλις τοὔνομα καὶ τὴν τιμὴν ταύτην ἁπανταχοῦ· ὑποδέχεται γὰρ ἁπάσας εἰς ἑαυτὴν καὶ προπέμπει πάλιν ἐξ αὑτῆς, καὶ κοινὴ πάντων ἐστὶ καταφυγή· καθάπερ τις ὁδὸς καὶ διέξοδος ἁπάντων ἀνθρώπων, ὅποι καὶ μόνον πορεύοιτό τις, καὶ κοινὸν ἄστυ τῶν Ἑλλήνων, οἷον μητρόπολίς τις ἀτεχνῶς καὶ μήτηρ αὐτὸ τοῦτο.
如果城市之间也像人与人之间一样存在着相互的客主关系,那么这座城市将在任何地方都享有这一名称和荣誉;因为她将所有的城市都迎入自己之中,又从自己之中将它们送走,是所有人共同的避难所;她就像是所有人通行的道路和出口,无论人们要去往何方,她也是希腊人共同的城市,简直就是一种母都市和母亲本身。
τά τε γὰρ ἄλλα καὶ οὐκ ἔσθʼ ὅπη τις ἀναπαύσαιτο καθάπερ ἐν μητρὸς κόλποις οὔτε ἥδιον οὔτε προσφιλέστερον, οἷον αὐτὴ ἀνάπαυλά τέ ἐστι καὶ καταφυγὴ καὶ σωτηρία πᾶσι τοῖς ἐντυγχάνουσιν.
因为除了其他方面,没有地方能像在母亲的怀抱中那样让人感到甜美和亲切地安息,这座城市本身对于所有遇到她的人来说,就是安息、避难所和拯救。
ἀλλὰ δῆτα τοῦ κάλλους αὐτῆς καὶ τῶν ἱμέρων καὶ τῶν ἐρώτων ὅσον ἐξῆπται τὸ πλῆθος, ὡς πάντας μὲν ἀναδήσασθαι τῷ ἡδεῖ, φλέγεσθαί τε ἅπαντας ἐπʼ αὐτῇ ὁμοίως, ἔχειν δὲ ἐν ἑαυτῇ φιλότητας, ἱμέρους, ὀαριστὺν, πάρφασιν, ὡς κλέψαι τὸν νοῦν καὶ τῶν μέγα ἐφʼ ἑαυτοῖς φρονούντων, καὶ εἰ δεῖ τι ἄλλο πρὸς τούτοις πάντα ὅσα λέγεται τῆς θεοῦ φάρμακα, ὡς εἶναι σαφῶς τε Ἀφροδίτης τὴν πόλιν, ἣν ἐμοὶ ἐπονομάζειν ἔπεισιν· ὅστις ποτὲ οὗτος ὁ κεστός ἐστιν, ᾧ πάντας ἡ θεὸς ἀναδεῖται πρὸς ἑαυτὴν, καὶ καθάπερ τινὰ ὅρμον καὶ περιδέραιον συμπάσης τῆς Ἑλλάδος τοῦτʼ εἶναι, καὶ τέμενος Νυμφῶν, Ναΐδων ἁπασῶν ἐνταυθοῖ ναουσῶν, καὶ θάλαμον Ὡρῶν, ᾧ πάντα τὸν χρόνον ἐγκάθηνται καὶ ὅθεν προέρχονται ἀνοιγνῦσαι τὰς πύλας εἴτε Διὸς σύ γε βούλει καλεῖν εἴτε Ποσειδῶνος.
然而,这座城市的美丽、憧憬和爱之情欲被点燃得是何等烈,以至于用甜蜜将所有人维系在一起,使所有人同样为她而燃烧,并在自身之中拥有友爱、憧憬、亲密的谈话和说服性的诱惑,以至于能偷走那些自视甚高者的心;如果除此之外还需要加上所有被称为女神的媚药之物,那么这座城市显然是属于阿芙洛狄忒的,我正想如此称呼她;无论这被称为魔带的是什么,女神用它将所有人系于自身,这就像是整个希腊的项圈和项链,也是宁芙仙女、所有居住在此处的奈阿得斯们的圣所,以及时序女神们的闺房,她们终日端坐于此,并从这里走出来开启大门——无论你愿意称之为宙斯的大门还是波塞冬的大门。
εἰ δὲ καὶ ἔρις ποτὲ περὶ κάλλους §24ἐνέπεσε ταῖς πόλεσιν, ὥσπερ ταῖς θεαῖς λέγεταί ποτε γενέσθαι ἐν ἀλλήλαις, μετὰ Ἀφροδίτης ἂν ἦν.
如果城市之间曾发生过关于美丽的争执,正如据说在女神之间曾发生过的那样,它也一定会站在阿芙洛狄忒这一边。
καὶ περὶ μὲν τοῦ εἴδους τῆς πόλεως τί ἄν τις καὶ λέγοι, ὅ γε οὐδὲ οἱ πάντων ὀφθαλμοὶ χωρεῖν εἰσιν ἱκανοί;
而关于这座城市的外貌,人们还能说些什么呢,毕竟即使是所有人的眼睛也不足以容纳她的一切。
μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο ἢ τὸ ἀποτετάσθαι αὐτὴν εἰς ἁπάσας θαλάττας, καὶ συνῳκίσθαι τε αὐταῖς καὶ παρακατῳκίσθαι, οὐ τῇ μὲν, τῇ δὲ οὒ, ἀλλὰ πάσαις ὁμοίως.
至于其规模,还有什么比她向着所有的海洋延伸、并与这些海洋共同建立且毗邻而居——并非在这一侧如此,在那一侧不如此,而是所有地方都同样如此——更大的证据呢?
καὶ μὴν εὐνομίας γε ὁρμητήριον ἡ πόλις ἔτι καὶ νῦν βραβεύει τὰ δίκαια τοῖς Ἕλλησι.
此外,作为良好秩序的基地,这座城市至今仍在为希腊人裁决公正。
πλούτου γε μὴν καὶ πλήθους ἀγαθῶν ὅσον εἰκὸς ἐπαντλούσης αὐτῇ τῆς τε γῆς τῆς πανταχόθεν καὶ τῆς πανταχόθεν θαλάττης, οἷον ἐννάουσαν ἐν μέσοις τοῖς ἀγαθοῖς καὶ περικλυζομένην αὐτὴν, καθάπερ τινὰ ὁλκάδα ἐν κύκλῳ μεστὴν τῶν ἀγαθῶν·
至于财富和好物的丰盈,既然来自四面八方的陆地和来自四面八方的海洋都向她倾注了适宜的量,她就仿佛居住在好物之中,并在其周围被波涛环绕,就像一艘四周装满好物的商船。
σοφὸν δὲ δὴ καὶ καθʼ ὁδὸν ἐλθὼν ἂν εὕροις· καὶ παρὰ τῶν ἀψύχων μάθοις ἂν καὶ ἀκούσειας· τοσοῦτοι θησαυροὶ γραμμάτων περὶ πᾶσαν αὐτὴν, ὅποι καὶ μόνον ἀποβλέψειέ τις, καὶ κατὰ τὰς ὁδοὺς αὐτὰς καὶ τὰς στοάς.
至于智慧,即使只是走在路上你也会发现它;甚至能从无生命的事物中学习和听到;无论人们往哪里看,甚至就在街道和柱廊本身,到处都有如此多的文献宝库。
ἔτι τὰ γυμνάσια, τὰ διδασκαλεῖα, καὶ μαθήματά τε καὶ ἱστορήματα.
还有体育场、学校,以及各种学问和历史。
τί οὖν δεῖ Σισύφου μεμνῆσθαι, ἢ τῆς Σισύφου συνέσεως, ἢ Κορίνθου τοῦ Διὸς, ἢ Βελλεροφόντου τοῦ Ποσειδῶνος, ἢ ἄλλου του τῶν ἡρώων τε καὶ τῶν ἡμιθέων, ἢ τὰ μετὰ ταῦτα πάλιν τοὺς ἐξευρόντας σταθμά τε καὶ ζυγὰ καὶ μέτρα, καὶ τὸ ἐν τούτοις δίκαιον, καὶ τὸ ὡς ναῦν ἐναυπηγήσατο αὕτη ἡ πόλις, οὐ τριήρη μόνον, ἀλλὰ καὶ αὐτὴν τὴν Ἀργὼ ἔγωγʼ ἂν φαίην.
那么,为什么还需要提起西绪福斯,或西绪福斯的智慧,或宙斯之子科林托斯,或波塞冬之子贝勒罗丰,或任何其他英雄与半神,或者在这些之后,那些相继发明了砝码、天平和度量衡以及其中之公正的人,还有这座城市是如何建造船只的——不仅是三段桨战船,我甚至会说还有阿尔戈号本身?
ὁ γοῦν ἡγεμὼν αὐτῆς τοῦ στόλου μετὰ τὸν ἀνάπλουν τὸν ἐκεῖθεν φαίνεται δεῦρό τε καταγόμενος αὐτὴν καὶ δεῦρο ὁρμισάμενος· ἢ τὰ ἐν τῇ γῇ πάλιν, τὸ Πηγάσου πτερὸν λεγόμενον εἴτε ὡς ἵππου σὺ φήσεις, εἴτε καὶ ὡς ὄρνιθος· καὶ τὸν πρῶτον ἐπιτολμήσαντα αὐτῷ τὸν μετάρσιον ἱππέα.
至少,那次远征的领袖在从那里航行回来后,显然将船带到了这里,并在此处停泊;又或者陆地上的事物:那所谓的飞马之翼,无论你说是马之翼还是鸟之翼,以及第一个敢于在空中驾驭它的骑手。
ἀλλὰ ταῦτα μὲν παλαιὰ καὶ μυθώδη· τά γε μὴν ἔτι καὶ νῦν μνημονευόμενα εἰρηναῖά τε ὅσα αὐτῶν καὶ πολεμικὰ
然而,这些都是古老而神话般的事物;而那些至今仍被铭记的、关于他们的和平与战争的事迹……

词汇与语法注释

  1. 23ὑφʼ οὗ — 关系代名词 οὗ 指代中性名词 χωρίον(或整件事态),与介词 ὑπό 连用,表示原因或理由(“由于它/因此被诗人歌颂为富庶之地”)。
  2. 23συμπληροῖ αὐτῇ τὸ Ἑλληνικὸν — 与格的 αὐτῇ 作为利益与格(dativus commodi)或指代哥林多(或节日本身)的地方与格,表示“希腊世界为了她而聚集满员”。
  3. 23ὡς πάντας μὲν ἀναδήσασθαι — ὡς 引导结果从句,后接不定式(ἀναδήσασθαι、φλέγεσθαι、ἔχειν)而非限定动词,表示自然或实际产生的结果(“以至于将……维系”)。
  4. 24μεγέθους γε μὴν τί ἄν τις μεῖζον τεκμήριον ποιήσαιτο — 属格 μεγέθους 是表示关系或视角的属格(关于/至于其规模),修饰后文的反问句“人们还能做出什么更大的证据”。
  5. 24τί οὖν δεῖ Σισύφου μεμνῆσθαι — 非人称动词 δεῖ 与属格(Σισύφου)和不定式(μεμνῆσθαι)连用,构成反问句。后续的宾格及不定式结构(如 ἢ τὰ μετὰ ταῦτα πάλιν...)亦受此动词结构支配或在语义上并列。

引用这一段

阿里斯·台德斯, 致波塞冬 §23-24. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg003.humanitext-grc2:23-24

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。