§21οὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν.
神はまた、アポロンやアルテミスのように、彼らを海から出現させた。
καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν.
そしてゼウスは、これらのことについて当然彼に感謝していることだろう。 なぜなら、神はレトがその事情のために常に追われさまよっているのを見過ごさず、彼の子供がほとんど無視されそうになっていたのを放っておかれなかったからである。
οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος.
また、この神は、あたかも頭から生まれたかのように、ゼウスの模倣として、彼自身から、すなわち海からアプロディテの美をもたらした。 あるいは、トロイアのイデ山について語られる物語にあるように、人間界だけでなく神々の世界においても、神がむしろ先んじていたのかもしれない。
ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ·
だが、レトに言及したところで、神が彼の兄弟のためにどれほど多くの他の恋路を共に助け遂げたかが頭に浮かんだ。
καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους.
なぜなら、イナコスの娘イオ、美しいエウロペ、そしておそらくは他にも次々と、今なお人々の間でその名が残っている者たちとの恋がそうだからである。
τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα.
そして、美しい母とともにあったあの美しい幼子を自らの子とし、彼とその母を自らの支配の共同参画者とされた。
ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία.
しかし、この話はふさわしい時期が来るまで取っておくことにして、今はポセイドンの業績がどのようなもので、どれほど偉大であり、その支配がどれほど価値あるものであるかを互いに語り合おう。
ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι.
次に、人間たちの間における彼の栄誉がどのようなもので、どれほどの価値があるかを語るのが順当であろう。
πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται.
なぜなら、大地の最も著名で名高いあらゆる場所が、ポセイドンのものと称されているからである。
ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν.
たとえば、エウクセイノス黒海の入り口、海がその最も狭い場所から大洋へと広がる場所には、そこにかの青い岩が名付けられ、かつては閉ざされていると思われていた海門があり、彼の神殿や聖域、祭壇が存在する。 また、そこから私たちのところへ流れ下る海や、アクティオンにおけるこの地のレウカタにちなんで名付けられたレウカタと呼ばれる地(これはあちらのような単なる岩ではなく、海へと大きく突き出し、大鎌の形のように半円形に長く海を塞ぎ、まさにその砂州の名がこの「大鎌」となっており、そこについて、かつてクロノスがその子供たちによって去勢されたという出来事がここで行われたという、ある伝説や神話が語られているのである)もそうである。
ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸν §22Ἑλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ.
プロポンティスとヘレスポントスを越え、キクラデスと呼ばれる島々を渡った者にとっては、エーゲ海に面した側にはエウボイアとその岬、ゲライストスの港、そして神の神殿がある。
οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου.
これはホメロスもアカイア人の帰還とイリオスからの出帆の場面で言及している。
κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή.
イオニア海への入り口には、タイナロンにある神の岬と、そこからの出帆地がある。
Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης·
またホメロスは、神が宴のためにアイガイやヘリケへと旅し、波の上を彼自身と彼の馬たちが海に触れることなく駆け抜ける様子を描いている。
ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ.
同様にして、神は人間に対しても二重の乗り物、すなわち陸上での戦車と、海上での船を提供された。
ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη·
そこには、神自身が言ったように、彼の神殿や聖域、そして香ばしい祭壇がある。
ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ.
それは彼がその兄弟ゼウスを乳を飲む者たちの元へと旅させたのと同様である。
καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ.
なぜなら、手短に言えば、言葉を矮小化しないようにするならば、すべての海岸、すべての港、そして陸と海のあらゆる部分が、ポセイドンの聖域であり、捧げ物であり、彫像であり、神域であり、神殿だからである。
οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος.
しかしながら、神にとって、イストモスにおけるこの場所ほど愛らしく、好ましく、尊い場所は他にない。
καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον.
そして私はここを、ホメロスがゼウスの宮廷と名付けたように、ポセイドンの本営、王国、宮廷、そして出撃拠点と呼ぶ。
τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇ
私は他のことからも、また神が四方八方からの海をすべてここへと向けさせ、このいわゆるイストモスを、東に対しても西に対しても同様に、両側から門を置いて開き、同時にそれらが交じり合わないように、広大な土地によってではなく、いわば狭い水路のようなもので閉じ、それぞれに自らの境界を守るように掟を定め、命じ、またそれを再び開いて、それぞれに前方の広大な空間を与えたことからも、そう推測する。 これは地上のあらゆる光景の中で最も驚異的であり、かつ最も心地よいものである。 それによって、各人が順風を得て同時に出入港し、同一の風のもとで出帆と帰港が、すべての土地の中で唯一この土地とこの……