§19καὶ ἔτι γε νάματα·
そしてさらに、流れをも(最初の神々とみなした)。
καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος
"ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε,"
καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι.
また、生成変化にあずかるすべてのものはここから生じ、それらが消滅する際には再びそこへ退くということ、そして、これが、すべてが水に帰るようにと願ったホメロスの呪いであるということ。 詩の言葉が「だが、お前たち皆、水と土になるがよい」と伝えている通りに。 また、賢者たちや詩人たちによって語られ、見出されてきた、他のすべてのそのような類いの事柄は、完全に省略されるか、あるいは少なくとも現時点ではこの程度に留めて語られることとしよう。
ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι.
しかし、すべての人に共通であり、よく知られており、すべての人の目の前にある事柄については、今また何らかの形で言及することがふさわしいであろう。
ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα.
だが、これらのこともそれ自体だけで語られるのではなく、詩人たちを証人として伴って語られるのである。
ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν.
\nなぜなら、クロノスにはその母レアーから三人の子供、すなわちポセイドンとゼウス、そしてこれらに加えて私たちが耳にする第三の者が生まれたと合意されているからである。
καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους.
そして実に、彼らはこれらの後に、最も正義にかなった分配によってこの宇宙全体を分け合って、父の領地をくじ引きで分けたのである。
Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον.
ゼウスは天とアイテール、およびその中にあるものを領有し、そこから世界を支配し、ポセイドンは海を、傷ついた第三の兄弟は地の下の場所を領有した。
θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων.
さて、今、彼らのうちどちらが自らの支配をより人間愛に満ち、より万人に共通なものとしたかを、私たち自身の中で考察してみよう。 自らの支配を誰にも全く分け与えなかった者か、あるいは、分け与えはするものの、世を去ってからでなければそうしなかった者か、それとも、生きている人々全員を受け入れ、自らとともに生き、ともにあり、ともに市民として交わることを許し、また、領地の中で最も美しいものである海を開拓して、海から、海自体から、そして海を通じて見出されるすべての善きものを享受させ、人類に対してあらゆる点で自らを提供した者であるか。
καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν;
実際、人間は、陸地だけにいた間は、地上に自生する樹木と何が異なっていただろうか。
τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι;
この神がまず海を少し開き、次いでそれを大きく押し広げる前には、人間にとって何が良いことであっただろうか。
ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι;
あるいは、見るべき何を眺め、聞くべき何を耳にすることができたろうか。
ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα §20αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ.
人間は、自分がいる地そのものさえも、足元にあるもの以外は知らず、その地の果てを知ることはおろか、その地の果て、あるいは他方の大陸、あるいは向かい側の地を知ることもなかったのである。
ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι.
\nむしろ、かつての人々は、いわゆる「幸福な者たち」と呼ばれながらも、洞窟や岩の裂け目、木々の中で、野獣のように生きていた。
ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις;
何も知らず、何も見ず、理なき動物たちと同様に、その日暮らしに必要なもの以外は何も持たなかった彼らよりも悲惨な者が、誰かいただろうか。
ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης.
しかし、この神が、自分のところへ大胆にやって来て海を利用するよう告げ、またその方法を示して、魂から恐怖を取り除いてくださったとき(人々は海を、まるで凶暴で恐ろしい野獣に対するように恐れ、自分たちも陸地全体も、風とともにいつでも海に呑み込まれてしまうのではないかと常に待ち受けていたのであるが)、その時には、海から陸地へと流れ込むおびたただしい数の恵みを、言葉で言い表すことは容易ではない。
συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν.
これら両方を一つにまとめたことこそ、ポセイドンの最大の業績であり、それらの間に友好と交流をもたらしたのである。
πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα.
以前はこのようなこともなく、陸と海は互いに敵対関係にあった。
νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι.
しかし今や、それらはこの神によって融和させられ、神は人間のためにそこに都市を築いた。 それこそが私たちが今「島々」と呼んでいるものであり、人々は海中にあっても陸地を恋しく思うことはなく、まるで陸地にいるのと何ら変わらないのである。
καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά.
そして、神はすべての存在する物と、あらゆる種類の動物を生み出された。
ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν.
そこにはまた、人間の使用のための植物もあれば、喜びや娯楽のための植物もある。
καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα οὐκ ἐπὶ καλῷ.
さらにまた、神は陸地よりもはるかに豊かな食卓を提供し、無数の安息を見出され、端的に言えば、人間を飛ぶ鳥のようなものとされた。 それは、風とともに運ばれるように定め、海を通じていわば羽のようなものを用いることであり、これを人間に与えるのを惜しまず、他のいかなるものも惜しまなかった。 神の最も年長の兄弟が、自らの支配領域に入ることを許したのはただ一人ペルセウスだけであったと言われ、それも陸や海からわずかに離れただけであり、その後にここから天を目指したベレロポンテスは、良い結末を迎えなかったのとは対照的である。
οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας·
しかし、この神は、望む者なら誰でも、男でも女でも、子供たち自身でさえも受け入れる。
καὶ ἔστι γε
そして、実に…