§21οὓς καὶ ἀνέφηνεν ἐκ τῆς θαλάττης, ὡς τόν τε Ἀπόλλω καὶ τὴν Ἄρτεμιν.
神也将他们从海中显现出来,就像阿波罗和阿耳忒弥斯一样。
καὶ τούτων μὲν ὁ Ζεὺς εἰκότως ἂν χάριν αὐτῷ εἰδείη, ὅτι οὔτε τὴν Λητὼ περιεῖδεν ἐλαυνομένην πάντα τὸν χρόνον ὑπὲρ ὧν ἐτύγχανεν, οὔτε τὴν γένναν αὐτοῦ μικροῦ γε ἐξαμεληθεῖσαν.
宙斯自然应当为此向他致谢,因为他既没有对勒托因自身处境而始终流离失所视而不见,也没有让宙斯的子嗣几乎被彻底遗忘。
οὗτος δὲ καὶ τὸ Ἀφροδίτης κάλλος ἀνήνεγκεν ἐξ ἑαυτοῦ, καθάπερ ἐκ κεφαλῆς τινος καὶ οὗτος τῆς θαλάττης κατὰ τὴν πρὸς Δία μίμησιν, εἴτε καὶ πρότερος οὗτος οὐ μόνον τὰ ἀνθρώπινα, ἀλλὰ καὶ τὰ θεῖα, ὡς ἔχει ὁ κατὰ τὴν Ἴδην τὴν Τρωικὴν λόγος λεγόμενος.
这位神明还从自身之中,仿佛从某个头部一般,模仿宙斯,从海洋中孕育出了阿芙洛狄忒的美丽,抑或他在人类和神明的事物上都更为在先,正如关于特洛伊伊达山的传说所言。
ἐπεὶ δὲ Λητοῦς ἐμνήσθημεν, εἰσῆλθέ με ὅσους καὶ ἄλλους ἔρωτας συνδιήνεγκε τῷ ἀδελφῷ· καὶ γὰρ τὸν Ἰοῦς τῆς Ἰνάχου καὶ τὸν Εὐρώπης τῆς καλῆς, τάχα δέ που καὶ ἄλλον καὶ ἄλλον, ὧν ἔτι καὶ νῦν ὀνόματα κατʼ ἀνθρώπους.
既然我们提到了勒托,我便想起了他还曾帮助他的兄弟度过了多少次其他的风流韵事;因为其中包括伊那科斯的女儿伊俄,以及美丽的欧罗巴,或许还有其他一个又一个至今在人间留名的人。
τὸν δὲ παῖδα τὸν καλὸν τὸν μετὰ τῆς μητρὸς τῆς καλῆς καὶ παῖδα ἔθετο ἑαυτῷ καὶ κοινωνοὺς τῆς ἀρχῆς ἐποιήσατο αὐτόν τε καὶ τὴν μητέρα.
他还将那位与美丽母亲在一起的美丽孩子收为自己的养子,并使力和他的母亲共同参与自己的统治。
ἀλλʼ οὗτος μὲν ὁ λόγος ἀναμένει ἡμᾶς εἰς τὸ ἐπειδὰν αὐτῷ καθήκῃ, νῦν δὲ τὰ Ποσειδῶνος ἔργα διέξιμεν ἐν ἀλλήλοις, οἷά τε καὶ ἡλίκα καὶ τὴν ἀρχὴν αὐτοῦ ὁπόσου ἀξία.
不过,这个故事且待合适之时再作探讨,现在我们先互相叙述波塞冬的功绩,它们是何等样貌、何等伟大,以及他的统治具有何等的价值。
ἐφεξῆς δʼ ἂν ἴσως εἴη καὶ τὰς τιμὰς τὰς κατʼ ἀνθρώπους ὁποῖαί τινες καὶ ὁπόσου ἄξιαι.
接下来,或许应当说明他在人类中所享有的崇敬是何种样貌、具有何等价值。
πάντα γὰρ ὁπόσα μέρη τῆς γῆς ἐπισημότατα καὶ ὀνομαστότατα Ποσειδῶνι ἐπιπεφήμισται.
因为大地上所有最著名、最显赫的地方都被冠以波塞冬之名。
ἐπὶ μὲν ταῖς εἰσβολαῖς τοῦ Εὐξείνου πόντου ᾗ τὸ στενότατον τῆς θαλάττης ἀναπετάννυσιν ἐξ αὑτοῦ τὴν πολλὴν θάλατταν, καὶ πέτρα τε κυανέα αὐτόθι ὠνόμασται καὶ πύλαι θαλάττης πρότερον εἶναι κλεισταὶ δοκοῦσαι, ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμοὶ, ἄλλα τε καὶ ἡ καταίρουσα πρὸς ἡμᾶς ἐκεῖθεν θάλαττα, Λευκάτα τε οὕτως ἐπωνομασμένη κατὰ τὴν ἐνταυθοῖ Λευκάτα τὴν ἐπὶ τῷ Ἀκτίῳ, οὐ πέτρα τις οὖσα ὥσπερ αὕτη, ἀλλὰ γῆ πολλὴ προχωροῦσα εἰς θάλατταν, προχωννύουσα ἐπὶ πολὺ αὐτὴν σχήματι κυκλοτερεῖ ἐξ ἡμισείας, δρεπάνης τινὰ τρόπον ἀτεχνῶς ὡς καὶ τὸ ὄνομα εἶναι τοῦτο τῇ προχώσει, καὶ λέγεσθαί γε ἐπʼ αὐτῷ καὶ λόγον τινὰ καὶ μῦθον, ὡς ἄρα ἐνταῦθα ἐπράχθη τὸ ἔργον τὸ περὶ τὸν Κρόνον ὑπὸ τῶν παίδων αὐτοῦ, τὸ περὶ τὴν ἐκτομήν. ὑπερβάντι δὲ τὴν Προποντίδα καὶ τὸν
例如,在黑海的入口处,海面从最狭窄的地方向外敞开成为大洋,那里有被称为“青色岩石”的地方,以及此前被认为关闭着的“海之门”,还有他的神殿、圣域和祭坛;此外,还有从那里流向我们的海洋,以及因阿克提乌姆此处的莱乌卡塔而得名的莱乌卡塔(这并非像那处一样的岩石,而是向海中延伸的大片陆地,以半圆形的轮廓长距离筑起,简直像一把镰刀,以至于这片沙洲被赋予了这个名字,并且关于它还流传着一个故事和神话,即克罗诺斯被其子嗣去势的事件正是发生于此)。
§22Ἑλλήσποντον, καὶ διαβάντι τὰς νήσους τὰς Κυκλάδας καλουμένας κατὰ μὲν τὴν πρὸς τῷ Αἰγαίῳ θάλατταν ἥ τε Εὔβοια καὶ τὰ ἄκρα αὐτῆς, ὁ ἐν Γεραιστῷ λιμὴν, καὶ ἱερὸν τοῦ θεοῦ.
越过普罗波恩蒂斯和赫勒斯滂,穿越被称为基克拉泽斯的群岛,在面向爱琴海的一侧,有优卑亚及其海岬、格莱斯图斯的港口以及这位神明的神殿。
οὗ καὶ Ὅμηρος μέμνηται ἐν Ἀχαιῶν νόστῳ καὶ τῷ ἀπόπλῳ τῷ ἐξ Ἰλίου.
荷马在描写阿开亚人从伊利翁起航归返时也提到了此处。
κατὰ δὲ τὰς εἰσβολὰς τὰς εἰς τὸν Ἰόνιον ἥ τε ἐπὶ Ταινάρῳ ἄκρα τοῦ θεοῦ καὶ ἡ αὐτόθεν ἀναγωγή.
而在进入爱奥尼亚海的入口处,有位于泰纳龙的这位神明的海岬以及从那里启航的地点。
Ὅμηρος δὲ καὶ εἰς Αἰγὰς καὶ Ἑλίκην ἀποδημοῦντα πεποίηκεν αὐτὸν ἐπὶ δαῖτα, καὶ ἄνωθεν ἐπὶ τῶν κυμάτων ἐπιθέοντα αὐτόν τε καὶ τοὺς ἵππους αὐτοῦ, οὐ προσαπτομένους τῆς θαλάττης· ὃν τρόπον καὶ τῷ ἀνθρώπῳ διπλοῦν ὄχημα ὑπέθηκεν, ἅρμα μὲν ἐν γῇ, ναῦν δὲ ἐν θαλάττῃ.
荷马还写道,他前往埃盖和赫利凯参加宴会,他自己和他的骏马在波涛之上奔驰,不沾海水;同样,他也为人类提供了双重载具:陆上的战车与海上的船只。
ἔνθα ἱερά τε αὐτοῦ καὶ τεμένη καὶ βωμὸς θυήεις, ὡς αὐτὸς οὗτος ἔφη· ὃν τρόπον καὶ εἰς γαλακτοφάγους τὸν Δία τὸν ἀδελφὸν αὐτοῦ.
正如他自己所说,那里有他的神殿、圣域和香气四溢的祭坛;就像他对待其兄弟宙斯前往“饮乳者”那里一样。
καθάπαξ μὲν γὰρ εἰ δεῖ μὴ κατασμικρύνειν τὸν λόγον, πᾶσαι μὲν ἀκταὶ, πάντες δὲ λιμένες καὶ πάντα μέρη τῆς γῆς καὶ τῆς θαλάττης ἱερὰ Ποσειδῶνος καὶ ἀναθήματα καὶ ἀγάλματα καὶ τεμένη καὶ νεῴ.
因为简而言之,如果我们不愿将话语说得太狭隘,那么所有的海岸、所有的港口以及陆地和海洋的所有部分,都是波塞冬的圣地、献纳品、神像、圣域和神殿。
οὐ μὴν οὕτω γε φίλον οὐδὲν οὐδὲ ἀγαπητὸν αὐτῷ οὔτε τίμιον, ὡς ὁ Ἰσθμοῖ οὗτος καὶ ὅδε ὁ χῶρος.
然而,对我而言,没有什么比这里的地峡和这个地方更亲切、更可爱、也更尊贵。
καὶ τοῦτʼ ἐγὼ καὶ ἀρχεῖα Ποσειδῶνος καλῶ καὶ βασιλείαν καὶ αὐλὴν, ὥσπερ Ὅμηρος τὴν Διὸς αὐλὴν ὠνόμασε, καὶ ὁρμητήριον.
我将此处称为波塞冬的行辕、王国和宫廷——正如荷马命名宙斯的宫廷一样——以及他的集结基地。
τεκμαίρομαι δὲ τοῖς τε ἄλλοις καὶ ὅτι πᾶσαν τὴν πανταχόθεν θάλατταν ἐπέστρεψε δεῦρο, πύλας ἑκατέρωθεν ἐπιθεὶς καὶ ἀναπετάσας αὐτῇ τὸν ἰσθμὸν τοῦτον καλούμενον, πρός τε ἕω καὶ πρὸς ἑσπέραν ὁμοίως, συγκλείσας τε ἅμα, ὡς μὴ ἐπιμίγνυντο, οὐ πολλῷ τινι μέτρῳ γῆς, ἀλλʼ οἷον αὐλῶνι στενῷ, καὶ νόμον θεὶς καὶ τάξας ἐπʼ αὐταῖς φυλάττειν τὰ ἑαυτῆς ὅρια ἑκάστην, καὶ ἀναπετάσας πάλιν καὶ δοὺς πολλήν τινα τὴν πρόσω εὐρυχωρίαν ἑκάστῃ, θεαμάτων ἁπάντων ὁπόσα ἐν γῇ παραδοξότατόν τε ὁμοῦ καὶ ἥδιστον, εἰσπλεῖν τε καὶ ἐκπλεῖν ἐν τῷ αὐτῷ ἐξ οὐρίων ἑκάστους, καὶ ὑπὸ τοὺς αὐτοὺς ἀνέμους ἀναγωγάς τε καὶ καταγωγὰς γίγνεσθαι ἐν μόνῃ τῶν πασῶν τῇ γῇ ταύτῃ καὶ τῇ
我之所以如此推断,除了其他证据外,还因为他将来自四面八方的整个海洋都引向此处,在两旁设置门户,并向着东方和西方同样敞开了这被称为地峡的通道;同时他又将它们合拢,使之不相混合,所用的并非大片的土地,而好似一条狭窄的管道;他还制定了法律,命令它们各自守护自己的边界,并再次敞开,赐予它们各自前方广阔的空间——这是大地上所有景象中最奇妙也最令人愉悦的——使每个人都能在同一时间乘顺风驶入和驶出,并在同一风向下进行启航和靠泊,这在世界上所有的土地中,唯有在这片土地和……