Humanitext Reader

阿里斯·台德斯 · 致波塞冬 §19-20

海洋的统治与对人类文明的赐福

第 2 段,共 6 段 · 希腊语

内容简介

作者结合古代哲学与诗歌阐述水(海洋)作为宇宙根基的重要性,并对比了克罗诺斯三个儿子分得的领地,论证波塞冬对海洋的统治最具人道与慷慨。他高度赞美海洋将人类救离野兽般的生活,并赋予人类无数的文明福祉。

§19καὶ ἔτι γε νάματα·
而且还有溪流(他们也视之为神)。
καὶ εἶναί τε πάντα ἐνθένδε ὁπόσα γενέσεως μέτοχα καὶ ἀπιέναι πάλιν ἐκεῖσε κατὰ τὴν φθορὰν αὐτῶν, καὶ τοῦτʼ εἶναι τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου εἰς ὕδωρ πάντα ἐλθεῖν, ὡς ἔχει καὶ τὸ ἔπος "ἀλλʼ ὑμεῖς γε πάντες ὕδωρ καὶ γαῖα γένοισθε," καὶ ὅσα ἄλλα τοιουτότροπα ὑπό τε ἀνδρῶν καὶ ποιητῶν σοφῶν εἴρηταί τε καὶ ἐξεύρηται, ταῦτα μὲν ἤτοι τέλεον ἡμῖν παρείσθω ἢ ἐπὶ τοσοῦτον εἰρήσθω ἐν γοῦν τῷ παρόντι.
并且所有参与生成的事物都源于此,并在其毁灭时再次回归该处,而这就是荷马在祈咒万物皆化为水时的诅咒,正如诗句所云:“愿你们所有人都化为水和土,”以及由智者和诗人所说、所发现的其他所有此类事情,让我们要么完全忽略,要么至少在目前只说到这个程度。
ἃ δέ ἐστι κοινὰ πάντων καὶ γνώριμα καὶ ἐν τοῖς πάντων ὀφθαλμοῖς, τούτων δὲ καὶ νῦν ἄν πως πρέποι μνησθῆναι.
而那些对所有人来说都是共同的、众所周知的、且在所有人眼前的事物,现在以某种方式提及它们也是合适的。
ἔστι δὲ οὐδὲ ταῦτα καθʼ ἑαυτὰ, ἀλλὰ καὶ ταῦτα σὺν μάρτυσι τοῖς ποιηταῖς λεγόμενα.
然而,即使是这些事物,也不是凭空而论的,而是同样伴随着作为证人的诗人们而被讲述的。
ὁμολογεῖται μὲν γὰρ Κρόνῳ τρεῖς παῖδας γενέσθαι ἐκ Ῥέας τῆς μητρὸς αὐτῶν, Ποσειδῶν καὶ Ζεὺς καὶ τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν.
\n因为大家公认,克罗诺斯由其母亲瑞亚生了三个儿子:波塞冬、宙斯,以及在他们之后我们所听到的第三个儿子。
καὶ δῆτα διαλαχεῖν ἐπὶ τούτοις τὸν κλῆρον τοῦ πατρὸς, τὸ πᾶν τοῦτο νομῇ δικαιοτάτῃ δασαμένους.
而且确实,他们在这些之后,通过最公正的分配划分了整个宇宙,抓阄分得了父亲的遗产。
Δία μὲν σχεῖν τόν τε οὐρανὸν καὶ τὸν αἰθέρα καὶ τὰ ἐν τούτοις, καὶ αὐτόθεν ὁρμᾶσθαι, τὸν δὲ Ποσειδῶ τὴν θάλατταν, τὸν δὲ τρίτον ἀδελφὸν τὸν ὑπὸ γῆς τόπον.
宙斯占有了天空、以太以及其中的万物,并以此为统治的起点;波塞冬占有了海洋;而第三个兄弟则占有了大地底下的处所。
θεασώμεθα δὴ νῦν ἐν ἡμῖν αὐτοῖς πότερος αὐτῶν τὴν ἀρχὴν φιλανθρωποτέραν ἐποιήσατο τὴν αὑτοῦ καὶ κοινοτέραν, πότερον ὁ μηδὲ μεταδοὺς μηδὲν αὐτῆς μηδενὶ, ἢ ὁ μεταδιδοὺς μὲν, οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι, ἢ ὁ ζῶντάς τε ὑποδεχόμενος ἅπαντας καὶ παρέχων ἑαυτῷ συζῆν καὶ συνεῖναί τε καὶ συμπολιτεύεσθαι, καὶ ἐπεργάζεσθαι τὸν κάλλιστον τῶν κλήρων τὴν θάλατταν, καὶ πάνθʼ ὅσα ἀγαθὰ ἀπὸ θαλάττης ἔκ τε αὐτῆς καὶ διʼ αὐτῆς ἐξεύρηται, καὶ δοὺς ἑαυτὸν εἰς ἅπαντα τῷ γένει τῷ τῶν ἀνθρώπων.
现在让我们在我们自己当中观察一下,他们之中哪一位使自己的统治对人类更具仁爱、更为开放:是那个完全不与任何人分享其统治的,还是那个虽然分享,但非得等到离世之后才分享的,或者是那个接纳所有活着的人、允许他们与自己共同生活、共处并共享公民生活,并且开垦所有份地中最美丽的海洋,享受从海洋中、自海洋本身及通过海洋所发现的所有美好事物,并在一切事情上将自己奉献给人类的?
καὶ μὴν ἄνθρωπός γε τί μὲν τῶν δένδρων διέφερε τῶν ἐν τῇ γῇ τῶν αὐτοφυῶν, ἕως ἐν γῇ μόνον ἦν;
事实上,只要人类仅在陆地上,他们与地上自生的树木又有什么区别呢?
τί δὲ ἦν αὐτῷ καλὸν, πρὶν παρανοῖξαι τὸν θεὸν τοῦτον τὴν θάλατταν, ἔπειτα δὲ καὶ ἀναπετάσαι;
在这位神明首先稍稍开启海洋、继而将其彻底敞开之前,人类能有什么美好?
ἢ τί μὲν ἰδεῖν, τί δὲ ἀκοῦσαι;
或者能看到什么,听到什么?
ὃς οὐδὲ τὴν γῆν αὐτὴν ἐν ᾗ ἦν ἠπίστατο, πλὴν τὰ ἐν ποσὶν, οὐχ ὅπως τὰ πέρατα
人类甚至不了解自己所处的土地,除了脚下的事物之外,更不用说这片土地的尽头,或是另一块大陆,或是对岸了。
§20αὐτῆς, ἢ τὴν ἑτέραν ἤπειρον, ἢ τὴν καταντικρύ. ἀλλʼ ἔζων τρόπον θηρίων οἱ πρότερον ἐκεῖνοι, κατὰ χειὰς καὶ χηραμοὺς καὶ δένδρα, οἱ μακάριοι καλούμενοι.
\n相反,以前的那些人,虽然被称为“幸福的人”,却以野兽的方式生活在洞穴、岩隙和树木中。
ὧν τί ἦν ἀθλιώτερον, μήτε εἰδότων μηδὲν μήτε ἑορακότων μήτʼ ἐχόντων, πλὴν ὅσα ἐφʼ ἡμέραν ἑκάστην ἐπʼ ἴσης τοῖς ἀλόγοις ζώοις;
比起他们,还有谁更悲惨呢? 他们一无所知,一无所见,一无所有,除了像无理性的动物一样仅够维持每天生活的东西。
ἐπειδὴ δὲ ἀνεῖπεν οὗτος ὁ θεὸς φοιτᾶν παρʼ αὑτὸν θαρρούντως καὶ ἐπινέμεσθαι τὴν θάλατταν, καὶ τρόπον τε ὑπέδειξε διʼ ὅτου καὶ τὸ δεῖμα ἐξεῖλε τῆς ψυχῆς, ὃ καθάπερ πρὸς θηρίον δεινόν τε καὶ φοβερὸν εἶχον τὴν θάλατταν συναρπασθήσεσθαι προσδοκῶντες ἀεὶ καὶ αὐτοὶ καὶ τὴν γῆν σύμπασαν ἅμα τοῖς ἀνέμοις βλέποντες, τηνικαῦτα δὲ οὐδὲ εἰπεῖν τῷ λόγῳ ῥᾴδιον τὸ πλῆθος τῶν ἀγαθῶν τῶν φοιτώντων εἰς τὴν γῆν παρὰ τῆς θαλάττης.
但是,当这位神明宣告人们可以毫无畏惧地来到他这里并利用海洋,并指明了方法,消除了灵魂中的恐惧时——人们曾像对待凶猛可怕的野兽一样害怕海洋,总是预料着自己以及整个陆地会随时随风被吞噬——那时,用言语就很难表达从海洋流向陆地的重重恩泽了。
συνελθεῖν τε εἰς ταυτὸν ἄμφω ταῦτα τὸ μέγιστον ἔργον Ποσειδῶνος, καὶ φιλίαν αὐτοῖς γενέσθαι καὶ ἐπιμιξίαν.
而将这两者融为一体是波塞冬最伟大的功绩,并在它们之间建立了友谊与交往。
πρότερον δὲ οὐδὲ τοῦτο ἦν, ἀλλὰ πολεμίω ἤστην ἀλλήλοιν ἥ τε γῆ καὶ ἡ θάλαττα.
以前甚至没有这种事,陆地和海洋互为敌人。
νυνὶ δὲ συνῳκισθήτην ὑπὸ τοῦ θεοῦ τούτου καὶ πόλεις τε ἐπολίσατο τοῖς ἀνθρώποις αὐτόθι, ἃς δὴ νήσους νυνὶ καλοῦμεν, ὡς μηδὲ ἐν θαλάττῃ ποθεῖν τὴν γῆν, μηδὲ ἄλλο τι ἢ ἐν γῇ εἶναι.
但现在,它们在这位神明的调和下共同相处,神明还在那里为人类建造了城市,也就是我们现在所说的“岛屿”,以至于人们即使在海中也不会思念陆地,而且感觉就像在陆地上一样。
καὶ πάντα τὰ ὄντα ἀνῆκε καὶ ζῶα παντοδαπά. ὅπου δὲ καὶ φυτὰ τὰ μὲν εἰς χρῆσιν τῷ ἀνθρώπῳ, τὰ δὲ καὶ τέρψιν τε καὶ ἡδονήν.
神明还孕育了所有存在的事物和各种各样的动物,那里还有植物,有些供人类使用,有些则供人消遣和娱乐。
καὶ μὴν καὶ τράπεζαν πολλῷ ἀφθονωτέραν παρέθηκε τῆς γῆς, ἀναπαύλας τε μυρίας ἐξεῦρε, καὶ τὸν ἄνθρωπον ἁπλῶς εἰπεῖν πτηνὸν ἀπέδειξε, μόνον οὐχ ὡς πτεροῖς τισι διὰ τῆς θαλάττης χρώμενον, τάξας μετὰ τῶν ἀνέμων φέρεσθαι, καὶ οὐδὲ τούτου φθονήσας, οὐχ ὅπως ἄλλου τινὸς, οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς αὐτοῦ ἕνα τὸν Περσέα παρεῖναι λέγεται εἰς τὴν ἀρχὴν τὴν αὐτοῦ, καὶ τοῦτον μικρὸν ἀπέχοντα τῆς γῆς καὶ τῆς θαλάττης, καὶ τὸν Βελλεροφόντην τὸν ἐνθένδε μετὰ ταῦτα οὐκ ἐπὶ καλῷ.
此外,他提供了比陆地丰富得多的餐桌,发现了无数的安息方式,简而言之,他使人类成为了像飞鸟一样的生物,几乎是在通过海洋使用某种羽翼,让他们顺风而行;神明不仅没有对此吝啬,更没有对其他任何事情吝啬,而不像他的大哥那样,据说只允许珀耳修斯一人进入他的统治范围,而且那还是在稍微离开陆地和海洋的距离,以及此后从这里飞天的贝勒罗丰,但结局并不美妙。
οὗτος δὲ πάντα τινὰ τὸν βουλόμενον καὶ ἄνδρα καὶ γυναῖκα καὶ αὐτοὺς τοὺς παῖδας· καὶ ἔστι γε
而这位神明则允许任何想要的人,无论是男人、女人,还是孩子们自己;而且确实……

词汇与语法注释

  1. §19καὶ ἔτι γε νάματα· — 省却了前句中动词“ἐνόμιζον”(认为/视作)的名词短语。表示古代先驱们不仅将泉水和河流,还将“溪流”(νάματα)视为最早、最伟大的神明。
  2. §19τὴν ἀρὰν τὴν Ὁμήρου ἐπαρωμένου — “ἀρά”可意为“祈祷”或“诅咒”,此处具体指荷马《伊利亚特》(7.99)中墨涅拉俄斯所发的诅咒,即希望希腊战士们重新化为水和土。
  3. §19τρίτος ὃν ἐπὶ τούτοις ἀκούομεν — 指代冥界之神哈迪斯的委婉说法。“在他们之后我们所听到的第三个”这一表述,反映了古典时期因对死者统治者的敬畏而避免直接提及冥王真名的习惯。
  4. §19οὐ πρότερον δὲ πρὶν ἢ οἴχεσθαι — 修饰分词“μεταδιδούς”,指哈迪斯在人们“离世”(即死亡)之前决不与人分享或接纳他们进入其领地(冥界),这与波塞冬接纳活人并分享海洋的慷慨形成鲜明对比。
  5. §20οὐχ ὥσπερ ὁ πρεσβύτατος ἀδελφὸς — 将波塞冬的慷慨与他“大哥”(宙斯)的限制性态度进行对比,据说宙斯仅允许珀耳修斯进入其天空的领地,而贝勒罗丰则遭遇了悲惨的结局。

引用这一段

阿里斯·台德斯, 致波塞冬 §19-20. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0284.tlg003.humanitext-grc2:19-20

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。