Humanitext Reader

ストラボン · 地理誌 §9.5.5-9.5.6

アキレウスの支配領域と諸都市の比定

303 / 577 箇所 · ギリシア語

要旨

ホメロスのカタログに基づきアキレウスの支配下の地名や部族の比定を論じる。特にペラスギコン・アルゴス、フティア、ヘラスの位置や実態について古代の諸説を比較・検討する。

§9.5.5πρώτους δὴ καταλέγει τοὺς ὑπʼ Ἀχιλλεῖ τοὺς τὸ νότιον πλευρὸν κατέχοντας καὶ παρακειμένους τῇ τε Οἴτῃ καὶ τοῖς Ἐπικνημιδίοις Λοκροῖς ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνʼ ἐνέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί.
じつに最初に、彼(詩人)はアキレウスの配下にある人々、すなわち南側を占め、オイテ山やエピクネミディア・ロクリス地方に隣接する人々を列挙している。 ὅσσοι τὸ Πελασγικὸν Ἄργος ἔναιον, οἵ τʼ Ἄλον οἵ τʼ Ἀλόπην οἵ τε Τρηχῖνʼ ἐνέμοντο, οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα καλλιγύναικα, Μυρμιδόνες δὲ καλεῦντο καὶ Ἕλληνες καὶ Ἀχαιοί. 「ペラスギコン・アルゴスに住んでいた者たち、ハロスやアロペ、トレキスを領有していた者たち、フティアと美わしき女たちの国ヘラスを領有していた者たち、彼らはミュルミドネス人、ヘレネス人、アカイア人と呼ばれていた。
συζεύγνυσι δὲ τούτοις καὶ τοὺς ὑπὸ τῷ Φοίνικι καὶ κοινὸν ἀμφοῖν ποιεῖ τὸν στόλον.
」そして、これらの人々にフェニクス配下の人々をも結びつけ、両者に共通の遠征軍としている。
ὁ μὲν οὖν ποιητὴς οὐδαμοῦ μέμνηται Δολοπικῆς στρατιᾶς κατὰ τοὺς περὶ Ἴλιον ἀγῶνας·
さて、詩人はイリオスをめぐる戦いの間、ドロピア人の軍勢についてどこにも言及していない。
οὐδὲ γὰρ αὐτῶν τὸν ἡγεμόνα Φοίνικα πεποίηκεν εἰς τοὺς κινδύνους ἐξιόντα, καθάπερ τὸν Νέστορα·
というのも、彼は彼らの指導者であるフェニクスが、ネストルのように危険の中に出て行くようには描いていないからである。
ἄλλοι δʼ εἰρήκασι, καθάπερ καὶ Πίνδαρος μνησθεὶς τοῦ Φοίνικος ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον.
しかし他の者たちはそう述べており、ピンダロスもフェニクスに言及してこう言っている。 ὃς Δολόπων ἄγαγε θρασὺν ὅμιλον σφενδονᾶσαι, ἱπποδάμων Δαναῶν βέλεσι πρόσφορον. 「彼は、馬を駆るダナオス人の放つ矢に対抗しうる、投石機を用いる勇敢なドロピア人の群れを率いた。
τοῦτο δὴ καὶ παρὰ τῷ ποιητῇ κατὰ τὸ σιωπώμενον, ὡς εἰώθασι λέγειν οἱ γραμματικοί, συνυπακουστέον.
」このことは、文法家たちがよく言うように、詩人の作品においても「沈黙のうちに」(暗黙のうちに)理解されねばならない。
γελοῖον γὰρ τὸ τὸν βασιλέα μετέχειν τῆς στρατείας, τοὺς δʼ ὑπηκόους μὴ παρεῖναι·
というのも、王が遠征に参加しているのに、その臣下たちがそこにいないというのは滑稽だからである。
οὐδὲ γὰρ συστρατεύειν ἂν τῷ Ἀχιλλεῖ δόξειεν, ἀλλὰ μόνον ἐπιστάτης καὶ ῥήτωρ ἕπεσθαι, εἰ δʼ ἄρα, σύμβουλος.
そうでなければ、彼はアキレウスとともに遠征しているようには見えず、ただ教育係や弁舌家として、あるいはせいぜい助言者として従っているだけに見えるからである。
τὰ δʼ ἔπη βούλεται καὶ τοῦτο δηλοῦν·
そして(ホメロスの)詩句もまたこのことを示そうとしている。
τοιοῦτον γὰρ τὸ μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων. ταῦτα λέγων.
すなわち、 μύθων τε ῥητῆρʼ ἔμεναι πρηκτῆρά τε ἔργων. 「言葉の語り手となり、また行いの実行者となるように」と語っているのは、そのような意味だからである。
§9.5.6εἴρηται τό τε ὑπὸ τῷ Ἀχιλλεῖ νικι·
アキレウスの配下にある地域については述べられた。
αὐτὰ δὲ λεχθέντα περὶ τῶν ὑπʼ ἐν ἀντιλογίᾳ ἐστί.
しかし、その配下の人々について語られている事柄は、議論の分かれるところである。
τό τε Ἄργος τὸ Πελασγικὸν καὶ πόλιν δέχονται Θετταλικὴν περὶ Λάρισαν ἱδρυμένην ποτὲ νῦν δʼ οὐκέτι οὖσαν· οἱ δʼ οὐ πόλιν ἀλλὰ τὸ τῶν Θετταλῶν πεδίον οὕτως ὀνοματικῶς λεγόμενον, θεμένου τοὔνομα Ἄβαντος ἐξ Ἄργους δεῦρʼ ἀποικήσαντος.
というのも、ペラスギコン・アルゴスについて、ある人々は、かつてラリサの近くに築かれたが現在はもはや存在しないテッサリアの都市であると解釈し、別の人々は都市ではなく、アルゴスからここに移住してきたアバスがその名を付けたことによって、そう固有名詞として呼ばれるようになったテッサリアの平原であると解釈するからである。
Φθίαν τε οἱ μὲν τὴν αὐτὴν εἶναι τῇ Ἑλλάδι καὶ Ἀχαΐᾳ, ταύτας δʼ εἶναι διατεμνομένης τῆς συμπάσης Θετταλίας θάτερον μέρος τὸ νότιον· οἱ δὲ διαιροῦσιν.
またフティアについては、ある人々はそれがヘラスおよびアカイアと同じものであり、これらはテッサリア全体が二分されたときのもう一方の側、すなわち南部を構成していると言うが、別の人々はこれらを区別している。
ἔοικε δʼ ὁ ποιητὴς δύο ποιεῖν τήν τε Φθίαν καὶ τὴν Ἑλλάδα ὅταν οὕτως φῇ οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα, ὡς δυεῖν οὐσῶν·
そして、詩人は以下のように言うとき、フティアとヘラスを二つの異なるものにしているように見える。 οἵ τʼ εἶχον Φθίην ἠδʼ Ἑλλάδα, 「フティアとヘラスを領有していた者たち」とあり、まるで二つあるかのようである。
καὶ ὅταν οὕτως φεῦ ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, Φθίην δʼ ἐξικόμην, καὶ ὅτι πολλαὶ ς εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε.
また次のようにも言っている。 φεῦ ἔπειτʼ ἀπάνευθε διʼ Ἑλλάδος εὐρυχόροιο, Φθίην δʼ ἐξικόμην, 「ああ、そのとき私は広々としたヘラスを遠く逃れて、フティアへと至った。 」そしてまた次のようにも。 πολλαὶ ς εἰσὶν ἀνʼ Ἑλλάδα τε Φθίην τε. 「ヘラスとフティアには多くの女たちがいる。
ὁ μὲν οὖν ποιητὴς δύο ποιεῖ, πότερον δὲ πόλεις ἢ χώρας οὐ δηλοῖ.
」このように、詩人はこれらを二つにしているが、それらが都市であるのか地域であるのかは明らかにしていない。
οἱ δʼ ὕστερον τὴν Ἑλλάδα οἱ μὲν εἰπόντες χώραν διατετάσθαι φασὶν τὰς Θήβας τὰς Φθιώτιδας ἀπὸ Παλαιφαρσάλου (ἐν δὲ τῇ χώρᾳ ταύτῃ καὶ τὸ Θετίδειον ἔστι πλησίον τῶν Φαρσάλων ἀμφοῖν τῆς τε παλαιᾶς καὶ τῆς νέας, κἀκ τοῦ Θετιδείου τεκμαιρόμενοι τῆς ὑπὸ τῷ Ἀχιλλεῖ μέρος εἶναι καὶ τήνδε τὴν χώραν), οἱ δʼ εἰπόντες πόλιν Φαρσάλιοι μὲν δεικνύουσιν ἀπὸ ἑξήκοντα σταδίων τῆς ἑαυτῶν πόλεως κατεσκαμμένην πόλιν ἣν πεπιστεύκασιν εἶναι τὴν Ἑλλάδα καὶ δύο κρήνας πλησίον Μεσσηίδα καὶ Ὑπέρειαν, Μελιταιεῖς δʼ ἄπωθεν ἑαυτῶν ὅσον δέκα σταδίους οἰκεῖσθαι τὴν Ἑλλάδα πέραν τοῦ Ἐνιπέως, ἡνίκα ἡ ἑαυτῶν πόλις Πύρρα ὠνομάζετο, ἐκ δὲ τῆς Ἑλλάδος ἐν ταπεινῷ χωρίῳ κειμένης εἰς τὴν ἑαυτῶν μετοικῆσαι τοὺς Ἕλληνας·
後世の著述家のうち、ヘラスを地域と呼ぶ人々は、それがパライファルサロスからフティオティスのテーバイにまで広がっていると言う(そしてこの地域には、旧市街と新市街の双方のファルサロスの近くにテティデイオンもあり、彼らはテティデイオンから、この地域もまたアキレウスの支配下にあった部分であると推測している)。 一方、それを都市と呼ぶ人々のうち、ファルサロス人たちは、自分たちの都市から60スタディオン離れたところにある破壊された都市を指し示し、それをヘラスであると信じており、その近くにあるメセイスとヒュペレイアという二つの泉を指し示している。 またメリタイア人たちは、自分たちの都市がピュラと呼ばれていた時代、自分たちからおよそ10スタディオン離れたエニペウス川の対岸にヘラスが営まれており、低い土地に位置していたヘラスからギリシア人たちが自分たちの都市へと移住してきたのだと言う。
μαρτύριον δʼ εἶναι τὸν ἐν τῇ ἀγορᾷ τῇ σφετέρᾳ τάφον τοῦ Ἕλληνος τοῦ Δευκαλίωνος υἱοῦ καὶ Πύρρας.
そして、彼らのアゴラにあるデウカリオンとピュラの子ヘレンの墓が、その証拠であるとしている。
ἱστορεῖται γὰρ ὁ Δευκαλίων τῆς Φθιώτιδος ἄρξαι καὶ ἁπλῶς τῆς Θετταλίας·
なぜなら、デウカリオンはフティオティスを、ひいてはテッサリア全体を支配したと伝えられているからである。
ὁ δʼ Ἐνιπεὺς ἀπὸ τῆς Ὄθρυος παρὰ Φάρσαλον ῥυεὶς εἰς τὸν Ἀπιδανὸν παραβάλλει, ὁ δʼ εἰς τὸν Πηνειόν.
そして、オトリュス山からファルサロスの傍らを流れるエニペウス川は、アピダノス川に合流し、アピダノス川はペネイオス川へと注いでいる。
περὶ μὲν Ἑλλήνων ταῦτα.
ヘレネスについては以上である。

語釈・文法注

  1. §9.5.5καὰ τὸ σιωπώμενον — 「沈黙のうちに」(暗黙のうちに)の意。文法家たちの専門用語で、テキストに直接的な記述はないものの、文脈や論理から当然補われるべき事象を指す。ここでは、ホメロスの記述でフェニクスの遠征軍としてドロピア人が直接名指しされていなくても、王が参加している以上、彼らも同行していると解釈すべきだという議論を導いている。
  2. §9.5.6εἴρηται τό τε ὑπὸ τῷ Ἀχιλλεῖ νικι — 写本の「νικι」は、「μέρος」(部分・地域)などの名詞の損壊、あるいは脱落(lacuna)であると考えられており、一般には「アキレウスの配下にある地域(あるいは人々)」という意味に解される。ここでは直前の章節(§9.5.5)で論じたアキレウスの支配領域を踏まえつつ、そこに属する人々に関する論争へと議論を移行させる接続の役割を果たしている。
  3. §9.5.6ἐκ δὲ τῆς Ἑλλάδος ἐν ταπεινῷ χωρίῳ κειμένης — 分詞句「ἐκ δὲ τῆς Ἑλλάδος... κειμένης」は、属格絶対分詞構文であり、時の副詞節「ἡνίκα...」の直後に位置して「ヘラスが低い土地に位置していたので」または「位置していた(そこ)から」という理由や背景を表す。「ἐκ」が「μετοικῆσαι」(移住する)に係ることで、「低い土地にあったヘラスから(彼らの都市へ)移住した」という空間的移動の起点を示している。

この箇所を引用する

ストラボン, 地理誌 §9.5.5-9.5.6. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.5-9.5.6

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。