Humanitext Reader

ストラボン · 地理誌 §9.5.1-9.5.4

テッサリアの境界と四管区の区分

302 / 577 箇所 · ギリシア語

要旨

テッサリアの地理的境界を規定し、中央平原が地震によるテンペ峡谷の形成前は湖であったとする伝承と、古典期の四つの管区(フティオティス、ヘスティアイオティス、テッサリオティス、ペラスギオティス)の概要、およびホメロスによる分割について記述する。

§9.5.1ἔστι δʼ αὐτῆς πρὸς θαλάττῃ μὲν ἡ ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ καὶ τῶν ἄκρων τοῦ Πηλίου παραλία βλέπουσα πρὸς ἕω καὶ πρὸς τὰ ἄκρα τῆς Εὐβοίας τὰ βόρεια.
テッサリアの海に臨む側としては、テルモピュライからペネイオス川の河口およびペリオン山の岬にいたる海岸線があり、東とエウボイアの北端の方を向いている。
ἔχουσι δὲ τὰ μὲν πρὸς Εὐβοίᾳ καὶ Θερμοπύλαις Μαλιεῖς καὶ οἱ Φθιῶται Ἀχαιοί, τὰ δὲ πρὸς τῷ Πηλίῳ Μάγνητες.
そして、エウボイアとテルモピュライに面した地域はマリエウス人とフティオティスのアカイア人が占め、ペリオン山に面した地域はマグネス人が占めている。
αὕτη μὲν οὖν ἡ πλευρὰ τῆς Θετταλίας ἑῴα λεγέσθω καὶ παραλία.
したがって、テッサリアのこの側面は東側および海岸側と呼ばれることにしよう。
ἑκατέρωθεν δʼ ἀπὸ μὲν Πηλίου καὶ Πηνειοῦ πρὸς τὴν μεσόγαιαν Μακεδόνες παράκεινται μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἀπὸ δὲ τῶν Θερμοπυλῶν τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη τὰ Οἰταῖα καὶ Αἰτωλικά, τοῖς Δωριεῦσι καὶ τῷ Παρνασσῷ συνάπτοντα.
他方、両側からは、ペリオン山とペネイオス川から内陸にかけては、マケドニア人がパイオニアやエペイロスの諸部族にいたるまで隣接しており、テルモピュライからは、マケドニア人の領域と平行して、オイテ山脈やアイトリアの山脈が、ドリス人の土地やパルナソス山に連なりつつ隣接している。
καλείσθω δὲ τὸ μὲν πρὸς τοῖς Μακεδόσι πλευρὸν ἀρκτικόν, τὸ δʼ ἕτερον νότιον.
そして、マケドニア人に接する側面は北側と呼ばれ、もう一方は南側と呼ばれることにしよう。
λοιπὸν δʼ ἐστὶ τὸ ἑσπέριον, ὃ περικλείουσιν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι καὶ τῶν Ἠπειρωτῶν Ἀθαμᾶνες καὶ Μολοττοὶ καὶ ἡ τῶν Αἰθίκων ποτὲ λεγομένη γῆ καὶ ἁπλῶς ἡ περὶ Πίνδον πλὴν τοῦ Πηλίου καὶ τῆς Ὄσσης.
残るは西側であり、そこはアイトリア人、アカルナニア人、アンフィロコス人、そしてエペイロス人のうちのアタマネス人とモロッソス人、そしてかつてアイティケス人の土地と呼ばれた地域、端的に言えば、ペリオン山とオッサ山を除くピンドス山周辺の地域によって取り囲まれている。
ταῦτʼ ἐξῆρται μὲν ἱκανῶς, οὐ μήν γε πολλὴν περιλαμβάνει κύκλῳ χώραν, ἀλλʼ εἰς τὰ πεδία τελευτᾷ.
これらは十分にそびえ立ってはいるが、周囲に広い土地を包み込んでいるわけではなく、平野で終わっている。
§9.5.2ταῦτα δʼ ἐστὶ τὰ μέσα τῆς Θετταλίας, εὐδαιμονεστάτη χώρα πλὴν ὅση ποταμόκλυστός ἐστιν.
これらがテッサリアの中央部であり、川の氾濫に遭う地域を除けば、きわめて肥沃な土地である。
ὁ γὰρ Πηνειὸς διὰ μέσης ῥέων καὶ πολλοὺς δεχόμενος ποταμοὺς ὑπερχεῖται πολλάκις·
というのも、ペネイオス川がその中央を流れ、多くの川を合わせることで、しばしば氾濫するからである。
τὸ δὲ παλαιὸν καὶ ἐλιμνάζετο, ὡς λόγος, τὸ πεδίον ἔκ τε τῶν ἄλλων μερῶν ὄρεσι περιειργόμενον καὶ τῆς παραλίας μετεωρότερα τῶν πεδίων ἐχούσης τὰ χωρία ὑπὸ δὲ σεισμῶν ῥήγματος γενομένου τὰ νῦν καλούμενα Τέμπη καὶ τὴν Ὄσσαν ἀποσχίσαντος ἀπὸ τοῦ Ὀλύμπου, διεξέπεσε ταύτῃ πρὸς θάλατταν ὁ Πηνειὸς καὶ ἀνέψυξε τὴν χώραν ταύτην.
古くは、言い伝えによれば、この平野は他の部分を山々に囲まれ、また海岸部の方が平野部よりも高い土地を擁していたため、湖のようになっていた。 しかし、地震によって裂け目ができ、現在のいわゆるテンペ峡谷が形成され、オッサ山がオリンポス山から切り離されたとき、ペネイオス川はそこを通って海へと流れ出し、この土地を干上がらせた。
ὑπολείπεται δʼ ὅμως ἥ τε Νεσσωνὶς λίμνη μεγάλη καὶ ἡ Βοιβηὶς ἐλάττων ἐκείνης καὶ πλησιεστέρα τῇ παραλίᾳ.
しかしながら、大きなネッソニス湖と、それより小さく海岸に近いボイベイス湖が依然として残されている。
§9.5.3τοιαύτη δʼ οὖσα εἰς τέτταρα μέρη διῄρητο·
このように、この地方は四つの部分に分割されていた。
ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις.
すなわち、一方はフティオティス、他方はヘスティアイオティス、また他方はテッサリオティス、そしてペラスギオティスと呼ばれていた。
ἔχει δʼ ἡ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν πεδίων τῶν Θετταλικῶν·
フティオティスは、オイテ山に沿った南部を占め、マリア湾およびピュライの湾からドロピア地方やピンドス山にまで延びており、ファルサロスおよびテッサリアの平野にいたるまで広がっている。
ἡ δʼ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας·
ヘスティアイオティスは、西部、およびピンドス山と上マケドニアの間の地域を占める。
τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία.
残りの部分は、ヘスティアイオティスの南の平野を領有し、ペラスギオティス人と呼ばれ、すでに下マケドニア人と接している人々、および、それに続いてマグネシアの海岸にいたるまでの地域を占める人々が領有している。
κἀνταῦθα δʼ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως διὰ τὴν Ὁμήρου ποίησιν·
そしてここでも、ホメロスの詩によって、また他の理由によっても、有名な名前が数多く列挙されることになる。
τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα.
しかし、都市のうちで先祖伝来の威信を保っているのはわずかであり、とりわけラリサがそうである。
§9.5.4ὁ δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δʼ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσῃ χώρᾳ συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθʼ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις.
一方で詩人は、私たちが現在テッサリアと呼んでいる全土を十の部分と支配領域に分割し、オイテ地方やロクリス地方の一部、そして同様に、現在はマケドニア人の配下に置かれている地域の一部をもこれに付け加えて、あらゆる土地に共通して起こる一つのこと、すなわち、全体としても個々の部分としても、支配者の勢力によって絶えず変化するということを描き出している。

語釈・文法注

  1. 9.5.1αὐτῆς — 属格代名詞 `αὐτῆς` は、前章末(§9.4.18)で言及された `Θετταλῶν`(テッサリア人)から導き出されるテッサリア地方(`Θετταλία`)を指している。
  2. 9.5.1τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη — この節には動詞が欠けているが、並列関係にある前節の動詞 `παράκεινται`(隣接している)を補って解釈する。
  3. 9.5.3τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι... — 主格の `οἵ τε...` および `οἱ ἐφεξῆς...` は、形式上は文の主語のように見えるが、直接の述語動詞を持たない。これは前の `ἔχει...` や `λοιπόν ἐστι...` の構造から流れて、四つの分割(`τέτταρα μέρη`)のうちの「残りの部分(`τὰ δὲ λοιπά`)」を領有する人々を記述する、意味上の叙述の一部として解釈される。

この箇所を引用する

ストラボン, 地理誌 §9.5.1-9.5.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.1-9.5.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。