Humanitext Reader

ストラボン · 地理誌 §9.5.22-9.5.23

アイニアネス人の移住とテッサリアの名称の起源

312 / 577 箇所 · ギリシア語

要旨

ペッライボイ人とアイニアネス人の歴史的な移住、マグネス人の本来の領域、およびセピアス岬周辺でのペルシア艦隊の破滅などの地理的詳細が述べられ、最後にテッサリアの名称の神話的由来についていくつかの説が整理される。

§9.5.22ἔπειτα τοῦτο καὶ ἐπὶ τῶν Περραιβῶν καὶ τῶν Αἰνιάνων συνέβη·
その後、このことはペッライボイ人とアイニアネス人の身にも起こった。
Ὅμηρος μὲν γὰρ συνέζευξεν αὐτοὺς ὡς πλησίον ἀλλήλων οἰκοῦντας·
なぜなら、ホメロスは彼らを互いに近くに住んでいる者として結びつけたからである。
καὶ δὴ καὶ λέγεται ὑπὸ τῶν ὕστερον ἐπὶ χρόνον συχνὸν ἡ οἴκησις τῶν Αἰνιάνων ἐν τῷ Δωτίῳ γενέσθαι πεδίῳ, τοῦτο δʼ ἐστὶ πλησίον τῆς ἄρτι λεχθείσης Περραιβίας καὶ τῆς Ὄσσης καὶ ἔτι τῆς Βοιβηίδος λίμνης, ἐν μέσῃ μέν πως τῇ Θετταλίᾳ λόφοις δὲ ἰδίοις περικλειόμενον, περὶ οὗ Ἡσίοδος οὕτως εἴρηκεν "ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς Δωτίῳ ἐν πεδίῳ, πολυβότρυος ἄντʼ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.
そして実に後代の人々によって、アイニアネス人の居住は長い間ドティオン平原においてなされたと言われており、この平原は先ほど述べたペッライビア、オッサ山、さらにはボイベイス湖の近くにあり、いわばテッサリアの中央に位置して、独自の丘陵に囲まれている。 これについて、ヘシオドスは次のように述べている。 "あるいは、葡萄の豊かなアミュロスの向かい、ドティオン平原の聖なる双子の丘に住み、未婚の乙女としてボイビアス湖で足を洗った、あの女のように。
" οἱ μὲν οὖν Αἰνιᾶνες οἱ πλείους εἰς τὴν Οἴτην ἐξηλάθησαν ὑπὸ τῶν Λαπιθῶν, κἀνταῦθα δὲ ἐδυνάστευσαν ἀφελόμενοι τῶν τε Δωριέων τινὰ μέρη καὶ τῶν Μαλιέων μέχρι Ἡρακλείας καὶ Ἐχίνου, τινὲς δʼ αὐτῶν ἔμειναν περὶ Κύφον, Περραιβικὸν ὄρος ὁμώνυμον κατοικίαν ἔχον.
"さて、アイニアネス人の大部分はラピタイ人によってオイテ山へと追い払われ、そこでもドリス人の土地の一部やマリエウス人の土地をヘラクレイアやエキノスに至るまで奪い取って支配権を確立したが、彼らのうちの一部は、同名の居住地を持つペッライボイ人の山であるキュポスの周辺にとどまった。
οἱ δὲ Περραιβοὶ τινὲς μὲν συσταλέντες περὶ τὰ ἑσπέρια τοῦ Ὀλύμπου μέρη κατέμενον αὐτόθι πρόσχωροι ὄντες Μακεδόσι, τὸ δὲ πολὺ μέρος εἰς τὰ περὶ τὴν Ἀθαμανίαν ὄρη καὶ τὴν Πίνδον ἐξέπεσε·
一方、ペッライボイ人の中には、オリンポス山の西部へと退いてそこに留まり、マケドニア人と隣接して暮らしたものたちもいたが、その大部分はアタマニア周辺の山々やピンドス山へと逃れて散り散りになった。
νυνὶ δὲ μικρὸν ἢ οὐδὲν αὐτῶν ἴχνος σώζεται.
現在では、彼らの痕跡はほとんど、あるいは全く残っていない。
τοὺς δʼ οὖν ὑπὸ τοῦ ποιητοῦ λεχθέντας Μάγνητας ὑστάτους ἐν τῷ Θετταλικῷ καταλόγῳ νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ τοῦ Πηνειοῦ καὶ τῆς Ὄσσης ἕως Πηλίου, Μακεδόνων τοῖς Πιεριώταις ὁμόρους τοῖς ἔχουσι τὴν τοῦ Πηνειοῦ περαίαν μέχρι τῆς θαλάττης.
ともあれ、詩人によってテッサリアのカタログの最後に挙げられたマグネス人とは、テンペの内側にあってペネイオス川およびオッサ山からペリオン山にかけて住む人々であり、ペネイオス川の対岸を海に至るまで領有していたマケドニア人のピエリア人に隣接していた人々であると見なさなければならない。
τὸ μὲν οὖν Ὁμόλιον ἢ τὴν Ὁμόλην (λέγεται γὰρ ἀμφοτέρως) ἀποδοτέον αὐτοῖς·
したがって、ホモリオン、あるいはホモレ(両方の名で呼ばれるからである)は彼らのものとしなければならない。
εἴρηται δʼ ἐν τοῖς Μακεδονικοῖς ὅτι ἐστὶ πρὸς τῇ Ὄσσῃ κατὰ τὴν ἀρχὴν τῆς τοῦ Πηνειοῦ διὰ τῶν Τεμπῶν διεκβολῆς.
マケドニアに関する記述の中で、それがオッサ山の近く、ペネイオス川がテンペを通って流れ出る始まりの場所にあると述べられている。
εἰ δὲ καὶ μέχρι τῆς παραλίας προϊτέον τῆς ἐγγυτάτω τοῦ Ὁμολίου, λόγον ἔχει ὥστε τὸν Ῥιζοῦντα προσνέμειν καὶ Ἐρυμνὰς ἐν τῇ ὑπὸ Φιλοκτήτῃ παραλίᾳ κειμένας καὶ τῇ ὑπὸ Εὐμήλῳ.
もしホモリオンに最も近い海岸線にまで進むべきであるなら、フィロクテテスの支配下にあった海岸線およびエウメロスの支配下にあった海岸線に位置するリズスとエリュムナイを、彼らに割り当てることは理にかなっている。
τοῦτο μὲν οὖν ἐν ἀσαφεῖ κείσθω.
ともあれ、このことは不明なままにしておこう。
καὶ ἡ τάξις δὲ τῶν ἐφεξῆς τόπων μέχρι Πηνειοῦ οὐ διαφανῶς λέγεται, ἀδόξων δʼ ὄντων τῶν τόπων οὐδʼ ἡμῖν περὶ πολλοῦ θετέον.
また、ペネイオス川に至るまでのそれに続く場所の順序も明瞭には語られておらず、これらの場所は名が知られていないため、私たちにとっても大いに重視すべきことではない。
ἡ μέντοι Σηπιὰς ἀκτὴ καὶ τετραγῴδηται μετὰ ταῦτα καὶ ἐξύμνηται διὰ τὸν ἐνταῦθα ἀφανισμὸν τοῦ Περσικοῦ στόλου·
しかしながら、セピアス岬は、その後、そこでペルシア艦隊が破滅したことによって悲劇の題材ともなり、また讃えられてもきた。
ἔστι δʼ αὕτη μὲν ἀκτὴ πετρώδης, μεταξὺ δʼ αὐτῆς καὶ Κασθαναίας κώμης ὑπὸ τῷ Πηλίῳ κειμένης αἰγιαλός ἐστιν, ἐν ᾧ ὁ Ξέρξου στόλος ναυλοχῶν ἀπηλιώτου πολλοῦ πνεύσαντος ὁ μὲν εὐθὺς αὐτοῦ πρὸς τὸ ξηρὸν ἐξώκειλε καὶ διελύθη παραχρῆμα, ὁ δʼ εἰς Ἰπνοὺς τόπον τραχὺν τῶν περὶ τὸ Πήλιον παρενεχθεὶς ὁ δʼ εἰς Μελίβοιαν ὁ δʼ εἰς τὴν Κασθαναίαν διεφθάρη.
この岬は岩がちであるが、それとペリオン山の麓に位置するカスサナイア村との間には海岸があり、そこでクセルクセスの艦隊が停泊していたところ、強い東風が吹いたために、ある船はまさにその場所で陸に押し流されて即座に破壊され、別の船はペリオン山周辺の険しい場所であるイプノイへと流され、また別の船はメリボイアへ、別の船はカスサナイアへと流されて大破した。
τραχὺς δʼ ἐστὶν ὁ παράπλους πᾶς ὁ τοῦ Πηλίου ὅσον σταδίων ὀγδοήκοντα·
ペリオン山の沿岸航路は全体として岩がちであり、約八十スタディオンに及ぶ。
τοσοῦτος δʼ ἐστὶ καὶ τοιοῦτος καὶ ὁ τῆς Ὄσσης.
オッサ山の沿岸航路もまた同様の長さであり、同じように岩がちである。
μεταξὺ δὲ κόλπος σταδίων πλειόνων ἢ διακοσίων, ἐν ᾧ ἡ Μελίβοια.
その中間には二百スタディオン以上の湾があり、そこにメリボイアがある。
ὁ δὲ πᾶς ἀπὸ Δημητριάδος ἐγκολπίζοντι ἐπὶ τὸν Πηνειὸν μείζων τῶν χιλίων, ρχειοῦ καὶ ἄλλων ὀκτακοσίων, ἀπὸ δὲ Εὐρίπου δισχιλίων τριακοσίων πεντήκοντα.
デメトリアスから湾に沿ってペネイオス川へと航行する全航程は千スタディオンを超え、〈ピリオンから〉はさらに八百スタディオン、エウリポスからは二千三百五十スタディオンである。
Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων ἀποφαίνεται σταδίων, ᾠκῆσθαι δʼ ὑπὸ Πελασγῶν, ἐξελαθῆναι δὲ τούτους εἰς τὴν Ἰταλίαν ὑπὸ Λαπιθῶν·
ヒエロニュモスは、平野部であるテッサリアおよびマグネティス地方の周囲を三千スタディオンと見積もっており、そこにはペラスゴイ人が住んでいたが、彼らはラピタイ人によってイタリアへと追い払われたと主張している。
εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν Λάρισα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηὶς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆτις·
そして、それが現在「ペラスギコン平原」と呼ばれている場所であり、その中にラリサ、ギュルトン、ペライ、モプシオン、ボイベイス湖、オッサ山、ホモレ、ペリオン山、およびマグネティス地方がある。
Μόψιον δʼ ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλʼ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις·
モプシオンの名は、テイレイシアスの娘マントの息子であるモプソスからではなく、アルゴナウタイとともに航海したラピタイ人にちなんで名付けられた。
ἄλλος δʼ ἐστὶ Μόψοπος, ἀφʼ οὗ ἡ Ἀττικὴ Μοψοπία.
なお、アッティカ地方がモプソピアと呼ばれる由来となったモプソポスは、また別人である。
§9.5.23τὰ καθʼ ἕκαστα μὲν ταῦτα περὶ Θετταλίας, καθʼ ὅλου δʼ ὅτι Πυρραία πρότερον ἐκαλεῖτο ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἵμονος.
テッサリアに関する個別の事柄は以上の通りであるが、全体としては、この地がかつてデウカリオンの妻ピュラの名にちなんでピュライアと呼ばれ、次にハイモンの名にちなんでハイモニアと呼ばれ、そしてハイモンの息子テッサロスの名にちなんでテッサリアと呼ばれるようになったということである。
ἔνιοι δὲ διελόντες δίχα τὴν μὲν πρὸς νότον λαχεῖν φασι Δευκαλίωνι καὶ καλέσαι Πανδώραν ἀπὸ τῆς μητρός, τὴν δʼ ἑτέραν Αἵμονι, ἀφʼ οὗ Αἱμονίαν λεχθῆναι·
しかし、一部の人々はこの地を二つに分け、南側の部分はデウカリオンに割り当てられ、彼がその母親の名にちなんでパンドラと呼び、もう一方はハイモンに割り当てられ、彼にちなんでハイモニアと呼ばれるようになったと主張している。
μετωνομάσθαι δὲ τὴν μὲν Ἑλλάδα ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, τὴν δὲ Θετταλίαν ἀπὸ τοῦ υἱοῦ Αἵμονος·
そして、前者はデウカリオンの息子ヘレンの名にちなんで「ヘラス」と改名され、後者はハイモンの息子にちなんで「テッサリア」と改名されたという。
τινὲς δὲ ἀπὸ Ἐφύρας τῆς Θεσπρωτίδος ἀπογόνους Ἀντίφου καὶ Φειδίππου, τῶν Θετταλοῦ τοῦ Ἡρακλέους, ἐπελθόντας ἀπὸ Θετταλοῦ τοῦ ἑαυτῶν προγόνου τὴν χώραν ὀνομάσαι.
また別の人々は、テスプロティア地方のエピュラからやって来たアンティポスとペイディッポス(彼らはヘラクレスの息子テッサロスの子孫である)の子孫たちが侵入し、彼らの先祖であるテッサロスの名にちなんでこの国を名付けたのだと主張している。
εἴρ δὲ καὶ Νεσσωνὶς ὀνομασθῆναί ποτε ἀπὸ Νέσσωνος τοῦ Θετταλοῦ, καθάπερ καὶ ἡ λίμνη.
また、かつてこの地がテッサロスの息子ネッソンにちなんでネッソニスと呼ばれたこともあったと述べられているが、それは同名の湖と同様である。

語釈・文法注

  1. 9.5.22ἢ οἵη — ヘシオドスの『名婦伝』(ギュナイコーン・カタロゴス)からの引用の導入。関係代名詞の女性単数 ἠέ(または ἤ)と οἵη の組み合わせで、「あるいは……のような女性」を意味し、カタログ詩の定型的な導入句である。
  2. 9.5.22ρχειοῦ — 写本の破損により生じた破損箇所。一般に他の地理的起点と距離(スタディオン数)を示す語が省略または破損したと考えられており、校訂者によって「ピリオンから(ἀπὸ δὲ Πηλίου)」や「スニオンから(ἀπὸ δὲ Σουνίου)」などの補読が提案されている。
  3. 9.5.23ἀπογόνους Ἀντίφου καὶ Φειδίππου — 不定詞 ὀνομάσαι の意味上の主語を表す対格であり、分詞 ἐπελθόντας もこれに一致している。属格 τῶν Θετταλοῦ τοῦ Ἡρακλέους は「ヘラクレスの息子テッサロスの子(であるアンティポスとペイディッポス)」を指し、全体として「……の後に生まれた子孫たち」という意味を表す。

この箇所を引用する

ストラボン, 地理誌 §9.5.22-9.5.23. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.22-9.5.23

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。