Humanitext Reader

ストラボン · 地理誌 §9.5.20-9.5.21

グーネウスの領地とペッライボイ人の居住地

311 / 577 箇所 · ギリシア語

要旨

ストラボンは、グーネウスが率いたペッライボイ人の居住地に関するホメロスの記述を分析し、混住による地域の名称や部族の混乱について、スコトゥッサやマグネス人、プレギュアス人らの例を挙げて考察している。

§9.5.20λέγει δὲ καὶ περὶ τούτου καὶ περὶ τῶν Περραιβῶν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ὅταν φῇ Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας.
また詩人は、この者について、またペッライボイ人について、続く詩行の中で次のように語っている。 「グーネウスはキュポスから二十二隻の船を率いた。
τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, ἀμφʼ ἱμερτὸν Τιταρήσιον ἔργʼ ἐνέμοντο.
その配下には、戦いに強いエニエネス人とペッライボイ人が従っていた。 彼らは冬の厳しいドドナの周辺に住居を構え、美しいティタレシオス川の周辺で耕作に励んでいた。
λέγει μὲν οὖν τούτους τοὺς τόπους τῶν Περραιβῶν, ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας·
」さて、詩人はこれらの場所を、エスティアイオティス地方の一部を占有しているものとして、ペッライボイ人の土地であると語っている。
ἦσαν δὲ καὶ ὑπὸ τῷ Πολυποίτῃ ἐκ μέρους Περραιβικαί, τοῖς μέντοι Λαπίθαις προσένειμε διὰ τὸ ἀναμὶξ οἰκεῖν καὶ τὰ μὲν πεδία κατέχειν τοὺς Λαπίθας καὶ τὸ ἐνταῦθα Περραιβικὸν ὑπὸ τούτοις τετάχθαι ὡς ἐπὶ πλέον, τὰ δʼ ὀρεινότερα χωρία πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι τοὺς Περραιβούς, καθάπερ τὸν Κύφον καὶ τὴν Δωδώνην καὶ τὰ περὶ τὸν Τιταρήσιον, ὃς ἐξ ὄρους Τιταρίου συμφυοῦς τῷ Ὀλύμπῳ ῥέων εἰς τὰ πλησίον τῶν Τεμπῶν χωρία τῆς Περραιβίας αὐτοῦ που τὰς συμβολὰς ποιεῖται πρὸς τὸν Πηνειόν.
しかし、ポリュポイテスの配下にあった都市も一部はペッライボイ人のものであったが、彼らが混ざり合って住んでいたこと、またラピタイ人が平野を占有して、その地のペッライボイ人が大体において彼らの配下に置かれていたこと、そしてペッライボイ人がオリンポス山やテンペに近いより山がちな地域、例えばキュポスやドドナ、またティタレシオス川の周辺を占有していたことから、詩人はこれらをラピタイ人に割り当てた。 このティタレシオス川は、オリンポス山と一続きになっているティタリオス山から流れ出て、テンペに近いペッライビアの地に入り、そのあたりのどこかでペネイオス川と合流する。
τὸ μὲν οὖν τοῦ Πηνειοῦ καθαρόν ἐστιν ὕδωρ, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης ὥστʼ οὐ συμμίσγεται ἀλλά τέ μιν καθύπερθεν ἐπιτρέχει ἠύτʼ ἔλαιον.
さて、ペネイオス川の水は澄んでいるが、ティタレシオス川の水はある物質のせいで油を帯びており、そのため両者は混ざり合わず、「かえって、その上を油のように流れていく。
διὰ δὲ τὸ ἀναμὶξ οἰκεῖν Σιμωνίδης Περραιβοὺς καὶ Λαπίθας καλεῖ τοὺς Πελασγιώτας ἅπαντας, τοὺς τὰ ἑῷα κατέχοντας τὰ περὶ Γυρτῶνα καὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ καὶ Ὄσσαν καὶ Πήλιον καὶ τὰ περὶ Δημητριάδα καὶ τὰ ἐν τῷ πεδίῳ, Λάρισαν Κραννῶνα Σκοτοῦσσαν Μόψιον Ἄτρακα, καὶ τὰ περὶ τὴν Νεσσωνίδα λίμνην καὶ Βοιβηίδα·
」そして、彼らが混ざり合って住んでいたため、シモニデスは、ギュルトンやペネイオス川の河口の周辺、オッサ山、ペリオン山、デメトリアスの周辺、および平野にある都市、すなわちラリサ、クランノン、スコトゥッサ、モプシオン、アトラクス、またネッソニス湖やボイベイス湖の周辺を占有していた東部のペラスギオテス人全員を「ペッライボイ人とラピタイ人」と呼んでいる。
ὧν ὁ ποιητὴς ὀλίγων μέμνηται διὰ τὸ μὴ οἰκισθῆναί πω τἆλλα ἢ φαύλως οἰκισθῆναι διὰ τοὺς κατακλυσμοὺς ἄλλοτʼ ἄλλους γινομένους·
詩人がこれらのうちわずかしか言及していないのは、他の場所がまだ入植されていなかったか、あるいは度重なる洪水のために不十分にしか入植されていなかったからである。
ἐπεὶ οὐδὲ τῆς Νεσσωνίδος μέμνηται λίμνης, ἀλλὰ τῆς Βοιβηίδος μόνον πολὺ ἐλάττονος οὔσης, ταύτης δὲ μόνης μενούσης, ἐκείνης δὲ ὡς εἰκὸς τοτὲ μὲν πληρουμένης ἀτάκτως, τοτὲ δʼ ἐκλειπομένης.
というのも、詩人はネッソニス湖については言及せず、それよりはるかに小さいボイベイス湖のみに言及しているが、それは後者だけが常に残っていたのに対し、前者は当然ながら、ある時は不規則に水で満たされ、ある時は干上がっていたからである。
τῆς δὲ Σκοτούσσης ἐμνήσθημεν καὶ ἐν τοῖς περὶ Δωδώνης λόγοις καὶ τοῦ μαντείου τοῦ ἐν Θετταλίᾳ, διότι περὶ τοῦτον ὑπῆρξε τὸν τόπον.
スコトゥッサについては、ドドナに関する記述や、テッサリアの神託所に関する記述の中でも言及したが、それはこの神託所がこの地域の近くにあったからである。
ἔστι δʼ ἐν τῇ Σκοτούσσῃ χωρίον τι Κυνὸς κεφαλαὶ καλούμενον, περὶ ὃ Ῥωμαῖοι μετʼ Αἰτωλῶν καὶ Τίτος Κοΐντιος ἐνίκων μάχῃ μεγάλῃ Φίλιππον τὸν Δημητρίου, Μακεδόνων βασιλέα.
スコトゥッサにはキュノス・ケファライと呼ばれる場所があり、その付近でローマ人がアイトリア人とともに、またティトゥス・クィンクティウスが、大決戦においてデメトリオスの息子でマケドニア王のフィリッポスを破った。
§9.5.21πέπονθε δέ τι τοιοῦτο καὶ ἡ Μαγνῆτις·
マグネティス地方もまた、これと似たようなことを被っている。
κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλʼ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον.
というのも、その多くの場所がすでに列挙されたにもかかわらず、ホメロスはこれらの場所を一つとして「マグネス人の土地」と名付けず、ただ彼が曖昧で分かりにくく説明している人々、すなわち「ペネイオス川と、葉を揺らすペリオン山の周辺に住まっていた者たち」だけをそう呼んでいるからである。
ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπʼ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους.
しかしながら、ペネイオス川とペリオン山の周辺には、すでに彼が列挙したギュルトンを領有する者たちや、オルメニオン、その他多くの人々も住んでいた。 それでも、ペリオン山からさらに離れた人々も、後代の人々によれば、エウメロスの支配下にあった人々をはじめとして、やはりマグネス人であった。
ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθʼ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται.
したがって彼らは、相次ぐ移住、政体の変更、そして混交のために、名前も部族も混同してしまい、現代の人々に時として困難をもたらしているようであり、これはまさに、まずクランノンとギュルトンにおいて起こったことである。
τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ὁ ποιητής τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας, τίνας ποτὲ βούλεται λέγειν·
というのも、彼らはかつて、イクシオンの兄弟であるプレギュアスの名にちなんで、ギュルトン人をプレギュアス人と呼び、クランノン人をエピュロイ人と呼んでいたため、詩人が次のように語るとき、「この二つの神は、トラケからエピュロイ人のもとへ、あるいは気高きプレギュアス人のもとへと、武装して赴いた」一体誰のことを言おうとしているのか、疑問が生じるからである。

語釈・文法注

  1. 9.5.20περὶ τούτου — 指示代名詞 τούτου の先行詞については、直前に言及されたグーネウス(Γουνεύς)を指すとする解釈が一般的である。ただし、直前の文脈に現れるティタレシオス川(あるいはエウロポス川)を指すとする可能性もあるが、引用される詩行の主語がグーネウスであることから、人(グーネウス)を指すと解釈するのが自然である。
  2. 9.5.20ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας — 分詞句 ἐπειληφότας(ἐπιλαμβάνω「占有する」の完了能動態分詞・対格複数・男性)は、先行する名詞句 τούτους τοὺς τόπους(これらの場所)の叙述補語として機能しており、「エスティアイオティス地方の一部を占有しているものとしての[これらの場所]」という意味を表す。
  3. 9.5.21κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων — 属格独立構文(genitive absolute)であり、原因・理由(「それ[マグネティス地方]の多くの場所がすでに列挙されたので」)を表す。αὐτῆς は前出のマグネティス地方(ἡ Μαγνῆτις)を指す陰性属格代名詞である。
  4. 9.5.21τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν — 対格補語を伴う二重対格構文。「彼らはギュルトン人を(Γυρτωνίους)プレギュアス人と(Φλεγύας)呼んでいた」という意味になり、Γυρτωνίους が直接目的語、Φλεγύας が目的格補語である。続く τοὺς δὲ Κραννωνίους Ἐφύρους も同様の構文であり、動詞 ἐκάλουν が省略されて共有されている。

この箇所を引用する

ストラボン, 地理誌 §9.5.20-9.5.21. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.20-9.5.21

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。