Humanitext Reader

ストラボン · 地理誌 §10.1.1-10.1.4

エウボイア島の地勢と別名およびオレオス

313 / 577 箇所 · ギリシア語

要旨

ストラボンはエウボイア島の地理的特徴、本土との位置関係、および「コイラ」と呼ばれる湾入部について説明し、マクリスやアバンティスなどの様々な別名の由来や、オレオスの歴史と名称の起源について記述する。

§10.1.1ἐπεὶ δὲ ἡ Εὔβοια παρὰ πᾶσαν τὴν παραλίαν ταύτην παραβέβληται τὴν ἀπὸ Σουνίου μέχρι Θετταλίας, πλὴν τῶν ἄκρων ἑκατέρωθεν, οἰκεῖον ἂν εἴη συνάψαι τοῖς εἰρημένοις τὰ περὶ τὴν νῆσον, εἶθʼ οὕτω μεταβῆναι πρός τε τὰ Αἰτωλικὰ καὶ τὰ Ἀκαρνανικά, ἅπερ λοιπά ἐστι τῶν τῆς Εὐρώπης μερῶν.
エウボイア島は、スニオンからテッサリアに至るこの全海岸線に沿って、両端の岬を除いて並行して横たわっているので、すでに述べた事柄にこの島に関する事柄を結びつけ、それからそのようにしてアイトリアおよびアカルナニアの事柄(これらはヨーロッパの残りの部分である)へと移行するのがふさわしいであろう。
§10.1.2παραμήκης μὲν τοίνυν ἐστὶν ἡ νῆσος ἐπὶ χιλίους σχεδόν τι καὶ διακοσίους σταδίους ἀπὸ Κηναίου πρὸς Γεραιστόν, τὸ δὲ πλάτος ἀνώμαλος, κατὰ δὲ τὸ πλέον ὅσον πεντήκοντα καὶ ἑκατὸν σταδίων.
さて、この島はケナイオンからゲライストスまでほぼ千二百スタディオンにわたって細長く、幅は不規則で、最も広いところでおよそ百五十スタディオンである。
τὸ μὲν οὖν Κήναιον ἔστι κατὰ Θερμοπύλας καὶ τὰ ἔξω Θερμοπυλῶν ἐπʼ ὀλίγον, Γεραιστὸς δὲ καὶ Πεταλία πρὸς Σουνίῳ.
さて、ケナイオンはテルモピュライおよびテルモピュライの少し外側の向かいにあり、ゲライストスとペタリアはスニオンの方向にある。
γίνεται οὖν ἀντίπορθμος τῇ τε Ἀττικῇ καὶ Βοιωτίᾳ καὶ Λοκρίδι καὶ τοῖς Μαλιεῦσι.
したがって、アッティカ、ボイオティア、ロクリス、およびマリエウス人の対岸となる。
διὰ δὲ τὴν στενότητα καὶ τὸ λεχθὲν μῆκος ὑπὸ τῶν παλαιῶν Μάκρις ὠνομάσθη.
その狭さと前述の長さのために、古代人によってマクリスと名付けられた。
συνάπτει δὲ τῇ ἠπείρῳ κατὰ Χαλκίδα μάλιστα, κυρτὴ προπίπτουσα πρὸς τοὺς κατὰ τὴν Αὐλίδα τόπους τῆς Βοιωτίας καὶ ποιοῦσα τὸν Εὔριπον, περὶ οὗ διὰ πλειόνων εἰρήκαμεν, σχεδὸν δέ τι καὶ περὶ τῶν ἀντιπόρθμων ἀλλήλοις τόπων κατά τε τὴν ἤπειρον καὶ κατὰ τὴν νῆσον ἐφʼ ἑκάτερα τοῦ Εὐρίπου, τά τε ἐντὸς καὶ τὰ ἐκτός.
それは特にカルキスにおいて本土と接続しており、ボイオティアのアウリス付近の場所に向かって湾曲して突き出て、エウリポスを形成している。 これについてはすでに詳しく述べたし、また本土と島におけるエウリポスの両側、すなわち内側と外側の互いに対向する場所についてもほぼ同様に述べている。
εἰ δέ τι ἐλλέλειπται, νῦν προσδιασαφήσομεν.
もし何か不足しているところがあれば、今さらに説明を加えよう。
καὶ πρῶτον, ὅτι τῆς Εὐβοίας τὰ Κοῖλα λέγουσι τὰ μεταξὺ Αὐλίδος καὶ τῶν περὶ Γεραιστὸν τόπων·
そして第一に、エウボイアのコイラとは、アウリスとゲライストス周辺の場所の間のことであると言われている。
κολποῦται γὰρ ἡ παραλία, πλησιάζουσα δὲ τῇ Χαλκίδι κυρτοῦται πάλιν πρὸς τὴν ἤπειρον.
なぜなら、その海岸線は湾入しており、カルキスに近づくと再び本土に向かって湾曲するからである。
§10.1.3οὐ μόνον δὲ Μάκρις ἐκλήθη ἡ νῆσος, ἀλλὰ καὶ Ἀβαντίς.
この島はマクリスと呼ばれただけでなく、アバンティスとも呼ばれた。
Εὔβοιαν γοῦν εἰπὼν ὁ ποιητὴς τοὺς ἀπʼ αὐτῆς Εὐβοέας οὐδέποτε εἴρηκεν, ἀλλʼ Ἄβαντας ἀεί " οἳ δʼ Εὔβοιαν ἔχον μένεα πνείοντες Ἄβαντες.
ともあれ、詩人はエウボイアと言いながら、そこからの人々をエウボイア人と呼んだことは一度もなく、常にアバンテス人と呼んでいる。 「エウボイアを領有していた、気魄をみなぎらせるアバンテス人たち。
" " τῷ δʼ ἅμʼ Ἄβαντες ἕποντο.
」「そして彼とともにアバンテス人たちが従った。
" φησὶ δʼ Ἀριστοτέλης ἐξ Ἄβας τῆς Φωκικῆς Θρᾷκας ὁρμηθέντας ἐποικῆσαι τὴν νῆσον καὶ ἐπονομάσαι Ἄβαντας τοὺς ἔχοντας αὐτήν·
」アリストテレスは、フォキスのあばから出発したトラキア人たちがこの島に移住し、それを領有した人々をアバンテス人と名付けたのだと述べている。
οἱ δʼ ἀπὸ ἥρωός φασι, καθάπερ καὶ Εὔβοιαν ἀπὸ ἡρωίνης.
しかし、他の人々は、エウボイアが女英雄の名にちなむのと同様に、ある英雄の名にちなむのだと言っている。
τάχα δʼ ὥσπερ βοὸς αὐλὴ λέγεταί τι ἄντρον ἐν τῇ πρὸς Αἰγαῖον τετραμμένῃ παραλίᾳ, ὅπου τὴν Ἰώ φασι τεκεῖν Ἔπαφον, καὶ ἡ νῆσος ἀπὸ τῆς αὐτῆς αἰτίας ἔσχε τοῦτο τοὔνομα.
あるいは、イオがエパポスを生んだと言われる、エーゲ海に面した海岸にある特定の洞窟が「牛の牛舎」と呼ばれるように、島も同じ理由からこの名前を得たのかもしれない。
καὶ Ὄχη δὲ ἐκαλεῖτο ἡ νῆσος, καὶ ἔστιν ὁμώνυμον αὐτῇ τὸ μέγιστον τῶν ἐνταῦθα ὀρῶν.
また、この島はオケとも呼ばれており、そこにある山々のうち最大のものはそれと同名である。
καὶ Ἐλλοπία δʼ ὠνομάσθη ἀπὸ Ἔλλοπος τοῦ Ἴωνος·
また、イオニア人エロプスの名にちなんでエロピアとも名付けられた。
οἱ δὲ Ἀίκλου καὶ Κόθου ἀδελφόν φασιν, ὃς καὶ τὴν Ἐλλοπίαν κτίσαι λέγεται, χωρίον ἐν τῇ Ὠρείᾳ καλουμένῃ τῆς Ἱστιαιώτιδος πρὸς τῷ Τελεθρίῳ ὄρει, καὶ τὴν Ἱστίαιαν προσκτήσασθαι καὶ τὴν πεδιάδα καὶ Κήρινθον καὶ Αἰδηψὸν καὶ Ὀροβίας, ἐν ᾧ μαντεῖον ἦν ἀψευδέστατον· ἦν δὲ μαντεῖον τοῦ Σελινουντίου Ἀπόλλωνος·
別の人々は、彼をアイクロスとコトスの兄弟であると言っており、彼は、テレトリオン山の近くにある、ヒスティアイオティス地方のいわゆるオレイアにある場所であるエロピアを創建し、ヒスティアイア、平野部、ケリントス、アイデプソス、そして最も欺きのない神託所のあったオロビアイ(これはセリヌンティオス・アポロンの神託所であった)をも獲得したと言われている。
μετῴκησαν δʼ εἰς τὴν Ἱστίαιαν οἱ Ἐλλοπιεῖς, καὶ ηὔξησαν τὴν πόλιν Φιλιστίδου τοῦ τυράννου βιασαμένου μετὰ τὰ Λευκτρικά.
エロピアの人々はヒスティアイアへと移住し、レウクトラの戦いの後、僭主フィリスティデスが彼らを強制したことでその都市を拡大した。
Δημοσθένης δʼ ὑπὸ Φιλίππου κατασταθῆναι τύραννόν φησι καὶ τῶν Ὠρειτῶν τὸν Φιλιστίδην·
しかし、デモステネスは、フィリスティデスはフィリッポスによって僭主として立てられたのであり、オレイタイのフィリスティデスであったと述べている。
οὕτω γὰρ ὠνομάσθησαν ὕστερον οἱ Ἱστιαιεῖς, καὶ ἡ πόλις ἀντὶ Ἱστιαίας Ὠρεός·
というのも、ヒスティアイアの人々は後にそのように名付けられ、都市はヒスティアイアの代わりにオレオスと呼ばれるようになったからである。
ἔνιοι δʼ ὑπʼ Ἀθηναίων ἀποικισθῆναί φασι τὴν Ἱστίαιαν ἀπὸ τοῦ δήμου τοῦ Ἱστιαιέων, ὡς καὶ ἀπὸ τοῦ Ἐρετριέων τὴν Ἐρέτριαν.
また、一部の人々は、アテナイ人によって、ヒスティアイア人のデモスからヒスティアイアが、またエレトリア人のデモスからエレトリアが植民されたように、植民されたのだと言っている。
Θεόπομπος δέ φησι Περικλέους χειρουμένου Εὔβοιαν τοὺς Ἱστιαιεῖς καθʼ ὁμολογίας εἰς Μακεδονίαν μεταστῆναι, δισχιλίους δʼ ἐξ Ἀθηναίων ἐλθόντας τὸν Ὠρεὸν οἰκῆσαι, δῆμον ὄντα πρότερον τῶν Ἱστιαιέων.
テオポンポスは、ペリクレスがエウボイアを制圧した際、ヒスティアイアの人々は協定に基づいてマケドニアへと移住し、アテナイから来た二千人がオレオス(以前はヒスティアイア人のデモスであった)に移住して住んだと述べている。
§10.1.4κεῖται δʼ ὑπὸ τῷ Τελεθρίῳ ὄρει ἐν τῷ Δρυμῷ καλουμένῳ παρὰ τὸν Κάλλαντα ποταμὸν ἐπὶ πέτρας ὑψηλῆς, ὥστε τάχα καὶ διὰ τὸ τοὺς Ἐλλοπιεῖς ὀρείους εἶναι τοὺς προοικήσαντας ἐτέθη τοὔνομα τοῦτο τῇ πόλει·
それはテレトリオン山の麓のいわゆるドリュモスに、カラス川のほとりの高い岩の上に位置しており、そのため、おそらく最初に入住したエロピアの人々が山がちであったという理由からも、この名前がその都市に与えられたのであろう。
δοκεῖ δὲ καὶ ὁ Ὠρίων ἐνταῦθα τραφεὶς οὕτως ὀνομασθῆναι·
オリオンもそこで育てられてそのように名付けられたと考えられている。
ἔνιοι δὲ τοὺς Ὠρείτας πόλιν ἔχοντας ἰδίαν φασὶ πολεμουμένους ὑπὸ τῶν Ἐλλοπιέων μεταβῆναι καὶ συνοικῆσαι τοῖς Ἱστιαιεῦσι, μίαν δὲ γενηθεῖσαν πόλιν ἀμφοτέροις χρήσασθαι τοῖς ὀνόμασι, καθάπερ Λακεδαίμων τε καὶ Σπάρτη ἡ αὐτή.
しかし、一部の人々は、オレイタイは独自の都市を持っていたが、エロピア人によって攻撃されたため、移住してヒスティアイアの人々と共同で住むようになり、一つの都市となったため、両方の名前を用いたのだと言っている。 これはラケダイモンとスパルタが同一であるのと同じである。
εἴρηται δʼ ὅτι καὶ ἐν Θετταλίᾳ Ἱστιαιῶτις ἀπὸ τῶν ἀνασπασθέντων ἐνθένδε ὑπὸ Περραιβῶν ὠνόμασται.
また、テッサリアのヒスティアイオティス地方は、ペッライボイ人によってここから強制移住させられた人々にちなんで名付けられたと、すでに述べられている。

語釈・文法注

  1. 10.1.1οἰκεῖον ἂν εἴη συνάψαι — 「結びつけるのがふさわしいであろう」の意味。非人称の形容詞句 οἰκεῖόν ἐστιν に潜在を示す ἄν と希求法(ここでは ἂν εἴη)が結びついた形であり、主語は不定詞句 συνάψαι... で表される。
  2. 10.1.2σχεδὸν δέ τι καὶ περὶ τῶν ἀντιπόρθμων ἀλλήλοις τόπων... — 前文の εἰρήκαμεν(すでに述べた)が共通の動詞として引き継がれており、ここでは「〜についてもほぼ同様に述べている」という省略構造になっている。
  3. 10.1.3οἱ δʼ ἀπὸ ἥρωός φασι — 述語動詞 ὀνομασθῆναι αὐτούς(彼らが名付けられた)の省略。前句の ἐπονομάσαι Ἄβαντας...(アバンテス人と名付ける)およびその後の καθάπερ καὶ Εὔβοιαν ἀπὸ ἡρωίνης(エウボイアが女英雄の名にちなむように)から容易に推測される。
  4. 10.1.4ὥστε τάχα καὶ διὰ τὸ τοὺς Ἐλλοπιεῖς ὀρείους εἶναι τοὺς προοικήσαντας ἐτέθη τοὔνομα τοῦτο τῇ πόλει — 接続詞 ὥστε に導かれる結果節。διὰ τὸ εἶναι(〜であることによって)という動名詞的接続に、不定詞の主語として τοὺς Ἐλλοπιεῖς τοὺς προοικήσαντας(最初に入住したエロピアの人々)が対格で、述語形容詞として ὀρείους(山がちの)が置かれている。

この箇所を引用する

ストラボン, 地理誌 §10.1.1-10.1.4. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:10.1.1-10.1.4

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。