§9.5.22ἔπειτα τοῦτο καὶ ἐπὶ τῶν Περραιβῶν καὶ τῶν Αἰνιάνων συνέβη· Ὅμηρος μὲν γὰρ συνέζευξεν αὐτοὺς ὡς πλησίον ἀλλήλων οἰκοῦντας· καὶ δὴ καὶ λέγεται ὑπὸ τῶν ὕστερον ἐπὶ χρόνον συχνὸν ἡ οἴκησις τῶν Αἰνιάνων ἐν τῷ Δωτίῳ γενέσθαι πεδίῳ, τοῦτο δʼ ἐστὶ πλησίον τῆς ἄρτι λεχθείσης Περραιβίας καὶ τῆς Ὄσσης καὶ ἔτι τῆς Βοιβηίδος λίμνης, ἐν μέσῃ μέν πως τῇ Θετταλίᾳ λόφοις δὲ ἰδίοις περικλειόμενον, περὶ οὗ Ἡσίοδος οὕτως εἴρηκεν
"ἢ οἵη Διδύμους ἱεροὺς ναίουσα κολωνοὺς Δωτίῳ ἐν πεδίῳ, πολυβότρυος ἄντʼ Ἀμύροιο, νίψατο Βοιβιάδος λίμνης πόδα παρθένος ἀδμής.
随后,这种情况也发生在珀赖博伊人和艾尼亚尼斯人身上;因为荷马将他们结合在一起,视作彼此临近而居的人;而事实上后代人也说,艾尼亚尼斯人在多蒂翁平原居住了很长一段时间,这一平原靠近刚才提到的珀赖比亚、奥萨山以及波伊贝伊斯湖,大致位于色萨利的中部,被其特有的丘陵所环绕,关于这里,赫西俄德曾这样写道:"或是像那个女子,她居住在多蒂翁平原上神圣的双子丘,面对着盛产葡萄的阿μ罗司,作为未婚的处女在波伊比亚斯湖中洗脚。
"
οἱ μὲν οὖν Αἰνιᾶνες οἱ πλείους εἰς τὴν Οἴτην ἐξηλάθησαν ὑπὸ τῶν Λαπιθῶν, κἀνταῦθα δὲ ἐδυνάστευσαν ἀφελόμενοι τῶν τε Δωριέων τινὰ μέρη καὶ τῶν Μαλιέων μέχρι Ἡρακλείας καὶ Ἐχίνου, τινὲς δʼ αὐτῶν ἔμειναν περὶ Κύφον, Περραιβικὸν ὄρος ὁμώνυμον κατοικίαν ἔχον.
"总之,艾尼亚尼斯人中的大多数被拉庇泰人驱逐到了奥伊特山,并在那里夺取了多利安人的一部分土地以及马利埃斯人直到赫拉克莱亚和埃奇诺斯的土地,从而建立了统治;但他们中的一些人留在了库波斯周围,这是一座拥有同名定居点的珀赖博伊人的山。
οἱ δὲ Περραιβοὶ τινὲς μὲν συσταλέντες περὶ τὰ ἑσπέρια τοῦ Ὀλύμπου μέρη κατέμενον αὐτόθι πρόσχωροι ὄντες Μακεδόσι, τὸ δὲ πολὺ μέρος εἰς τὰ περὶ τὴν Ἀθαμανίαν ὄρη καὶ τὴν Πίνδον ἐξέπεσε· νυνὶ δὲ μικρὸν ἢ οὐδὲν αὐτῶν ἴχνος σώζεται.
至于珀赖博伊人,他们中的一部分人退缩到奥林匹斯山的西部,并在那里留了下来,与马其顿人相邻,但大部分人被驱逐到阿萨马尼亚周围的山区和品都斯山;如今,他们的痕迹几乎没有或完全没有保存下来。
τοὺς δʼ οὖν ὑπὸ τοῦ ποιητοῦ λεχθέντας Μάγνητας ὑστάτους ἐν τῷ Θετταλικῷ καταλόγῳ νομιστέον τοὺς ἐντὸς τῶν Τεμπῶν ἀπὸ τοῦ Πηνειοῦ καὶ τῆς Ὄσσης ἕως Πηλίου, Μακεδόνων τοῖς Πιεριώταις ὁμόρους τοῖς ἔχουσι τὴν τοῦ Πηνειοῦ περαίαν μέχρι τῆς θαλάττης.
无论如何,应当认为,诗人在色萨利船户表最后提到的马格内斯人,是指那些居住在坦佩境内、自佩涅奥斯河和奥萨山延伸至皮立翁山的人,他们与占领佩涅奥斯河对岸直到海边的马其顿毕埃里亚人相邻。
τὸ μὲν οὖν Ὁμόλιον ἢ τὴν Ὁμόλην (λέγεται γὰρ ἀμφοτέρως) ἀποδοτέον αὐτοῖς· εἴρηται δʼ ἐν τοῖς Μακεδονικοῖς ὅτι ἐστὶ πρὸς τῇ Ὄσσῃ κατὰ τὴν ἀρχὴν τῆς τοῦ Πηνειοῦ διὰ τῶν Τεμπῶν διεκβολῆς.
因此,霍莫利翁或者霍莫莱(因为两种称呼都有)应当归于他们;在关于马其顿的叙述中已经提到,它位于奥萨山附近,在佩涅奥斯河流经坦佩的起点处。
εἰ δὲ καὶ μέχρι τῆς παραλίας προϊτέον τῆς ἐγγυτάτω τοῦ Ὁμολίου, λόγον ἔχει ὥστε τὸν Ῥιζοῦντα προσνέμειν καὶ Ἐρυμνὰς ἐν τῇ ὑπὸ Φιλοκτήτῃ παραλίᾳ κειμένας καὶ τῇ ὑπὸ Εὐμήλῳ.
而如果我们还必须推进到最靠近霍莫利翁的海岸,那么将位于菲洛克泰特斯所辖海岸以及欧墨洛斯所辖海岸的里祖斯和埃里姆奈也归于他们,也是合理的。
τοῦτο μὲν οὖν ἐν ἀσαφεῖ κείσθω.
总之,且让这件事留在模糊之中。
καὶ ἡ τάξις δὲ τῶν ἐφεξῆς τόπων μέχρι Πηνειοῦ οὐ διαφανῶς λέγεται, ἀδόξων δʼ ὄντων τῶν τόπων οὐδʼ ἡμῖν περὶ πολλοῦ θετέον.
此外,直到佩涅奥斯河为止的后续地点的顺序也没有被清晰地阐明,既然这些地方并不著名,我们也没必要对此给予太多重视。
ἡ μέντοι Σηπιὰς ἀκτὴ καὶ τετραγῴδηται μετὰ ταῦτα καὶ ἐξύμνηται διὰ τὸν ἐνταῦθα ἀφανισμὸν τοῦ Περσικοῦ στόλου· ἔστι δʼ αὕτη μὲν ἀκτὴ πετρώδης, μεταξὺ δʼ αὐτῆς καὶ Κασθαναίας κώμης ὑπὸ τῷ Πηλίῳ κειμένης αἰγιαλός ἐστιν, ἐν ᾧ ὁ Ξέρξου στόλος ναυλοχῶν ἀπηλιώτου πολλοῦ πνεύσαντος ὁ μὲν εὐθὺς αὐτοῦ πρὸς τὸ ξηρὸν ἐξώκειλε καὶ διελύθη παραχρῆμα, ὁ δʼ εἰς Ἰπνοὺς τόπον τραχὺν τῶν περὶ τὸ Πήλιον παρενεχθεὶς ὁ δʼ εἰς Μελίβοιαν ὁ δʼ εἰς τὴν Κασθαναίαν διεφθάρη.
然而,塞皮亚斯岬角在此后不仅成为悲剧的主题,也因波斯舰队在此处遭遇毁灭而被传颂;这一岬角是多岩石的,但在它与位于皮立翁山脚下的卡斯萨奈亚村之间有一片海滩,薛西斯的舰队曾在此停泊,当时刮起了一阵猛烈的东风,有些船只当即就在原地被冲上陆地并立刻解体,有些船只被卷到皮立翁山周围崎岖险峻的伊普诺伊,有些在梅里博伊亚遭遇毁灭,有些则在卡斯萨奈亚遭遇毁灭。
τραχὺς δʼ ἐστὶν ὁ παράπλους πᾶς ὁ τοῦ Πηλίου ὅσον σταδίων ὀγδοήκοντα· τοσοῦτος δʼ ἐστὶ καὶ τοιοῦτος καὶ ὁ τῆς Ὄσσης.
沿着皮立翁山海岸的整个航程都是崎岖多石的,长约八十斯塔德;奥萨山的海岸航程也是同样长度和同样的性质。
μεταξὺ δὲ κόλπος σταδίων πλειόνων ἢ διακοσίων, ἐν ᾧ ἡ Μελίβοια.
在这两者之间是一个两百多斯塔德的海湾,梅里博伊亚就坐落在其中。
ὁ δὲ πᾶς ἀπὸ Δημητριάδος ἐγκολπίζοντι ἐπὶ τὸν Πηνειὸν μείζων τῶν χιλίων, ρχειοῦ καὶ ἄλλων ὀκτακοσίων, ἀπὸ δὲ Εὐρίπου δισχιλίων τριακοσίων πεντήκοντα.
从德米特里阿斯沿着海湾航行到佩涅奥斯河的整个航程超过一千斯塔德,〈自皮立翁山〉另有八百斯塔德,而自尤里普斯海峡则为两千三百五十斯塔德。
Ἱερώνυμος δὲ τῆς πεδιάδος Θετταλίας καὶ Μαγνήτιδος τὸν κύκλον τρισχιλίων ἀποφαίνεται σταδίων, ᾠκῆσθαι δʼ ὑπὸ Πελασγῶν, ἐξελαθῆναι δὲ τούτους εἰς τὴν Ἰταλίαν ὑπὸ Λαπιθῶν· εἶναι δὲ τὸ νῦν καλούμενον Πελασγικὸν πεδίον, ἐν Λάρισα καὶ Γυρτώνη καὶ Φεραὶ καὶ Μόψιον καὶ Βοιβηὶς καὶ Ὄσσα καὶ Ὁμόλη καὶ Πήλιον καὶ Μαγνῆτις·
而希罗尼穆斯声声,色萨利平原地区和马格内蒂斯地区的周长为三千斯塔德,该地曾由佩拉斯吉人居住,但他们被拉庇泰人驱逐到了意大利;并且这也就是现在被称为“佩拉斯吉平原”的地方,其中有拉里萨、居尔顿、费赖、莫普西翁、波伊贝伊斯湖、奥萨山、霍莫莱、皮立翁山以及马格内蒂斯地方。
Μόψιον δʼ ὠνόμασται οὐκ ἀπὸ Μόψου τοῦ Μαντοῦς τῆς Τειρεσίου, ἀλλʼ ἀπὸ τοῦ Λαπίθου τοῦ συμπλεύσαντος τοῖς Ἀργοναύταις· ἄλλος δʼ ἐστὶ Μόψοπος, ἀφʼ οὗ ἡ Ἀττικὴ Μοψοπία.
莫普西翁得名,并非由于泰瑞西阿斯之女曼托之子莫普斯斯,而是由于曾与阿尔戈英雄一同航行的拉庇泰人;而莫普索波斯则是另一个人,阿提卡的莫普索皮亚就是得名于他。
§9.5.23τὰ καθʼ ἕκαστα μὲν ταῦτα περὶ Θετταλίας, καθʼ ὅλου δʼ ὅτι Πυρραία πρότερον ἐκαλεῖτο ἀπὸ Πύρρας τῆς Δευκαλίωνος γυναικός, Αἱμονία δὲ ἀπὸ Αἵμονος, Θετταλία δὲ ἀπὸ Θετταλοῦ τοῦ Αἵμονος.
关于色萨利,以上是各个具体细节,而从整体上来说,这一地区以前被称为皮赖亚,得名于丢卡利翁的妻子皮赖,后被称为海莫尼亚,得名于海蒙,再被称为色萨利,得名于海蒙之子色萨洛斯。
ἔνιοι δὲ διελόντες δίχα τὴν μὲν πρὸς νότον λαχεῖν φασι Δευκαλίωνι καὶ καλέσαι Πανδώραν ἀπὸ τῆς μητρός, τὴν δʼ ἑτέραν Αἵμονι, ἀφʼ οὗ Αἱμονίαν λεχθῆναι· μετωνομάσθαι δὲ τὴν μὲν Ἑλλάδα ἀπὸ Ἕλληνος τοῦ Δευκαλίωνος, τὴν δὲ Θετταλίαν ἀπὸ τοῦ υἱοῦ Αἵμονος· τινὲς δὲ ἀπὸ Ἐφύρας τῆς Θεσπρωτίδος ἀπογόνους Ἀντίφου καὶ Φειδίππου, τῶν Θετταλοῦ τοῦ Ἡρακλέους, ἐπελθόντας ἀπὸ Θετταλοῦ τοῦ ἑαυτῶν προγόνου τὴν χώραν ὀνομάσαι.
但有些人将土地一分为二,声称南部归于丢卡利翁,他根据自己母亲的名字将其命名为潘多拉,而另一部分则归于海蒙,并因此被称为海莫尼亚;且前者根据丢卡利翁之子赫勒恩的名字改名为“赫拉斯”,后者根据海蒙之子的名字改名为“色萨利”;还有些人说,赫拉克勒斯之子色萨洛斯之子安提福斯和斐迪波斯的后代们,从塞斯普罗蒂亚的埃费拉入侵该地,并根据他们自己的先祖色萨洛斯的名字命名了这一地区。
εἴρ δὲ καὶ Νεσσωνὶς ὀνομασθῆναί ποτε ἀπὸ Νέσσωνος τοῦ Θετταλοῦ, καθάπερ καὶ ἡ λίμνη.
另外也曾提到,这一地区以前也曾因色萨洛斯之子内松而被命名为内索尼斯,就像同名的湖泊一样。