§9.5.20λέγει δὲ καὶ περὶ τούτου καὶ περὶ τῶν Περραιβῶν ἐν τοῖς ἑξῆς ὁ ποιητὴς ὅταν φῇ
Γουνεὺς δʼ ἐκ Κύφου ἦγε δύω καὶ εἴκοσι νῆας.
诗人也在接下来的诗行中提到了此人以及珀赖博伊人,当他说: “古涅乌斯从库波斯率领了二十二艘船。
τῷ δʼ Ἐνιῆνες ἕποντο μενεπτόλεμοί τε Περαιβοί, οἳ περὶ Δωδώνην δυσχείμερον οἰκίʼ ἔθεντο, ἀμφʼ ἱμερτὸν Τιταρήσιον ἔργʼ ἐνέμοντο.
跟随他的有坚守战场的埃尼埃内斯人和珀赖博伊人,他们在严冬的多多纳周围安家,在可爱的提塔雷西奥斯河畔耕作。
λέγει μὲν οὖν τούτους τοὺς τόπους τῶν Περραιβῶν, ἀπὸ μέρους τῆς Ἑστιαιώτιδος ἐπειληφότας· ἦσαν δὲ καὶ ὑπὸ τῷ Πολυποίτῃ ἐκ μέρους Περραιβικαί, τοῖς μέντοι Λαπίθαις προσένειμε διὰ τὸ ἀναμὶξ οἰκεῖν καὶ τὰ μὲν πεδία κατέχειν τοὺς Λαπίθας καὶ τὸ ἐνταῦθα Περραιβικὸν ὑπὸ τούτοις τετάχθαι ὡς ἐπὶ πλέον, τὰ δʼ ὀρεινότερα χωρία πρὸς τῷ Ὀλύμπῳ καὶ τοῖς Τέμπεσι τοὺς Περραιβούς, καθάπερ τὸν Κύφον καὶ τὴν Δωδώνην καὶ τὰ περὶ τὸν Τιταρήσιον, ὃς ἐξ ὄρους Τιταρίου συμφυοῦς τῷ Ὀλύμπῳ ῥέων εἰς τὰ πλησίον τῶν Τεμπῶν χωρία τῆς Περραιβίας αὐτοῦ που τὰς συμβολὰς ποιεῖται πρὸς τὸν Πηνειόν.
” 总之,他将这些地方说成是珀赖博伊人的,因为他们占领了赫斯提哀奥提斯的一部分;而波吕波伊提斯麾下的城市中也有一部分是属于珀赖博伊人的,但他把它们归属于拉庇泰人,因为他们混居在一起,而且拉庇泰人占领了平原,那里的珀赖博伊人基本上处于他们的支配之下,而珀赖博伊人则占领了靠近奥林匹斯山和坦佩的、更为多山的地方,例如库波斯、多多纳以及提塔雷西奥斯河周围地区,这条河从与奥林匹斯山相连的提塔里奥斯山流出,进入坦佩附近的珀赖比亚地区,并在那里的某个地方与佩涅奥斯河汇合。
τὸ μὲν οὖν τοῦ Πηνειοῦ καθαρόν ἐστιν ὕδωρ, τὸ δὲ τοῦ Τιταρησίου λιπαρὸν ἔκ τινος ὕλης ὥστʼ οὐ συμμίσγεται
ἀλλά τέ μιν καθύπερθεν ἐπιτρέχει ἠύτʼ ἔλαιον.
佩涅奥斯河的水是清澈的,而提塔雷西奥斯河的水由于某种物质而带有油性,因此它们并不混合, “而是像油一样在上面流过。
διὰ δὲ τὸ ἀναμὶξ οἰκεῖν Σιμωνίδης Περραιβοὺς καὶ Λαπίθας καλεῖ τοὺς Πελασγιώτας ἅπαντας, τοὺς τὰ ἑῷα κατέχοντας τὰ περὶ Γυρτῶνα καὶ τὰς ἐκβολὰς τοῦ Πηνειοῦ καὶ Ὄσσαν καὶ Πήλιον καὶ τὰ περὶ Δημητριάδα καὶ τὰ ἐν τῷ πεδίῳ, Λάρισαν Κραννῶνα Σκοτοῦσσαν Μόψιον Ἄτρακα, καὶ τὰ περὶ τὴν Νεσσωνίδα λίμνην καὶ Βοιβηίδα·
” 由于他们混居在一起,西莫尼德斯将所有占领东部地区(居尔顿、佩涅奥斯河口、奥萨山、皮立翁山、德米特里阿斯周围以及平原上的城市,即拉里萨、克兰农、斯克图萨、莫普西翁、阿特拉克斯,还有内索尼斯湖和波伊贝伊斯湖周围地区)的佩拉斯吉奥特斯人统称为“珀赖博伊人和拉庇泰人”。
ὧν ὁ ποιητὴς ὀλίγων μέμνηται διὰ τὸ μὴ οἰκισθῆναί πω τἆλλα ἢ φαύλως οἰκισθῆναι διὰ τοὺς κατακλυσμοὺς ἄλλοτʼ ἄλλους γινομένους· ἐπεὶ οὐδὲ τῆς Νεσσωνίδος μέμνηται λίμνης, ἀλλὰ τῆς Βοιβηίδος μόνον πολὺ ἐλάττονος οὔσης, ταύτης δὲ μόνης μενούσης, ἐκείνης δὲ ὡς εἰκὸς τοτὲ μὲν πληρουμένης ἀτάκτως, τοτὲ δʼ ἐκλειπομένης.
诗人只提到了其中的少数几个,因为其他地方当时尚未建城,或者由于不同时期发生的洪水而建设得很简陋;因为他甚至没有提到内索尼斯湖,而只提到了要小得多的波伊贝伊斯湖,因为只有后者一直存在,而前者正如所料,时而无规则地灌满,时而干涸。
τῆς δὲ Σκοτούσσης ἐμνήσθημεν καὶ ἐν τοῖς περὶ Δωδώνης λόγοις καὶ τοῦ μαντείου τοῦ ἐν Θετταλίᾳ, διότι περὶ τοῦτον ὑπῆρξε τὸν τόπον.
我们在关于多多纳以及色萨利神谕所的讨论中也提到了斯克图萨,因为神谕所就存在于这个地方附近。
ἔστι δʼ ἐν τῇ Σκοτούσσῃ χωρίον τι Κυνὸς κεφαλαὶ καλούμενον, περὶ ὃ Ῥωμαῖοι μετʼ Αἰτωλῶν καὶ Τίτος Κοΐντιος ἐνίκων μάχῃ μεγάλῃ Φίλιππον τὸν Δημητρίου, Μακεδόνων βασιλέα.
在斯克图萨有一个叫作“犬头”(Kynos Kephalai)的地方,在它附近,罗马人与埃托利亚人以及提图斯·昆克蒂乌斯在一场大战中击败了德米特里之子、马其顿国王腓力。
§9.5.21πέπονθε δέ τι τοιοῦτο καὶ ἡ Μαγνῆτις· κατηριθμημένων γὰρ ἤδη πολλῶν αὐτῆς τόπων οὐδένας τούτων ὠνόμακε Μάγνητας Ὅμηρος, ἀλλʼ ἐκείνους μόνους οὓς τυφλῶς καὶ οὐ γνωρίμως διασαφεῖ
οἳ περὶ Πηνειὸν καὶ Πήλιον εἰνοσίφυλλον ναίεσκον.
马格内蒂斯地区也遭受了类似的情况;因为尽管它的许多地方已经被列举,荷马却没有将其中任何一处命名为“马格内斯人的土地”,而只命名了那些他描述得含糊不清且不易辨认的人,即: “那些居住在佩涅奥斯河和树叶摇曳的皮立翁山周围的人。
ἀλλὰ μὴν περὶ τὸν Πηνειὸν καὶ τὸ Πήλιον οἰκοῦσι καὶ οἱ τὴν Γυρτῶνα ἔχοντες, οὓς ἤδη κατέλεξε, καὶ τὸ Ὀρμένιον καὶ ἄλλοι πλείους, καὶ ἔτι ἀπωτέρω τοῦ Πηλίου ὅμως Μάγνητες ἦσαν ἀρξάμενοι ἀπὸ τῶν ὑπʼ Εὐμήλῳ, κατά γε τοὺς ὕστερον ἀνθρώπους.
” 然而,在佩涅奥斯河和皮立翁山周围,也居住着他已经列举的占有居尔顿的人、奥尔梅尼翁以及其他许多人;但尽管如此,甚至距离皮立翁山更远的人也同样是马格内斯人,至少根据后代人的说法,从属于欧墨洛斯统治下的人开始就是如此。
ἐοίκασιν οὖν διὰ τὰς συνεχεῖς μεταστάσεις καὶ ἐξαλλάξεις τῶν πολιτειῶν καὶ ἐπιμίξεις συγχεῖν καὶ τὰ ὀνόματα καὶ τὰ ἔθνη, ὥστε τοῖς νῦν ἔσθʼ ὅτε ἀπορίαν παρέχειν, καθάπερ τοῦτο τὸ πρῶτον μὲν ἐπὶ Κραννῶνος καὶ τῆς Γυρτῶνος γεγένηται.
因此,由于接连不断的迁徙、政体的更迭以及混居,他们似乎混淆了名称和部族,以至于有时给现代人带来困难,这正是在克兰农和居尔顿首先发生的事情。
τοὺς μὲν γὰρ Γυρτωνίους Φλεγύας πρότερον ἐκάλουν ἀπὸ Φλεγύου τοῦ Ἰξίονος ἀδελφοῦ, τοὺς δὲ Κραννωνίους Ἐφύρους, ὥστε διαπορεῖν, ὅταν φῇ ὁ ποιητής
τὼ μὲν ἄρʼ ἐκ Θρῄκης Ἐφύρους μέτα θωρήσσοντο ἠὲ μετὰ Φλεγύας μεγαλήτορας,
τίνας ποτὲ βούλεται λέγειν·
因为他们以前根据伊克西翁的兄弟弗勒癸亚斯的名字,将居尔顿人称为弗勒癸亚斯人,而将克兰农人称为埃费罗伊人,因此当诗人说: “于是这两个神从色雷斯武装起来,前往埃费罗伊人那里,或是前往心气高傲的弗勒癸亚斯人那里,” 人们便会产生疑问,他到底想指的是谁。