§9.5.15ἑξῆς δὲ τοὺς ὑπὸ τῷ Εὐμήλῳ καταλέγει, τὴν συνεχῆ παραλίαν, ἥπερ ἐστὶν ἤδη Μαγνησίας καὶ τῆς Πελασγιώτιδος γῆς.
次に[詩人は]エウメロスの配下にある人々、すなわちすでにマグネシアおよびペラスギオティス地方に属している連続する沿岸地域[の人々]を列挙している。
Φεραὶ μὲν οὖν εἰσι πέρας τῶν Πελασγικῶν πεδίων πρὸς τὴν Μαγνησίαν, ἃ παρατείνει μέχρι τοῦ Πηλίου σταδίους ἑκατὸν ἑξήκοντα.
さて、フェライはマグネシアに向かうペラスギア平原の端であり、この平原はペリオン山まで160スタディオンにわたって延びている。
ἐπίνειον δὲ τῶν Φερῶν Παγασαὶ διέχον ἐνενήκοντα σταδίους αὐτῶν, Ἰωλκοῦ δὲ εἴκοσιν.
フェライの港はパガサイであり、フェライから90スタディオン、イオルコスからは20スタディオン離れている。
ἡ δʼ Ἰωλκὸς κατέσκαπται μὲν ἐκ παλαιοῦ, ἐντεῦθεν δʼ ἔστειλε τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ Πελίας·
イオルコスは古くから破壊されているが、ここからペリアスがイアソンとアルゴー号を送り出したのである。
ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι μυθεύουσι τὸν τόπον, οἱ δὲ πιθανώτερον ἡγοῦνται τοὔνομα τῷ τόπῳ τεθῆναι τοῦτο ἀπὸ τῶν πηγῶν αἳ πολλαί τε καὶ δαψιλεῖς ῥέουσι·
アルゴー号の建造にちなんで、その場所がパガサイと呼ばれるようになったと神話は伝えるが、他の人々は、多くかつ豊かに湧き出ている泉にちなんでこの名がその場所に与えられたとする説のほうが、より説得力があると考えている。
πλησίον δὲ καὶ Ἀφέται ὡς ἂν ἀφετήριόν τι τῶν Ἀργοναυτῶν.
近くには、アルゴナウタイの出発地のようなものとして、アペタイもある。
τῆς δὲ Δημητριάδος ἑπτὰ σταδίους ὑπέρκειται τῆς θαλάττης Ἰωλκός.
デメトリアスの上方、海から7スタディオンのところにイオルコスはある。
ἔκτισε δὲ Δημήτριος ὁ πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ τὴν Δημητριάδα μεταξὺ Νηλείας καὶ Παγασῶν ἐπὶ θαλάττῃ τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας, Νήλειάν τε καὶ Παγασὰς καὶ Ὀρμένιον, ἔτι δὲ Ῥιζοῦντα Σηπιάδα Ὀλιζῶνα Βοίβην Ἰωλκόν, αἳ δὴ νῦν εἰσι κῶμαι τῆς Δημητριάδος.
攻城者デメトリオスは、近隣の小都市、すなわちネレイア、パガサイ、オルメニオン、さらにはリズス、セピアス、オリゾン、ボイベ、イオルコスをそこ(デメトリアス)に集住させて、自身の名にちなんで名付けたデメトリアスを、ネレイアとパガサイの間の海沿いに創建した。 これらは今ではデメトリアスの村々となっている。
καὶ δὴ καὶ ναύσταθμον ἦν τοῦτο καὶ βασίλειον μέχρι πολλοῦ τοῖς βασιλεῦσι τῶν Μακεδόνων, ἐπεκράτει δὲ καὶ τῶν Τεμπῶν καὶ τῶν ὀρῶν ἀμφοῖν, ὥσπερ εἴρηται, τοῦ τε Πηλίου καὶ τῆς Ὄσσης·
そして実際、これはマケドニアの王たちにとって長い間、海軍基地であり王宮であった。 また、すでに述べたように、テンペ渓谷と、ペリオン山およびオッサ山の両方の山々をも支配していた。
νῦν δὲ συνέσταλται μέν, τῶν δʼ ἐν τῇ Μαγνησίᾳ πασῶν ὅμως διαφέρει.
現在では衰退しているものの、それでもマグネシアのすべての都市の中で抜きんでている。
ἡ δὲ Βοιβηὶς λίμνη πλησιάζει μὲν ταῖς Φεραῖς, συνάπτει δὲ καὶ τοῖς ἀπολήγουσι τοῦ Πηλίου πέρασι καὶ τῆς Μαγνησίας·
ボイベイス湖はフェライの近くにあり、ペリオン山およびマグネシアの末端の境界とも接している。
Βοίβη δὲ χωρίον ἐπὶ τῇ λίμνῃ κείμενον.
ボイベはその湖畔に位置する場所である。
καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς συνέστειλαν ἐξαρθείσας ποτὲ καὶ συγκαταλυθείσας τοῖς τυράννοις.
かつて大いに発展したイオルコスを内紛と僭主政治が破滅させたように、かつて隆盛を極め、のちに僭主たちとともに滅び去ったフェライをも[それらは]衰退させたのである。
πλησίον δὲ τῆς Δημητριάδος ὁ Ἄναυρος ῥεῖ.
デメトリアスの近くをアナウロス川が流れている。
καλεῖται δὲ καὶ συνεχὴς αἰγιαλὸς Ἰωλκός·
また、[デメトリアスに]連続する海岸もイオルコスと呼ばれている。
ἐνταῦθα δὲ καὶ τὴν Πυλαϊκὴν πανήγυριν συνετέλουν.
かつてここでピュライアの祝祭も執り行われていた。
ὁ δʼ Ἀρτεμίδωρος ἀπωτέρω τῆς Δημητριάδος τίθησι τὸν Παγασιτικὸν κόλπον εἰς τοὺς ὑπὸ Φιλοκτήτῃ τόπους·
アルテミドロスは、パガサイ湾をデメトリアスからさらに遠く、フィロクテテスの配下にある地域に位置づけている。
ἐν δὲ τῷ κόλπῳ φησὶν εἶναι τὴν Κικύνηθον νῆσον καὶ πολίχνην ὁμώνυμον.
そしてその湾内にはキキュネトスという島と同名の小都市があると彼は述べている。
§9.5.16ἑξῆς δʼ αἱ ὑπὸ Φιλοκτήτῃ πόλεις καταλέγονται.
次に、フィロクテテスの配下にある都市が列挙される。
ἡ μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος·
さて、[ここの]メトネは、フィリッポスが破壊したトラキアのメトネとは異なるものである。
ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσῳ τροπῆς·
私たちは以前にも、これらの地名やペロポネソスにおける地名の変化について言及した。
τἆλλα δὲ ηρίθμηται, ἥ τε Θαυμακία καὶ ὼν καὶ ἡ Μελίβοια, τῆς ἑξῆς παραλίας ἐστίν.
そのほかにも、タウマキアや[オリゾン]やメリボイアが数え上げられており、これらは次の沿岸地域に属している。
πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δʼ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις.
マグネシア地方の沖合には多くの島々が浮かんでいるが、とりわけ名高いのはスキアトス、ペパレトス、イコス、ハロンネソス、そしてスカイロスであり、それぞれ島と同名の都市を持っている。
μάλιστα δʼ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν.
なかでもスカイロスがとりわけ名高いのは、リュコメデスとアキレウスとの親密な関係、およびアキレウスの息子ネオプトレモスがこの地で生まれ、育てられたことによる。
ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῷ μάλιστα ἐνδόξους.
のちにフィリッポスが勢力を増したとき、アテナイ人が海を支配し、これらをはじめとする島々を統治しているのを見て、自分に最も近い[これらの]島々をきわめて有名にした。
πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θρᾴκης καὶ τῆς ἄλλης τῆς κύκλῳ γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφῃρεῖτο, καὶ τὰς ὑπʼ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει.
覇権をめぐって戦争を行いながら、彼は常にまず近くの地域から手を出した。 そして、マグネシア地方自体の大部分、さらにはトラキアやその周辺の他の土地の多くをマケドニア領としたのと同様に、マグネシア沖の島々をも奪い取り、以前は誰にも知られていなかったような島々を、争奪の対象とし有名にしたのである。
τὴν δʼ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων, καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας ἢ Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς.
ともかくスカイロスについては、何よりも古代の伝承が有名にしているが、それだけでなく、スカイロス産のヤギの優れた性質や、カリュストス産、ドキマイアないしシュンナダ産、そしてヒエラポリス産の石と同様に、スカイロス産の斑紋石の採石場といった事柄も、この島を人々の噂に上らせている。
μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφʼ ἧς ἡ πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.
というのも、ローマでは、この斑紋石からなる一本石の柱や巨大な板を見ることができ、それによって市は公私にわたって美しく飾られており、白大理石からなるものは今や大した価値のないものにされてしまっているからである。