Humanitext Reader

斯特拉波 · 地理学 §9.5.15-9.5.16

欧墨洛斯与菲洛克忒忒斯的领地及沿海城市

第 307 段,共 577 段 · 希腊语

内容简介

叙述了欧墨洛斯治下的费赖、约尔科斯、德美特里亚斯等泰萨利亚沿岸城市,以及菲洛克忒忒斯治下的领土与包括斯基罗斯岛在内的周边岛屿的地理与历史。

§9.5.15ἑξῆς δὲ τοὺς ὑπὸ τῷ Εὐμήλῳ καταλέγει, τὴν συνεχῆ παραλίαν, ἥπερ ἐστὶν ἤδη Μαγνησίας καὶ τῆς Πελασγιώτιδος γῆς.
接下来,[诗人]列举了欧墨洛斯治下的人们,即已经属于马格内西亚和佩拉斯吉奥蒂斯土地的连续沿岸地区。
Φεραὶ μὲν οὖν εἰσι πέρας τῶν Πελασγικῶν πεδίων πρὸς τὴν Μαγνησίαν, ἃ παρατείνει μέχρι τοῦ Πηλίου σταδίους ἑκατὸν ἑξήκοντα.
至于费赖,则是面向马格内西亚的佩拉斯吉亚平原的尽头,该平原向外延伸至培利翁山,长达一百六十斯塔迪亚。
ἐπίνειον δὲ τῶν Φερῶν Παγασαὶ διέχον ἐνενήκοντα σταδίους αὐτῶν, Ἰωλκοῦ δὲ εἴκοσιν.
费赖的港口是帕加塞,距离费赖九十斯塔迪亚,而距离约尔科斯二十斯塔迪亚。
ἡ δʼ Ἰωλκὸς κατέσκαπται μὲν ἐκ παλαιοῦ, ἐντεῦθεν δʼ ἔστειλε τὸν Ἰάσονα καὶ τὴν Ἀργὼ Πελίας· ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι μυθεύουσι τὸν τόπον, οἱ δὲ πιθανώτερον ἡγοῦνται τοὔνομα τῷ τόπῳ τεθῆναι τοῦτο ἀπὸ τῶν πηγῶν αἳ πολλαί τε καὶ δαψιλεῖς ῥέουσι· πλησίον δὲ καὶ Ἀφέται ὡς ἂν ἀφετήριόν τι τῶν Ἀργοναυτῶν.
约尔科斯自古以来就已被摧毁,但当年佩利亚斯就是从这里派遣了伊阿宋和阿尔戈号;有人传说该地因建造阿尔戈号而被命名为帕加塞,但也有人认为更合理的是,这个名字是因这里有许多且丰沛流淌的泉水而赋予该地的;附近还有阿斐泰,好似阿尔戈英雄们的某种出发地。
τῆς δὲ Δημητριάδος ἑπτὰ σταδίους ὑπέρκειται τῆς θαλάττης Ἰωλκός.
约尔科斯坐落在德美特里亚斯之上,距离大海七斯塔迪亚。
ἔκτισε δὲ Δημήτριος ὁ πολιορκητὴς ἐπώνυμον ἑαυτοῦ τὴν Δημητριάδα μεταξὺ Νηλείας καὶ Παγασῶν ἐπὶ θαλάττῃ τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας, Νήλειάν τε καὶ Παγασὰς καὶ Ὀρμένιον, ἔτι δὲ Ῥιζοῦντα Σηπιάδα Ὀλιζῶνα Βοίβην Ἰωλκόν, αἳ δὴ νῦν εἰσι κῶμαι τῆς Δημητριάδος.
攻城者德美特里乌斯在内勒亚和帕加塞之间的大海边创建了以自己名字命名的德美特里亚斯,并将邻近的小城镇合并其中,即内勒亚、帕加塞、奥尔美尼翁,以及里祖斯、塞皮亚斯、奥利宗、玻伊贝和约尔科斯,这些城镇如今确实成了德美特里亚斯的村庄。
καὶ δὴ καὶ ναύσταθμον ἦν τοῦτο καὶ βασίλειον μέχρι πολλοῦ τοῖς βασιλεῦσι τῶν Μακεδόνων, ἐπεκράτει δὲ καὶ τῶν Τεμπῶν καὶ τῶν ὀρῶν ἀμφοῖν, ὥσπερ εἴρηται, τοῦ τε Πηλίου καὶ τῆς Ὄσσης· νῦν δὲ συνέσταλται μέν, τῶν δʼ ἐν τῇ Μαγνησίᾳ πασῶν ὅμως διαφέρει.
事实上,这里在很长一段时间内是马其顿国王们的军港和王宫所在,并且正如已经说过的,它还控制着坦佩谷以及培利翁山和奥萨山这两座大山;现在它虽然衰落了,但仍然在马格内西亚的所有城市中脱颖而出。
ἡ δὲ Βοιβηὶς λίμνη πλησιάζει μὲν ταῖς Φεραῖς, συνάπτει δὲ καὶ τοῖς ἀπολήγουσι τοῦ Πηλίου πέρασι καὶ τῆς Μαγνησίας· Βοίβη δὲ χωρίον ἐπὶ τῇ λίμνῃ κείμενον.
玻伊贝伊斯湖靠近费赖,同时也与培利翁山及马格内西亚的尽头边界相接;而玻伊贝是坐落在湖畔的一个地方。
καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς συνέστειλαν ἐξαρθείσας ποτὲ καὶ συγκαταλυθείσας τοῖς τυράννοις.
正如内讧和僭主政治摧毁了进一步壮大起来的约尔科斯一样,它们也将费赖削弱了,费赖曾一度兴盛,但最终与僭主们一同毁灭。
πλησίον δὲ τῆς Δημητριάδος ὁ Ἄναυρος ῥεῖ.
阿瑙罗斯河流经德美特里亚斯附近。
καλεῖται δὲ καὶ συνεχὴς αἰγιαλὸς Ἰωλκός· ἐνταῦθα δὲ καὶ τὴν Πυλαϊκὴν πανήγυριν συνετέλουν.
此外,相连的海岸也被称为约尔科斯;人们过去也在这里举行皮莱亚节庆。
ὁ δʼ Ἀρτεμίδωρος ἀπωτέρω τῆς Δημητριάδος τίθησι τὸν Παγασιτικὸν κόλπον εἰς τοὺς ὑπὸ Φιλοκτήτῃ τόπους· ἐν δὲ τῷ κόλπῳ φησὶν εἶναι τὴν Κικύνηθον νῆσον καὶ πολίχνην ὁμώνυμον.
而阿耳特弥多罗斯则将帕加塞湾置于距离德美特里亚斯更远、属于菲洛克忒忒斯治下的地区;他说,在湾内有奇库涅索斯岛以及同名的小城镇。
§9.5.16ἑξῆς δʼ αἱ ὑπὸ Φιλοκτήτῃ πόλεις καταλέγονται.
接下来列举了菲洛克忒忒斯治下的城市。
ἡ μὲν οὖν Μηθώνη ἑτέρα ἐστὶ τῆς Θρᾳκίας Μεθώνης, ἣν κατέσκαψε Φίλιππος· ἐμνήσθημεν δὲ καὶ πρότερον τῆς τῶν ὀνομάτων τούτων καὶ τῶν ἐν Πελοποννήσῳ τροπῆς·
至于麦索内,与被腓力摧毁的色雷斯麦索内是不同的地方;我们之前已经提到过这些地名以及伯罗奔尼撒半岛上那些地名的变化。
τἆλλα δὲ ηρίθμηται, ἥ τε Θαυμακία καὶ ὼν καὶ ἡ Μελίβοια, τῆς ἑξῆς παραλίας ἐστίν.
其他城市也已被列出;陶马基亚、[奥利宗]和梅里波亚属于下一段沿岸地区。
πρόκεινται δὲ τῶν Μαγνήτων νῆσοι συχναὶ μέν, αἱ δʼ ἐν ὀνόματι Σκίαθός τε καὶ Πεπάρηθος καὶ Ἰκὸς Ἁλόννησός τε καὶ Σκῦρος, ὁμωνύμους ἔχουσαι πόλεις.
马格内西亚人的海域前方坐落着许多岛屿,其中著名的有斯基亚索斯、佩帕雷索斯、伊科斯、阿洛内索斯和斯基罗斯,这些岛屿都拥有同名的城市。
μάλιστα δʼ ἐστὶν ἐν ὀνόματι Σκῦρος διὰ τὴν Λυκομήδους πρὸς Ἀχιλλέα οἰκειότητα καὶ τὴν Νεοπτολέμου τοῦ Ἀχιλλέως ἐνταῦθα γένεσίν τε καὶ ἐκτροφήν.
其中最著名的是斯基罗斯,这是因为吕科墨得斯与阿喀琉斯的亲密关系,以及阿喀琉斯之子涅俄普托勒摩斯在此诞生并成长。
ὕστερον δὲ Φίλιππος αὐξηθείς, ὁρῶν Ἀθηναίους ἐπικρατοῦντας τῆς θαλάττης καὶ τῶν νήσων ἄρχοντας καὶ τούτων καὶ τῶν ἄλλων, ἐποίησε τὰς πλησίον ἑαυτῷ μάλιστα ἐνδόξους.
后来,当腓力势力壮大时,看到雅典人称霸海上并统治着这些以及其他岛屿,他便使那些最靠近自己的岛屿变得极其著名。
πολεμῶν γὰρ περὶ τῆς ἡγεμονίας ἐπεχείρει πρώτοις ἀεὶ τοῖς ἐγγύθεν, καὶ καθάπερ αὐτῆς τῆς Μαγνήτιδος τὰ πολλὰ μέρη Μακεδονίαν ἐποίησε καὶ τῆς Θρᾴκης καὶ τῆς ἄλλης τῆς κύκλῳ γῆς, οὕτω καὶ τὰς πρὸ τῆς Μαγνησίας νήσους ἀφῃρεῖτο, καὶ τὰς ὑπʼ οὐδενὸς γνωριζομένας πρότερον περιμαχήτους καὶ γνωρίμους ἐποίει.
因为在争夺霸权的战争中,他总是首先向邻近的地方下手,正如他把马格内西亚本身的绝大部分,以及色雷斯和周围其他土地并入马其顿一样,他也夺取了马格内西亚前方的岛屿,使那些此前无人知晓的岛屿变成了争夺的焦点并闻名遐迩。
τὴν δʼ οὖν Σκῦρον καὶ μάλιστα μὲν αἱ ἀρχαιολογίαι συνιστῶσιν, ἀλλὰ καὶ τὰ τοιαῦτα θρυλεῖσθαι ποιεῖ, οἷον αἱ τῶν αἰγῶν ἀρεταὶ τῶν Σκυρίων, καὶ τὰ μέταλλα τῆς ποικίλης λίθου τῆς Σκυρίας, καθάπερ τῆς Καρυστίας καὶ τῆς Δοκιμαίας ἢ Συνναδικῆς, καὶ τῆς Ἱεραπολιτικῆς.
无论如何,斯基罗斯主要是因古代传说而确立其名声的,但也被这类事物推上了众人的谈资,比如斯基罗斯山羊的优良品质,以及斯基罗斯斑纹石的采石场,就像卡律斯托斯石、多基迈亚或辛纳达石以及希拉波利斯石一样。
μονολίθους γὰρ κίονας καὶ πλάκας μεγάλας ὁρᾶν ἔστιν ἐν τῇ Ῥώμῃ τῆς ποικίλης λιθείας, ἀφʼ ἧς ἡ πόλις κοσμεῖται δημοσίᾳ τε καὶ ἰδίᾳ, πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια.
因为在罗马可以看到这种斑纹石制成的独石柱和大块石板,城市无论在公共还是私人场合都因其而装点得绚丽夺目,这使得白色大理石制品变得不值多少钱。

词汇与语法注释

  1. 9.5.15ἀπὸ δὲ τῆς ναυπηγίας τῆς Ἀργοῦς καὶ Παγασὰς λέγεσθαι — 斯特拉波提出了关于“帕加塞”地名的两种词源假说。一种是神话式的解释,将其归因于阿尔戈号的“建造”(πηγνύναι);另一种则将其归因于“泉水”(πηγαί),作者认为后者“更合理”(πιθανώτερον)。
  2. 9.5.15τὰς πλησίον πολίχνας εἰς αὐτὴν συνοικίσας — 不定过去时分词 `συνοικίσας` 与主语 `Δημήτριος` 一致,表示创建城市(`ἔκτισε`)的手段或伴随情况,指将周边若干小城镇在政治上合并(即集聚居住,synoecism)。
  3. 9.5.15καθάπερ δὲ τὴν Ἰωλκὸν αὐξηθεῖσαν ἐπὶ πλέον κατέλυσαν αἱ στάσεις καὶ αἱ τυραννίδες, οὕτως καὶ τὰς Φερὰς συνέστειλαν — 该句采用 `καθάπερ... οὕτως...`(正如……那样……)的比较结构。后半句动词 `συνέστειλαν`(削弱/使缩减)的主语在语境中承接前半句的主语 `αἱ στάσεις καὶ αἱ τυραννίδες`(内讧与僭主政治)。
  4. 9.5.16ἥ τε Θαυμακία καὶ ὼν — 抄本传统中出现的 `ὼν` 明显是缺失或讹误;在古典学文献学中,通常将其拟构为“奥利宗”(Ὀλιζών),即荷马史诗《伊利亚特》(第2卷第717行)目录中被列为菲洛克忒忒斯治下的城市。
  5. 9.5.16πεποίηκέ τε τὰ λευκόλιθα οὐ πολλοῦ ἄξια — 动词 `ποιέω` 在此与宾语及宾语补足语连用,表示“使 A 成为 B”。其暗示的主语是斑纹石的盛行(`ἡ ποικίλη λιθεία`),这使得原本的“白石制品”(`τὰ λευκόλιθα`)变得不值钱。

引用这一段

斯特拉波, 地理学 §9.5.15-9.5.16. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.5.15-9.5.16

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。