§9.5.1ἔστι δʼ αὐτῆς πρὸς θαλάττῃ μὲν ἡ ἀπὸ Θερμοπυλῶν μέχρι τῆς ἐκβολῆς τοῦ Πηνειοῦ καὶ τῶν ἄκρων τοῦ Πηλίου παραλία βλέπουσα πρὸς ἕω καὶ πρὸς τὰ ἄκρα τῆς Εὐβοίας τὰ βόρεια.
它的靠海一侧,是从温泉关到佩涅俄斯河口以及佩利翁山岬角的海岸线,面向东方和埃夫里亚的北部岬角。
ἔχουσι δὲ τὰ μὲν πρὸς Εὐβοίᾳ καὶ Θερμοπύλαις Μαλιεῖς καὶ οἱ Φθιῶται Ἀχαιοί, τὰ δὲ πρὸς τῷ Πηλίῳ Μάγνητες.
马里人和弗西奥蒂斯阿开亚人占领了朝向埃夫里亚和温泉关的部分,而马格涅斯人则占领了朝向佩利翁山的部分。
αὕτη μὲν οὖν ἡ πλευρὰ τῆς Θετταλίας ἑῴα λεγέσθω καὶ παραλία.
因此,色萨利的这一侧便被称为东侧和沿海侧。
ἑκατέρωθεν δʼ ἀπὸ μὲν Πηλίου καὶ Πηνειοῦ πρὸς τὴν μεσόγαιαν Μακεδόνες παράκεινται μέχρι Παιονίας καὶ τῶν Ἠπειρωτικῶν ἐθνῶν, ἀπὸ δὲ τῶν Θερμοπυλῶν τὰ παράλληλα τοῖς Μακεδόσιν ὄρη τὰ Οἰταῖα καὶ Αἰτωλικά, τοῖς Δωριεῦσι καὶ τῷ Παρνασσῷ συνάπτοντα.
而在两旁,从佩利翁山和佩涅俄斯河向内陆延伸,马其顿人与之相邻,一直到派奥尼亚和伊庇鲁斯的诸部族;而从温泉关出发,与马其顿人平行的是俄塔和埃托利亚的山脉,它们与多里斯人的土地和帕纳索斯山相连。
καλείσθω δὲ τὸ μὲν πρὸς τοῖς Μακεδόσι πλευρὸν ἀρκτικόν, τὸ δʼ ἕτερον νότιον.
靠近马其顿人的一侧被称为北侧,而另一侧则被称为南侧。
λοιπὸν δʼ ἐστὶ τὸ ἑσπέριον, ὃ περικλείουσιν Αἰτωλοὶ καὶ Ἀκαρνᾶνες καὶ Ἀμφίλοχοι καὶ τῶν Ἠπειρωτῶν Ἀθαμᾶνες καὶ Μολοττοὶ καὶ ἡ τῶν Αἰθίκων ποτὲ λεγομένη γῆ καὶ ἁπλῶς ἡ περὶ Πίνδον πλὴν τοῦ Πηλίου καὶ τῆς Ὄσσης.
剩下的是西侧,它被埃托利亚人、阿卡纳尼亚人、安菲洛科斯人,以及伊庇鲁斯人中的阿萨马内斯人和莫洛索斯人,还有曾经被称为艾西克斯人的土地,简而言之,即除佩利翁山和奥萨山之外的平多斯山周围地区所环绕。
ταῦτʼ ἐξῆρται μὲν ἱκανῶς, οὐ μήν γε πολλὴν περιλαμβάνει κύκλῳ χώραν, ἀλλʼ εἰς τὰ πεδία τελευτᾷ.
这两座山虽然相当高耸,但它们周围并没有包围很多土地,而是终止于平原。
§9.5.2ταῦτα δʼ ἐστὶ τὰ μέσα τῆς Θετταλίας, εὐδαιμονεστάτη χώρα πλὴν ὅση ποταμόκλυστός ἐστιν.
这些即是色萨利的中部,是一片极其富庶的土地,除了那些遭受河流泛滥的部分。
ὁ γὰρ Πηνειὸς διὰ μέσης ῥέων καὶ πολλοὺς δεχόμενος ποταμοὺς ὑπερχεῖται πολλάκις· τὸ δὲ παλαιὸν καὶ ἐλιμνάζετο, ὡς λόγος, τὸ πεδίον ἔκ τε τῶν ἄλλων μερῶν ὄρεσι περιειργόμενον καὶ τῆς παραλίας μετεωρότερα τῶν πεδίων ἐχούσης τὰ χωρία ὑπὸ δὲ σεισμῶν ῥήγματος γενομένου τὰ νῦν καλούμενα Τέμπη καὶ τὴν Ὄσσαν ἀποσχίσαντος ἀπὸ τοῦ Ὀλύμπου, διεξέπεσε ταύτῃ πρὸς θάλατταν ὁ Πηνειὸς καὶ ἀνέψυξε τὴν χώραν ταύτην.
因为佩涅俄斯河流经其中部,并接纳了许多河流,因而经常泛滥;而在古代,正如传说所言,这片平原甚至是一个湖泊,因为它的其他部分被群山环绕,而沿海地区的土地又高于平原;但是,由于地震产生了解体(裂缝),形成了如今所谓的坦佩峡谷,并将奥萨山从奥林匹斯山中割裂开来,佩涅俄斯河便由此流向大海,使这片土地干涸。
ὑπολείπεται δʼ ὅμως ἥ τε Νεσσωνὶς λίμνη μεγάλη καὶ ἡ Βοιβηὶς ἐλάττων ἐκείνης καὶ πλησιεστέρα τῇ παραλίᾳ.
然而,依然留下了较大的内索尼斯湖,以及比它小且更靠近海岸的博伊贝伊斯湖。
§9.5.3τοιαύτη δʼ οὖσα εἰς τέτταρα μέρη διῄρητο· ἐκαλεῖτο δὲ τὸ μὲν Φθιῶτις τὸ δὲ Ἑστιαιῶτις τὸ δὲ Θετταλιῶτις τὸ δὲ Πελασγιῶτις.
由于具有这样的性质,它被划分为四个部分:一个被称为弗西奥蒂斯,一个被称为赫斯提艾奥蒂斯,一个被称为色萨利奥蒂斯,另一个被称为佩拉斯吉奥蒂斯。
ἔχει δʼ ἡ μὲν Φθιῶτις τὰ νότια τὰ παρὰ τὴν Οἴτην ἀπὸ τοῦ Μαλιακοῦ κόλπου καὶ Πυλαϊκοῦ μέχρι τῆς Δολοπίας καὶ τῆς Πίνδου διατείνοντα, πλατυνόμενα δὲ μέχρι Φαρσάλου καὶ τῶν πεδίων τῶν Θετταλικῶν· ἡ δʼ Ἑστιαιῶτις τὰ ἑσπέρια καὶ τὰ μεταξὺ Πίνδου καὶ τῆς ἄνω Μακεδονίας· τὰ δὲ λοιπὰ οἵ τε ὑπὸ τῇ Ἑστιαιώτιδι νεμόμενοι τὰ πεδία, καλούμενοι δὲ Πελασγιῶται, συνάπτοντες ἤδη τοῖς κάτω Μακεδόσι, καὶ οἱ ἐφεξῆς τὰ μέχρι Μαγνητικῆς παραλίας ἐκπληροῦντες χωρία.
弗西奥蒂斯占领了沿着俄塔山的南部地区,从马里湾和皮莱湾延伸到多洛皮亚和平多斯山,并向外扩张直到法萨卢斯和色萨利平原;赫斯提艾奥蒂斯占领了西部地区,以及平多斯山和上马其顿之间的区域;而其余的部分则由居住在赫斯提艾奥蒂斯下方平原的人们占领,他们被称为佩拉斯吉人,并已与下马其顿接壤;以及接续其后、占据直至马格内西亚海岸地区的人们。
κἀνταῦθα δʼ ἐνδόξων ὀνομάτων ἔσται ἀρίθμησις καὶ ἄλλως διὰ τὴν Ὁμήρου ποίησιν· τῶν δὲ πόλεων ὀλίγαι σώζουσι τὸ πάτριον ἀξίωμα, μάλιστα δὲ Λάρισα.
在这里,无论是因为其他原因,还是因为荷马的诗歌,都将列举出许多赫赫有名的名字;但在这些城市中,只有少数保留了祖先的尊严,其中尤以拉里萨为最。
§9.5.4ὁ δὲ ποιητὴς εἰς δέκα μέρη καὶ δυναστείας διελὼν τὴν σύμπασαν γῆν ἣν νῦν Θετταλίαν προσαγορεύομεν, προσλαβών τινα καὶ τῆς Οἰταίας καὶ τῆς Λοκρικῆς, ὡς δʼ αὕτως καὶ τῆς ὑπὸ Μακεδόσιν νῦν τεταγμένης, ὑπογράφει τι κοινὸν καὶ πάσῃ χώρᾳ συμβαῖνον, τὸ μεταβάλλεσθαι καὶ τὰ ὅλα καὶ τὰ καθʼ ἕκαστα παρὰ τὰς τῶν ἐπικρατούντων δυνάμεις.
而诗人则将我们现在称为色萨利的整个土地划分为十个部分和统治领地,并加入了一部分俄塔和洛克里斯的领土,同样也加入了目前归入马其顿人管辖的一部分领土,描绘了发生在每一个国家身上的共同现象,即无论是整体还是局部,它们都会随着统治者势力的消长而发生改变。