§9.4.12τὸ δʼ ὄρος διατείνει ἀπὸ Θερμοπυλῶν καὶ τῆς ἀνατολῆς μέχρι πρὸς τὸν κόλπον τὸν Ἀμβρακικὸν καὶ τὴν ἑσπέραν·
この山脈はテルモピュライと東から、アンブラキア湾と西へと延びている。
τρόπον δέ τινα καὶ πρὸς ὀρθὰς τέμνει τὴν ἀπὸ τοῦ Παρνασσοῦ μέχρι Πίνδου καὶ τῶν ὑπερκειμένων βαρβάρων ὀρεινὴν τὸ ὄρος τοῦτο.
また、この山脈はある意味で、パルナソス山からピンドス山およびその上方に位置する異民族の居住地に及ぶ山脈を、直角に横切っている。
τούτου δὴ τὸ μὲν πρὸς Θερμοπύλας νενευκὸς μέρος Οἴτη καλεῖται σταδίων διακοσίων τὸ μῆκος, τραχὺ καὶ ὑψηλόν, ὑψηλότατον δὲ κατὰ τὰς Θερμοπύλας·
これのうち、テルモピュライの方に傾いている部分は、長さ二百スタディオンで、オイテ山と呼ばれ、険しく高いが、テルモピュライのあたりで最も高くなっている。
κορυφοῦται γὰρ ἐνταῦθα καὶ τελευτᾷ πρὸς ὀξεῖς καὶ ἀποτόμους μέχρι τῆς θαλάττης κρημνούς, ὀλίγην δʼ ἀπολείπει πάροδον τοῖς ἀπὸ τῆς παραλίας ἐμβάλλουσιν εἰς τοὺς Λοκροὺς ἐκ τῆς Θετταλίας.
なぜなら、山はそこで最高峰に達し、海に至るまで鋭く切り立った崖となって終わり、テッサリアから沿岸伝いにロクリス地方へと侵入する者たちに対して、わずかな通路を残すのみだからである。
§9.4.13τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας·
そこで、この通路を人々は「門」、あるいは「狭門」、また「テルモピュライ」と呼んでいる。
ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά·
なぜなら、その近くにはヘラクレスの聖所として崇めされている温泉もあるからである。
τὸ δʼ ὑπερκείμενον ὄρος Καλλίδρομον·
その上方にそびえる山はカリドロモンと呼ばれる。
τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ διʼ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι.
しかしある人々は、アイトリアとアカルナニアを通り抜けてアンブラキア湾にまで達する残りの部分をも、カリドロモンと呼んでいる。
πρὸς δὲ ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, ἡ Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα·
そしてテルモピュライの、狭門の内側には砦がいくつかある。 すなわち、海に面したロクリス人のニカイア、その上方にあるテイキウス、およびヘラクレイアであって、これは以前はトラキスと呼ばれており、ラケダイモン人の入植地であった。
διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους ἡ Ἡράκλεια·
ヘラクレイアは古代のトラキスから約六スタディオン離れている。
ἑξῆς δὲ ἡ Ῥοδουντία, χωρίον ἐρυμνόν.
その次には、堅固な要塞であるロドウンティアがある。
§9.4.14ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα ἥ τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι.
これらの場所への侵入を困難にしているのは、その険しさと、それらが通り抜ける峡谷を形成している多くの川である。
πρὸς γὰρ τῷ Σπερχειῷ τῷ παραρρέοντι τὴν Ἀντικύραν καὶ ὁ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν·
というのも、アンティキュラの傍らを流れるスペルケイオス川に加えて、デュラス川もあり、これはヘラクレスの火葬の薪を消そうとしたと言われている。
καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους.
また、トラキスから五スタディオン離れたところに、もう一つの川であるメラス川がある。
πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, διʼ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῷ, ὁμώνυμον τῷ ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται·
トラキスの南には深い裂け目があるとヘロドトスは言っている。 それを通って、すでに述べられたアソポス川と同名のアソポス川が、門の外の海へと注いでおり、南から合流する、あの英雄と同名で、近くにその墓も示されているフォイニクス川をも合流させている。
στάδιοι δʼ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα.
アソポス川からテルモピュライまでは十五スタディオンである。
§9.4.15τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων·
当時、これらの場所は最も名高かった。 狭門周辺の要衝を支配していたときであり、狭門の外側の人々と内側の人々の間で主導権をめぐる争いがあったからである。
καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων·
それはちょうど、フィリッポスがマケドニアからの進出拠点を見据えて、カルキスとコリントスを「ギリシアの足枷」と呼んだのと同じである。
ἐπιδέσμους δʼ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα·
後世の人々は、これら二つの都市に加えてさらにデメトリアスをも「帯」と呼んだ。
καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν.
というのも、これもペリオン山とオッサ山を領有し、テンペ周辺の通路を支配していたからである。
ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντʼ ἀτελεύεται πᾶσι καὶ ἀνέῳγε.
しかし後になって、すべての者が一つの支配のもとに服するようになると、すべてが万人のために解放され、開かれたものとなった。
§9.4.16περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες διʼ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι.
この狭門の周辺で、レオニダスとその部下たちは、その土地の近隣から集まった少数の者たちとともに、ペルシア人のあれほどの大軍に対して持ちこたえた。 ついには、異民族たちが山道を迂回して彼らを包囲し、斬り伏せるにいたるまで。
καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ ἡ θρυλουμένη ἐπιγραφὴ τῇ Λακεδαιμονίων στήλῃ οὕτως ἔχουσα
ὦ ξένʼ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.
そして現在も、彼らの合同墳墓と碑石、そしてラケダイモン人の碑石に刻まれた有名な碑文があり、次のように記されている。 「旅人よ、ラケダイモン人たちに伝えてくれ、彼らの掟に従って、私たちはここに横たわっていると。
§9.4.17ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν ᾧ κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες.
」また、そこには大きな港とデメテルの神殿もあり、そこでは隣領同盟の議員たちが、すべての会合において犠牲式を執り行っていた。
ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῇ στάδιοι τετταράκοντα, πλοῦς δʼ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα.
港からトラキスのヘラクレイアまでは陸路で四十スタディオン、ケナイオンへの航路は七十スタディオンである。
ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν.
門の外に出るとすぐにスペルケイオス川が注いている。
ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα.
エウリポスから門までは五百三十スタディオンである。
καὶ ἡ μὲν Λοκρὶς τέλος ἔχει.
こうして、ロクリス地方の記述は終わる。
τὰ δʼ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων.
外側のうち、東およびマリア湾に面した部分はテッサリア人のものであり、西に面した部分はアイトリア人とアカルナニア人のものである。
Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι.
アタマネス人もまた姿を消してしまった。
§9.4.18μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δʼ ἄλλοι πλείους.
テッサリア人の連合は、実に最大かつ最古のものであり、それについてはホメロスがあることを述べ、他のより多くの著述家たちが別のことを述べている。
Αἰτωλοὺς δʼ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπʼ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν.
一方で、ホメロスはアイトリア人を常に一つの名前で呼んでおり、彼らのもとに部族ではなく都市を配している。 ただし、部分的にはアイトリア人の一部とみなすべきクレテス人は例外である。
ἀπὸ Θετταλῶν δʼ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.
そこで、テッサリア人から記述を始めることにしよう。 きわめて古く、神話的で、多くが一致をみない事柄は、他の地域でもそうしたように省略し、私たちにとって重要と思われる事柄を述べることにする。