§9.4.12τὸ δʼ ὄρος διατείνει ἀπὸ Θερμοπυλῶν καὶ τῆς ἀνατολῆς μέχρι πρὸς τὸν κόλπον τὸν Ἀμβρακικὸν καὶ τὴν ἑσπέραν· τρόπον δέ τινα καὶ πρὸς ὀρθὰς τέμνει τὴν ἀπὸ τοῦ Παρνασσοῦ μέχρι Πίνδου καὶ τῶν ὑπερκειμένων βαρβάρων ὀρεινὴν τὸ ὄρος τοῦτο.
这座山脉从温泉关和东方一直延伸到安布拉基亚湾和西方;在某种程度上,这座山脉也与从帕纳索斯山到平多斯山以及在其上方的蛮族居住地延伸的山脉呈直角相交。
τούτου δὴ τὸ μὲν πρὸς Θερμοπύλας νενευκὸς μέρος Οἴτη καλεῖται σταδίων διακοσίων τὸ μῆκος, τραχὺ καὶ ὑψηλόν, ὑψηλότατον δὲ κατὰ τὰς Θερμοπύλας· κορυφοῦται γὰρ ἐνταῦθα καὶ τελευτᾷ πρὸς ὀξεῖς καὶ ἀποτόμους μέχρι τῆς θαλάττης κρημνούς, ὀλίγην δʼ ἀπολείπει πάροδον τοῖς ἀπὸ τῆς παραλίας ἐμβάλλουσιν εἰς τοὺς Λοκροὺς ἐκ τῆς Θετταλίας.
在这其中,朝向温泉关倾斜的部分被称为俄塔山,长两百斯塔迪翁,地势险峻且高耸,但在温泉关一带最高;因为山脉在那里达到顶峰,并以险峻陡峭的悬崖直抵海边,给那些从色萨利沿海岸侵入洛克里斯的人仅留下了一条狭窄的通道。
§9.4.13τὴν μὲν οὖν πάροδον Πύλας καλοῦσι καὶ στενὰ καὶ Θερμοπύλας· ἔστι γὰρ καὶ θερμὰ πλησίον ὕδατα τιμώμενα ὡς Ἡρακλέους ἱερά·
因此,人们将这条通道称为“关隘”、“窄道”以及“温泉关”;因为附近也有温泉,被作为赫拉克勒斯的圣所而受到尊崇。
τὸ δʼ ὑπερκείμενον ὄρος Καλλίδρομον· τινὲς δὲ καὶ τὸ λοιπὸν τὸ διʼ Αἰτωλίας καὶ τῆς Ἀκαρνανίας διῆκον μέχρι τοῦ Ἀμβρακικοῦ κόλπου Καλλίδρομον προσαγορεύουσι.
其上方的山被称为卡利德罗蒙山;但有些人也将穿过埃托利亚和阿卡纳尼亚一直延伸到安布拉基亚湾的其余部分称为卡利德罗蒙山。
πρὸς δὲ ταῖς Θερμοπύλαις ἐστὶ φρούρια ἐντὸς τῶν στενῶν, Νίκαια μὲν ἐπὶ θάλατταν Λοκρῶν, Τειχιοῦς δὲ καὶ Ἡράκλεια ὑπὲρ αὐτῆς, ἡ Τραχὶν καλουμένη πρότερον, Λακεδαιμονίων κτίσμα· διέχει δὲ τῆς ἀρχαίας Τραχῖνος περὶ ἓξ σταδίους ἡ Ἡράκλεια· ἑξῆς δὲ ἡ Ῥοδουντία, χωρίον ἐρυμνόν.
在温泉关,窄道内部有一些堡垒:洛克里斯人的尼凯亚在海边,泰基乌斯和赫拉克莱亚在其上方——后者以前被称为特拉基斯,是拉刻代蒙人的殖民地;赫拉克莱亚距离古特拉基斯约六斯塔迪翁;紧接着是罗杜恩蒂亚,一个坚固的据点。
§9.4.14ποιεῖ δὲ δυσείσβολα τὰ χωρία ταῦτα ἥ τε τραχύτης καὶ τὸ πλῆθος τῶν ὑδάτων φάραγγας ποιούντων, ἃς διέξεισι.
地势的险峻和水源的充足,使得这些地方难以进入,因为这些水流形成了它们所穿过的深谷。
πρὸς γὰρ τῷ Σπερχειῷ τῷ παραρρέοντι τὴν Ἀντικύραν καὶ ὁ Δύρας ἐστίν, ὅν φασιν ἐπιχειρῆσαι τὴν Ἡρακλέους σβέσαι πυράν· καὶ ἄλλος Μέλας διέχων Τραχῖνος εἰς πέντε σταδίους.
因为除了流经安提库拉的斯佩耳刻俄斯河外,还有迪拉斯河,据说它曾试图熄灭赫拉克勒斯的火葬柴堆;还有另一条河梅拉斯河,距离特拉基斯五斯塔迪翁。
πρὸς δὲ μεσημβρίαν τῆς Τραχῖνος φησὶν Ἡρόδοτος εἶναι βαθεῖαν διασφάγα, διʼ ἧς Ἀσωπός, ὁμώνυμος τοῖς εἰρημένοις Ἀσωποῖς, εἰς τὴν θάλατταν ἐκπίπτει τὴν ἐκτὸς Πυλῶν, παραλαβὼν καὶ τὸν Φοίνικα ἐκ τῆς μεσημβρίας συμβάλλοντα αὐτῷ, ὁμώνυμον τῷ ἥρωι, οὗ καὶ τάφος πλησίον δείκνυται· στάδιοι δʼ εἰσὶν ἐπὶ Θερμοπύλας ἀπὸ τοῦ Ἀσωποῦ πεντεκαίδεκα.
希罗多德说,在特拉基斯以南有一个深谷,阿索波斯河(与上述其他阿索波斯河同名)穿过它流入关隘之外的海中,并且接纳了从南方与其汇合的福尼克斯河(与那位英雄同名,其坟墓就在附近);从阿索波斯河到温泉关有十五斯塔迪翁。
§9.4.15τότε μὲν οὖν ἦν ἐνδοξότατα τὰ χωρία ταῦτα, ἡνίκα τῶν κλείθρων ἐκυρίευε τῶν περὶ τὰ στενά, καὶ τοῖς ἔξω τῶν στενῶν πρὸς τοὺς ἐντὸς ἦσαν ἀγῶνες πρωτείων· καθάπερ καὶ πέδας ἐκάλει Φίλιππος τῆς Ἑλλάδος τὴν Χαλκίδα καὶ τὴν Κόρινθον, πρὸς τὰς ἐκ τῆς Μακεδονίας ἀφορμὰς βλέπων·
当时,这些地方极为著名,因为它们控制着窄道周围的要冲,而窄道外的人与窄道内的人之间曾为了争夺霸权而发生争斗;正如腓力鉴于来自马其顿的行动基地,将卡尔基斯和哥林斯称为“希腊的桎梏”一样。
ἐπιδέσμους δʼ οἱ ὕστερον προσηγόρευον ταύτας τε καὶ ἔτι τὴν Δημητριάδα· καὶ γὰρ αὕτη παρόδων ἦν κυρία τῶν περὶ τὰ Τέμπη, τό τε Πήλιον ἔχουσα καὶ τὴν Ὄσσαν.
后来的作家将这两座城市以及德米特里阿斯称为“纽带”;因为德米特里阿斯也控制着坦佩附近的通道,占领着佩利翁山和奥萨山。
ὕστερον δὲ πάντων ὑπὸ μίαν ἐξουσίαν ὑπηγμένων, ἅπαντʼ ἀτελεύεται πᾶσι καὶ ἀνέῳγε.
但后来,当所有人都归于同一个政权之下时,一切都变得免税且对所有人开放了。
§9.4.16περὶ δὲ τὰ στενὰ ταῦτα οἱ περὶ Λεωνίδαν μετὰ ὀλίγων τῶν ὁμόρων τοῖς τόποις ἀντέσχον πρὸς τὰς τοσαύτας τῶν Περσῶν δυνάμεις, μέχρι περιελθόντες διʼ ἀτραπῶν τὰ ὄρη κατέκοψαν αὐτοὺς οἱ βάρβαροι.
在这些窄道周围,列奥尼达和他的部下以及少数来自该地邻近地区的人,抵御了波斯人如此庞大的军队,直到蛮族人沿着山路绕行并斩杀了他们。
καὶ νῦν τὸ πολυάνδριον ἐκείνων ἐστὶ καὶ στῆλαι καὶ ἡ θρυλουμένη ἐπιγραφὴ τῇ Λακεδαιμονίων στήλῃ οὕτως ἔχουσα
ὦ ξένʼ ἀπάγγειλον Λακεδαιμονίοις ὅτι τῇδε κείμεθα τοῖς κείνων πειθόμενοι νομίμοις.
现在那里依然有他们的合葬墓、墓碑,以及拉刻代蒙人墓碑上那段广为流传的墓志铭,内容如下: “过客啊,请告诉拉刻代蒙人,我们听从他们的法律,躺在这里。
§9.4.17ἔστι δὲ καὶ λιμὴν μέγας αὐτόθι καὶ Δήμητρος ἱερόν, ἐν ᾧ κατὰ πᾶσαν Πυλαίαν θυσίαν ἐτέλουν οἱ Ἀμφικτύονες.
” 那里还有一个大港口和德墨忒尔神庙,近邻同盟成员在每一次“皮莱亚”会议上都在此举行祭祀。
ἐκ δὲ τοῦ λιμένος εἰς Ἡράκλειαν τὴν Τραχῖνα πεζῇ στάδιοι τετταράκοντα, πλοῦς δʼ ἐπὶ τὸ Κήναιον ἑβδομήκοντα.
从港口步行到特拉基斯的赫拉克莱亚有四十斯塔迪翁,而乘船到凯奈翁有七十斯塔迪翁。
ἔξω δὲ Πυλῶν εὐθὺς ὁ Σπερχειὸς ἐκδίδωσιν.
一出关隘,斯佩耳刻俄斯河便立即注入海中。
ἐπὶ δὲ Πύλας ἀπὸ Εὐρίπου στάδιοι πεντακόσιοι τριάκοντα.
从埃夫里波斯到关隘有五百三十斯塔迪翁。
καὶ ἡ μὲν Λοκρὶς τέλος ἔχει.
洛克里斯的叙述至此结束。
τὰ δʼ ἔξω Θετταλῶν ἐστι τὰ πρὸς ἕω καὶ τὸν Μαλιακὸν κόλπον, τὰ δὲ πρὸς δύσιν Αἰτωλῶν καὶ Ἀκαρνάνων.
外侧朝向东方和马里湾的部分属于色萨利人,朝向西方的是埃托利亚人和阿卡纳尼亚人。
Ἀθαμᾶνες δὲ καὶ αὐτοὶ ἐκλελοίπασι.
阿萨马内斯人也已经消失了。
§9.4.18μέγιστον δὴ καὶ παλαιότατον τῶν Θετταλῶν σύστημα, ὧν τὰ μὲν Ὅμηρος εἴρηκε τὰ δʼ ἄλλοι πλείους.
色萨利人的联邦确实是最大且最古老的,荷马提及了其中的一些事情,而其他更多作家则提到了更多。
Αἰτωλοὺς δʼ Ὅμηρος μὲν ἀεὶ ἑνὶ ὀνόματι λέγει, πόλεις οὐκ ἔθνη τάττων ὑπʼ αὐτοῖς, πλὴν εἰ τοὺς Κουρῆτας, οὓς ἐν μέρει τακτέον Αἰτωλικῶν.
但荷马总是用一个名字来称呼埃托利亚人,在他们之下配置的是城市而非部族,除非要把库雷特斯人算进去,他们在某种程度上应被归为埃托利亚人的一部分。
ἀπὸ Θετταλῶν δʼ ἀρκτέον, τὰ μὲν σφόδρα παλαιὰ καὶ μυθώδη καὶ οὐχ ὁμολογούμενα τὰ πολλὰ ἐῶντες, καθάπερ καὶ ἐν τοῖς ἄλλοις ἐποιήσαμεν, τὰ δὲ φαινόμενα ἡμῖν καίρια λέγοντες.
我们必须从色萨利人开始,略去那些极为古老、神话性质且大多没有共识的事情,正如我们在其他地方所做的一样,而阐述那些在我们看来是重要的事情。