Humanitext Reader

ストラボン · 地理誌 §9.3.8-9.3.10

デルフォイ神殿の略奪とピュティア競技会

296 / 577 箇所 · ギリシア語

要旨

デルフォイの神殿の富の歴史とその略奪、および神殿の変遷について述べ、ピュティア競技会の創設と、アポロンの大蛇退治を模した音楽競技の構成を解説する。

§9.3.8ἐπίφθονος δʼ ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς ᾖ.
富は、たとえ神聖なものであっても、嫉妬を招きやすく守り難いものである。
νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δʼ ἀναθημάτων τὰ μὲν ἦρται τὰ δὲ πλείω μένει.
少なくとも今日では、デルフォイの神殿は、財貨に関してはきわめて貧しく、奉納品については、あるものは奪い去られたが、大部分は残っている。
πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκεν οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ, καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ ἡ σύλησις ἡ γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος.
以前は、神殿はきわめて富んでおり、それはホメロスもこう語っているとおりである。 「岩がちなピュトにおいて、射手なるポイボス・アポロンの石の敷居が内側に閉じ込めているいかなる富も……」また、宝庫の数々や、フォキス人たちによってなされた略奪によっても(その富は)明らかであり、その略奪から、フォキス戦争また神聖戦争と呼ばれるものが引き起こされた。
αὕτη μὲν οὖν ἡ σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου·
さて、この略奪はアミュンタスの子フィリッポスの時代に起こった。
προτέραν δʼ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, ἣ τὸν ὑφʼ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν·
しかし、それより以前に、ホメロスによって語られた富を運び去った別の古代の略奪があったのではないかと人々は推測している。
οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων·
なぜなら、オノマルコスやパイュロスの一味が神殿を略奪した後の時代には、その富の痕跡すら残っておらず、彼らによって持ち去られたものはそれらの財貨よりも新しい時代のものであったからである。
ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες·
すなわち、それらは宝庫に保管され、戦利品から奉納されたものであって、奉納者の名をも含む碑文を留めていたからである。
Γύγου γὰρ καὶ Κροίσου καὶ Συβαριτῶν καὶ Σπινητῶν τῶν περὶ τὸν Ἀδρίαν, καὶ οὕτως ἐπὶ τῶν ἄλλων.
すなわちギュゲス、クロイソス、シュバリス人、アドリア海沿岸のスピナ人などの名であり、他の者についても同様であった。
οὔτ ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι·
したがって、それらの中に古い財貨が混ざり合っていたとは考えがたい。
καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν.
また、これらの男たちによって荒らされた他の場所もそのことを示している。
ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δʼ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῷ ναῷ κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως.
しかし、ある人々は「アペトル」を「宝庫」の意味に受け取り、「アペトルの敷居」を「地下の貯蔵庫」と解釈して、あの富は神殿の中に埋められていたと言っている。 そして、オノマルコスの一味が夜間に発掘しようと試みたところ、大地震が起こったため、彼らは神殿の外へ逃げ出して発掘を中止し、他の人々にも同様の企てに対する恐れを抱かせたという。
§9.3.9τῶν δὲ ναῶν τὸν μὲν πτέρινον εἰς τοὺς μύθους τακτέον, τὸν δὲ δεύτερον Τροφωνίου καὶ Ἀγαμήδους ἔργον φασί, τὸν δὲ νῦν Ἀμφικτύονες κατεσκεύασαν.
さて、神殿のうち、羽で造られたという最初の神殿は神話の類に分類せねばならない。 第二の神殿は、トロポニオスとアガメデスの作であると言われている。 そして現在の神殿はアンフィクテュオン同盟が建設した。
δείκνυται δʼ ἐν τῷ τεμένει τάφος Νεοπτολέμου κατὰ χρησμὸν γενόμενος, Μαχαιρέως Δελφοῦ ἀνδρὸς ἀνελόντος αὐτόν, ὡς μὲν ὁ μῦθος, δίκας αἰτοῦντα τὸν θεὸν τοῦ πατρῴου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῷ ἱερῷ.
聖域の中には、神託に従って造られたネオプトレモスの墓が示されている。 彼は、デルフォイの男マカイレウスによって殺害されたのであるが、神話によれば、父の死に対する償いを神に求めたために殺されたとされ、ありそうな事実としては、神殿を襲撃したために殺されたとされる。
τοῦ δὲ Μαχαιρέως ἀπόγονον Βράγχον φασὶ τὸν προστατήσαντα τοῦ ἐν Διδύμοις ἱεροῦ.
このマカイレウスの子孫がブランコスであり、ディデュマの神殿を司ったと言われている。
§9.3.10ἀγὼν δὲ ὁ μὲν ἀρχαῖος ἐν Δελφοῖς κιθαρῳδῶν ἐγενήθη παιᾶνα ᾀδόντων εἰς τὸν θεόν· ἔθηκαν δὲ Δελφοί·
デルフォイにおける古代の競技会は、神を讃えるパイアンを歌うキタラ弾きによるものであり、デルフォイの人々がこれを創設した。
μετὰ δὲ τὸν Κρισαῖον πόλεμον οἱ Ἀμφικτύονες ἱππικὸν καὶ γυμνικὸν ἐπʼ Εὐρυλόχου διέταξαν στεφανίτην καὶ Πύθια ἐκάλεσαν.
しかし、クリーサ戦争の後、アンフィクテュオン同盟は、エウリュロコスの時代に、競馬と体育競技の、冠を賞品とする競技会を制定し、これをピュティア競技会と呼んだ。
προσέθεσαν δὲ τοῖς κιθαρῳδοῖς αὐλητάς τε καὶ κιθαριστὰς χωρὶς ᾠδῆς, ἀποδώσοντάς τι μέλος ὃ καλεῖται νόμος Πυθικός.
そして彼らはキタラ弾きに加えて、歌なしのアウロス奏者とキタラ奏者を加え、彼らに「ピュティア旋律」と呼ばれる曲を演奏させた。
πέντε δʼ αὐτοῦ μέρη ἐστίν, ἄγκρουσις ἄμπειρα κατακελευσμὸς ἴαμβοι καὶ δάκτυλοι σύριγγες.
その曲には5つの部分がある。 「前奏」、「試み」、「鼓舞」、「イアンボスとダクテュロス」、「響き」である。
ἐμελοποίησε μὲν οὖν Τιμοσθένης, ὁ ναύαρχος τοῦ δευτέρου Πτολεμαίου ὁ καὶ τοὺς λιμένας συντάξας ἐν δέκα βίβλοις.
これを作曲したのは、プトレマイオス2世の海軍提督であり、10巻からなる『港湾誌』を編纂したティモステネスである。
βούλεται δὲ τὸν ἀγῶνα τοῦ Ἀπόλλωνος τὸν πρὸς τὸν δράκοντα διὰ τοῦ μέλους ὑμνεῖν, ἄγκρουσιν μὲν τὸ προοίμιον δηλῶν, ἄμπειραν δὲ τὴν πρώτην κατάπειραν τοῦ ἀγῶνος, κατακελευσμὸν δὲ αὐτὸν τὸν ἀγῶνα, ἴαμβον δὲ καὶ δάκτυλον τὸν ἐπιπαιανισμὸν τὸν ἐπὶ τῇ νίκῃ μετὰ τοιούτων ῥυθμῶν, ὧν ὁ μὲν ὕμνοις ἐστὶν οἰκεῖος ὁ δʼ ἴαμβος κακισμοῖς, σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος ἐσχάτους τινὰς συριγμούς.
彼はこの旋律によって、アポロンと大蛇との戦いを讃えようとした。 すなわち、「前奏」は導入部を示し、「試み」は戦いの最初の試行を示し、「鼓舞」は戦いそのものを示し、「イアンボスとダクテュロス」は、これらのようなリズム(一方は賛歌に適し、他方のイアンボスは誹謗に適している)を伴う勝利の祝歌を示し、「響き」は獣の死滅を示し、死にゆく獣が発する最後の喘ぎを模したものである。

語釈・文法注

  1. 9.3.8οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ — ホメロス『イリアス』第9歌404–405行の引用。アキレウスが自らの命の価値をデルフォイ(ピュト)の富と比較する文脈。`ἀφήτωρ`(射手、アポロンの異称)は、後述のように「宝庫」を意味すると解釈する異説(ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν)も紹介されている。
  2. 9.3.8οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους — 動詞 `ὑπονοοῦσιν`(彼らは推測している)に続く間接話法(対格と不定詞の構文)の継続。`σωθῆναι`(残った)および `εἶναι`(である)は、人々がそう推測する理由(古代の富の痕跡がのちの時代には全く残っていなかったこと)を示す従属節的な内容を不定詞で表している。
  3. 9.3.9ὡς μὲν ὁ μῦθος, δίκας αἰτοῦντα τὸν θεὸν τοῦ πατρῴου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῷ ἱερῷ — 分詞 `αἰτοῦντα`(求めている)と `ἐπιθέμενον`(襲撃した)はいずれも `Νεοπτολέμου`(属格)を修飾する対格分詞で、直前の `αὐτόν`(ネオプトレモスを)に一致している。`ὡς μὲν... ὡς δὲ...` によって、神話的な解釈と合理的な歴史的解釈が対比されている。
  4. 9.3.10σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος ἐσχάτους τινὰς συριγμούς — 分詞 `μιμουμένων` は属格複数で、アウロス奏者たちを指す(属格独立または前の語句の意味上の主語)。`ὡς ἂν καταστρέφοντος` の `καταστρέφοντος` は、死にゆく大蛇(θῆρ)に係る属格現在分詞。`σύριγξ`(管楽器、シューという音)という音楽用語が、大蛇の最期の息(シューという音)の模倣に関連付けられている。

この箇所を引用する

ストラボン, 地理誌 §9.3.8-9.3.10. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.3.8-9.3.10

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。