§9.3.8ἐπίφθονος δʼ ὢν ὁ πλοῦτος δυσφύλακτός ἐστι κἂν ἱερὸς ᾖ.
财富即使是神圣的,也易招嫉妒且难以防守。
νυνί γέ τοι πενέστατόν ἐστι τὸ ἐν Δελφοῖς ἱερὸν χρημάτων γε χάριν, τῶν δʼ ἀναθημάτων τὰ μὲν ἦρται τὰ δὲ πλείω μένει.
至少在现在,德尔斐的神庙在财货方面是极其贫困的,但在奉献物中,有些已被掠走,不过大部分还留着。
πρότερον δὲ πολυχρήματον ἦν τὸ ἱερόν, καθάπερ Ὅμηρός τε εἴρηκεν
οὐδʼ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει Φοίβου Ἀπόλλωνος Πυθοῖ ἐνὶ πετρηέσσῃ,
καὶ οἱ θησαυροὶ δηλοῦσι καὶ ἡ σύλησις ἡ γενηθεῖσα ὑπὸ τῶν Φωκέων, ἐξ ἧς ὁ Φωκικὸς καὶ ἱερὸς καλούμενος ἐξήφθη πόλεμος.
以前,这座神庙是非常富有的,正如荷马所说: “在多石的皮托,射手福波斯·阿波罗的石质门槛内所关锁的一切财富……” 这也由那些宝库以及福基斯人所进行的掠夺所证明,并由此点燃了被称为福基斯战争或神圣战争的冲突。
αὕτη μὲν οὖν ἡ σύλησις γεγένηται κατὰ Φίλιππον τὸν Ἀμύντου· προτέραν δʼ ἄλλην ὑπονοοῦσιν ἀρχαίαν, ἣ τὸν ὑφʼ Ὁμήρου λεγόμενον πλοῦτον ἐξεφόρησεν·
这次掠夺发生在阿敏塔斯之子腓力时代;但人们推测在此之前还有另一次古老的掠夺,它运走了荷马所提到的财富。
οὐδὲ γὰρ ἴχνος αὐτοῦ σωθῆναι πρὸς τοὺς ὕστερον χρόνους ἐν οἷς οἱ περὶ Ὀνόμαρχον καὶ Φάυλλον ἐσύλησαν τὸ ἱερόν, ἀλλὰ τὰ μὲν ἀπενεχθέντα νεώτερα ἐκείνων εἶναι τῶν χρημάτων·
因为在奥诺马科斯和法伊鲁斯等人掠夺神庙的后期,连那些财富的一丝痕迹都未能保存下来,当时被带走的财物要比那些古老的财富更晚。
ἀποκεῖσθαι γὰρ ἐν θησαυροῖς, ἀπὸ λαφύρων ἀνατεθέντα, ἐπιγραφὰς σώζοντα ἐν αἷς καὶ οἱ ἀναθέντες· Γύγου
γὰρ καὶ
Κροίσου
καὶ
Συβαριτῶν
καὶ
Σπινητῶν τῶν περὶ τὸν Ἀδρίαν,
καὶ οὕτως ἐπὶ τῶν ἄλλων.
因为它们被存放在宝库中,由战利品奉献而来,并保留着载有奉献者名字的铭文,如吉格斯、克罗伊索斯、锡巴里斯人以及亚得里亚海周围的斯皮纳人,其他奉献者也是如此。
οὔτ ήκοι τὰ παλαιὰ χρήματα ἀναμεμῖχθαι·
因此,古老的财富不太可能混在其中。
καὶ ἄλλοι τόποι διασημαίνουσιν ὑπὸ τούτων σκευωρηθέντες τῶν ἀνδρῶν.
此外,被这群人洗劫的其他地方也证实了这一点。
ἔνιοι δὲ τὸν ἀφήτορα δεξάμενοι λέγεσθαι θησαυρόν, ἀφήτορος δʼ οὐδὸν κατὰ γῆς θησαυρισμόν, ἐν τῷ ναῷ κατορωρύχθαι φασὶ τὸν πλοῦτον ἐκεῖνον, καὶ τοὺς περὶ τὸν Ὀνόμαρχον ἐπιχειρήσαντας ἀνασκάπτειν νύκτωρ σεισμῶν γενομένων μεγάλων ἔξω τοῦ ναοῦ φυγεῖν καὶ παύσασθαι τῆς ἀνασκαφῆς, ἐμβαλεῖν δὲ καὶ τοῖς ἄλλοις φόβον τῆς τοιαύτης ἐπιχειρήσεως.
但有些人将“阿斐托尔”理解为“宝库”,将“阿斐托尔的门槛”理解为“地下宝藏”,并称那笔财富曾被埋藏在神庙里。 当奥诺马科斯等人试图在夜间挖掘时,发生了大地震,于是他们逃到神庙外并停止了挖掘,这也使其他人对这种企图产生了恐惧。
§9.3.9τῶν δὲ ναῶν τὸν μὲν πτέρινον εἰς τοὺς μύθους τακτέον, τὸν δὲ δεύτερον Τροφωνίου καὶ Ἀγαμήδους ἔργον φασί, τὸν δὲ νῦν Ἀμφικτύονες κατεσκεύασαν.
至于神庙,第一座用羽毛建造的神庙必须归入神话之列;第二座据说是特罗福尼乌斯和阿伽墨得斯的作品;而现在的这一座是由近邻同盟建造的。
δείκνυται δʼ ἐν τῷ τεμένει τάφος Νεοπτολέμου κατὰ χρησμὸν γενόμενος, Μαχαιρέως Δελφοῦ ἀνδρὸς ἀνελόντος αὐτόν, ὡς μὲν ὁ μῦθος, δίκας αἰτοῦντα τὸν θεὸν τοῦ πατρῴου φόνου, ὡς δὲ τὸ εἰκός, ἐπιθέμενον τῷ ἱερῷ.
在圣域中展示着涅opt勒摩斯的坟墓,这是根据神谕建造的,他在被德尔斐人马开勒乌斯杀害后安葬于此。 正如神话所说,因为他向神要求为其父之死偿命,但正如合乎情理的推测,是因为他袭击了神庙。
τοῦ δὲ Μαχαιρέως ἀπόγονον Βράγχον φασὶ τὸν προστατήσαντα τοῦ ἐν Διδύμοις ἱεροῦ.
据说,主持迪迪马神庙的布兰科斯是马开勒乌斯的后代。
§9.3.10ἀγὼν δὲ ὁ μὲν ἀρχαῖος ἐν Δελφοῖς κιθαρῳδῶν ἐγενήθη παιᾶνα ᾀδόντων εἰς τὸν θεόν· ἔθηκαν δὲ Δελφοί·
德尔斐古代的竞技是弹唱吉他并向神吟唱凯歌;这是由德尔斐人设立的。
μετὰ δὲ τὸν Κρισαῖον πόλεμον οἱ Ἀμφικτύονες ἱππικὸν καὶ γυμνικὸν ἐπʼ Εὐρυλόχου διέταξαν στεφανίτην καὶ Πύθια ἐκάλεσαν.
但在克里萨战争之后,近邻同盟在欧律洛科斯时代设立了以冠冕为奖赏的马术和体育竞技,并称其为皮提亚竞技。
προσέθεσαν δὲ τοῖς κιθαρῳδοῖς αὐλητάς τε καὶ κιθαριστὰς χωρὶς ᾠδῆς, ἀποδώσοντάς τι μέλος ὃ καλεῖται νόμος Πυθικός.
他们还在吉他弹唱之外,增加了无歌唱的双管箫演奏者和吉他演奏者,让他们演奏一种被称为“皮提亚律(诺莫斯)”的乐曲。
πέντε δʼ αὐτοῦ μέρη ἐστίν, ἄγκρουσις ἄμπειρα κατακελευσμὸς ἴαμβοι καὶ δάκτυλοι σύριγγες.
它由五个部分组成:前奏、尝试、鼓舞、雅姆与达克提尔、排箫。
ἐμελοποίησε μὲν οὖν Τιμοσθένης, ὁ ναύαρχος τοῦ δευτέρου Πτολεμαίου ὁ καὶ τοὺς λιμένας συντάξας ἐν δέκα βίβλοις.
这首曲子是由普托勒迈斯二世的海军提督、曾编纂十卷本《港口志》的蒂莫斯提尼斯创作的。
βούλεται δὲ τὸν ἀγῶνα τοῦ Ἀπόλλωνος τὸν πρὸς τὸν δράκοντα διὰ τοῦ μέλους ὑμνεῖν, ἄγκρουσιν μὲν τὸ προοίμιον δηλῶν, ἄμπειραν δὲ τὴν πρώτην κατάπειραν τοῦ ἀγῶνος, κατακελευσμὸν δὲ αὐτὸν τὸν ἀγῶνα, ἴαμβον δὲ καὶ δάκτυλον τὸν ἐπιπαιανισμὸν τὸν ἐπὶ τῇ νίκῃ μετὰ τοιούτων ῥυθμῶν, ὧν ὁ μὲν ὕμνοις ἐστὶν οἰκεῖος ὁ δʼ ἴαμβος κακισμοῖς, σύριγγας δὲ τὴν ἔκλειψιν τοῦ θηρίου, μιμουμένων ὡς ἂν καταστρέφοντος ἐσχάτους τινὰς συριγμούς.
他意图通过这首乐曲赞美阿波罗与大蛇的战斗,将引子表现为前奏,战斗的第一次尝试表现为尝试,战斗本身表现为鼓舞,以具有相应节奏的雅姆和达克提尔(其中之一适用于赞美诗,而雅姆适用于咒骂)表现胜利之歌,并以排箫表现怪兽的断气,模仿它临死时发出的最后嘶嘶声。