§9.3.5φασὶ δʼ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δʼ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφʼ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα·
人々は神託所が、深く、あまり口の広くない、中が空洞になった洞窟であると言っており、そこから神憑りをもたらす気が出ているという。 また、その開口部の上方に高い三脚器が置かれており、その上にピュティアが登って、気を受け取り、韻文や散文で神託を告げるのだという。
ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῷ ἱερῷ.
そして、神殿に奉仕するある種の詩人たちが、これらをも韻律に整えるという。
πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου.
また、フェモノエが最初のピュティアになったと言われており、女預言者も都市も「尋ねる」ことに由来してそのように呼ばれたのだという。 そして、その第一音節は「不死の」や「不疲の」、「奉仕者」におけるように長音化されている。
§9.3.6ἡ μὲν οὖν ἐπὶ τὸ πλεῖον τιμὴ τῷ ἱερῷ τούτῳ διὰ τὸ χρηστήριον συνέβη δόξαντι ἀψευδεστάτῳ τῶν πάντων ὑπάρξαι, προσέλαβε δέ τι καὶ ἡ θέσις τοῦ τόπου.
\n さて、この神殿が受けた大きな崇敬は、すべての神託所の中で最も欺きがないとみなされたその神託によって生じたものであるが、その場所の立地もまたいくらか貢献した。
τῆς γὰρ Ἑλλάδος ἐν μέσῳ πώς ἐστι τῆς συμπάσης, τῆς τε ἐντὸς Ἰσθμοῦ καὶ τῆς ἐκτός, ἐνομίσθη δὲ καὶ τῆς οἰκουμένης, καὶ ἐκάλεσαν τῆς γῆς ὀμφαλόν, προσπλάσαντες καὶ μῦθον ὅν φησι Πίνδαρος, ὅτι συμπέσοιεν ἐνταῦθα οἱ ἀετοὶ οἱ ἀφεθέντες ὑπὸ τοῦ Διός, ὁ μὲν ἀπὸ τῆς δύσεως ὁ δʼ ἀπὸ τῆς ἀνατολῆς·
なぜなら、それはイストモスの内側と外側の両方を含むギリシア全土のほぼ中央に位置しており、居住世界のへそともみなされたからである。 人々はそこを大地の「へそ」と呼び、ピンダロスが語る、ゼウスによって放たれた二羽の鷲(一羽は西から、もう一羽は東から)がここで出会ったという神話をも作り出した。
οἱ δὲ κόρακάς φασι.
しかし、ある人々はそれが烏であったと言う。
δείκνυται δὲ καὶ ὀμφαλός τις ἐν τῷ ναῷ τεταινιωμένος καὶ ἐπʼ αὐτῷ αἱ δύο εἰκόνες τοῦ μύθου.
また、神殿の中には、帯で巻かれたある種の「へそ」が示されており、その上には神話に登場する二羽の像が置かれている。
§9.3.7τοιαύτης δὲ τῆς εὐκαιρίας οὔσης τῆς περὶ τοὺς Δελφούς, συνῄεσάν τε ῥᾳδίως ἐκεῖσε, μάλιστα δʼ οἱ ἐγγύθεν, καὶ δὴ καὶ τὸ Ἀμφικτυονικὸν σύστημα ἐκ τούτων συνετάχθη περί τε τῶν κοινῶν βουλευσόμενον καὶ τοῦ ἱεροῦ τὴν ἐπιμέλειαν ἕξον κοινοτέραν, ἅτε καὶ χρημάτων ἀποκειμένων πολλῶν καὶ ἀναθημάτων φυλακῆς καὶ ἁγιστείας δεομένων μεγάλης.
\n デルフォイの周辺にはこのような好都合な状況があったため、人々は、とりわけ近隣の者たちは容易にそこへと集まった。 そして実に、これらからアンフィクテュオン同盟の組織が編制され、共同の事柄について協議し、神殿の管理をより共同で行うこととなった。 というのも、そこには多くの財貨や奉納品が保管されており、それらは防衛と大いなる神聖性を必要としていたからである。
τὰ πάλαι μὲν οὖν ἀγνοεῖται, Ἀκρίσιος δὲ τῶν μνημονευομένων πρῶτος διατάξαι δοκεῖ τὰ περὶ τοὺς Ἀμφικτύονας καὶ πόλεις ἀφορίσαι τὰς μετεχούσας τοῦ συνεδρίου καὶ ψῆφον ἑκάστῃ δοῦναι, τῇ μὲν καθʼ αὑτὴν τῇ δὲ μεθʼ ἑτέρας ἢ μετὰ πλειόνων, ἀποδεῖξαι δὲ καὶ τὰς Ἀμφικτυονικὰς δίκας ὅσαι πόλεσι πρὸς πόλεις εἰσίν·
さて、古代の事柄については知られていないが、記録に残る者たちの中では、アクリシオスが最初にアンフィクテュオン同盟に関する事柄を規定し、評議会に参加する都市を画定し、各都市に一票を与えた最初の人であると思われる。 ある都市には単独で、別の都市には他の都市あるいは複数の都市とともに一票を与え、また、都市と都市の間のあらゆる争いに対するアンフィクテュオン同盟の裁判権を定めた。
ὕστερον δʼ ἄλλαι πλείους διατάξεις γεγόνασιν, ἕως κατελύθη καὶ τοῦτο τὸ σύνταγμα, καθάπερ τὸ τῶν Ἀχαιῶν.
その後、さらに多くの規定が作られたが、最終的にはアカイア同盟の組織と同様に、この組織も解体された。
αἱ μὲν οὖν πρῶται δυοκαίδεκα συνελθεῖν λέγονται πόλεις·
さて、最初に集まったのは12の都市であると言われている。
ἑκάστη δʼ ἔπεμπε Πυλαγόραν, δὶς κατʼ ἔτος οὔσης τῆς συνόδου ἔαρός τε καὶ μετοπώρου·
そして各都市は、春と秋の年に二回開かれる会議にピュラゴラスを派遣した。
ὕστερον δὲ καὶ πλείους προσῆλθον πόλεις.
後にはさらに多くの都市が参加した。
τὴν δὲ σύνοδον Πυλαίαν ἐκάλουν τὴν μὲν ἐαρινὴν τὴν δὲ μετοπωρινήν, ἐπειδὴ ἐν Πύλαις συνήγοντο, ἃς καὶ Θερμοπύλας καλοῦσιν·
そして彼らはその会議を、一方は春の、他方は秋の「ピュライア」と呼んだが、それは彼らがピュライ(人々はここをテルモピュライとも呼ぶ)に集まったからである。
ἔθυον δὲ τῇ Δήμητρι οἱ πυλαγόροι.
そして、ピュラゴラスたちはデメテルに犠牲を捧げた。
τὸ μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐγγὺς μετῆν καὶ τούτων καὶ τοῦ μαντείου, ὕστερον δὲ καὶ οἱ πόρρωθεν ἀφικνοῦντο καὶ ἐχρῶντο τῷ μαντείῳ καὶ ἔπεμπον δῶρα καὶ θησαυροὺς κατεσκεύαζον, καθάπερ Κροῖσος καὶ ὁ πατὴρ Ἀλυάττης καὶ Ἰταλιωτῶν τινες καὶ Σικελοί.
したがって、当初は近隣の者だけがこれらと同盟の双方に関与していたが、後には遠方の者たちもやってきて神託を利用し、贈り物を送り、宝庫を建設した。 クロイソスやその父アリュアッテス、あるいは南イタリアのギリシア人たちやシケリアの人々がそうしたように。