§9.3.5φασὶ δʼ εἶναι τὸ μαντεῖον ἄντρον κοῖλον κατὰ βάθους οὐ μάλα εὐρύστομον, ἀναφέρεσθαι δʼ ἐξ αὐτοῦ πνεῦμα ἐνθουσιαστικόν, ὑπερκεῖσθαι δὲ τοῦ στομίου τρίποδα ὑψηλόν, ἐφʼ ὃν τὴν Πυθίαν ἀναβαίνουσαν δεχομένην τὸ πνεῦμα ἀποθεσπίζειν ἔμμετρά τε καὶ ἄμετρα· ἐντείνειν δὲ καὶ ταῦτα εἰς μέτρον ποιητάς τινας ὑπουργοῦντας τῷ ἱερῷ.
人们说神谕所是一个深邃的空洞洞穴,入口并不很宽,并且从中升起一种令人神往的气体。 在入口上方放着一个高的三脚架,女预言者皮提亚登上它并接受这种气体,然后用有韵律或无韵律的形式宣告神谕;而一些为神庙服务的诗人又将这些无韵律的神谕编成诗歌。
πρώτην δὲ Φημονόην γενέσθαι φασὶ Πυθίαν, κεκλῆσθαι δὲ καὶ τὴν προφῆτιν οὕτω καὶ τὴν πόλιν ἀπὸ τοῦ πυθέσθαι, ἐκτετάσθαι δὲ τὴν πρώτην συλλαβήν, ὡς ἐπὶ τοῦ ἀθανάτου καὶ ἀκαμάτου καὶ διακόνου.
据说费摩诺埃是第一个皮提亚,女预言者和这座城市都因“询问”一词而得名,并且其第一个音节被拉长,正如在“不死的”、“不倦的”和“仆人”中所见的那样。
§9.3.6ἡ μὲν οὖν ἐπὶ τὸ πλεῖον τιμὴ τῷ ἱερῷ τούτῳ διὰ τὸ χρηστήριον συνέβη δόξαντι ἀψευδεστάτῳ τῶν πάντων ὑπάρξαι, προσέλαβε δέ τι καὶ ἡ θέσις τοῦ τόπου.
\n 那么,这座神庙所获得的最大尊崇,是因为它的神谕被认为是所有人中最真实的,但该地点的地理位置也起到了一定的作用。
τῆς γὰρ Ἑλλάδος ἐν μέσῳ πώς ἐστι τῆς συμπάσης, τῆς τε ἐντὸς Ἰσθμοῦ καὶ τῆς ἐκτός, ἐνομίσθη δὲ καὶ τῆς οἰκουμένης, καὶ ἐκάλεσαν τῆς γῆς ὀμφαλόν, προσπλάσαντες καὶ μῦθον ὅν φησι Πίνδαρος, ὅτι συμπέσοιεν ἐνταῦθα οἱ ἀετοὶ οἱ ἀφεθέντες ὑπὸ τοῦ Διός, ὁ μὲν ἀπὸ τῆς δύσεως ὁ δʼ ἀπὸ τῆς ἀνατολῆς· οἱ δὲ κόρακάς φασι.
因为它大致位于整个希腊的中部,无论是地峡内部还是外部;它还被认为是有人居住世界的中心,人们称其为大地的“肚脐”,并加上了品达所说的一个神话,即由宙斯放出的两只鹰(一只来自西方,另一只来自东方)在此相会;但也有人说是乌鸦。
δείκνυται δὲ καὶ ὀμφαλός τις ἐν τῷ ναῷ τεταινιωμένος καὶ ἐπʼ αὐτῷ αἱ δύο εἰκόνες τοῦ μύθου.
在神庙里还展示着一个缠着饰带的“肚脐”石,上面有神话中的两只鸟的形象。
§9.3.7τοιαύτης δὲ τῆς εὐκαιρίας οὔσης τῆς περὶ τοὺς Δελφούς, συνῄεσάν τε ῥᾳδίως ἐκεῖσε, μάλιστα δʼ οἱ ἐγγύθεν, καὶ δὴ καὶ τὸ Ἀμφικτυονικὸν σύστημα ἐκ τούτων συνετάχθη περί τε τῶν κοινῶν βουλευσόμενον καὶ τοῦ ἱεροῦ τὴν ἐπιμέλειαν ἕξον κοινοτέραν, ἅτε καὶ χρημάτων ἀποκειμένων πολλῶν καὶ ἀναθημάτων φυλακῆς καὶ ἁγιστείας δεομένων μεγάλης.
\n 既然德尔斐周围有如此便利的条件,人们很容易聚集到那里,尤其是附近的人,因此,正是由这些人组成了近邻同盟(安菲克提翁)体系,以便商讨共同事务并更具公共性地照管神殿,因为那里存放着许多财富和需要保护及高度神圣性的奉献物。
τὰ πάλαι μὲν οὖν ἀγνοεῖται, Ἀκρίσιος δὲ τῶν μνημονευομένων πρῶτος διατάξαι δοκεῖ τὰ περὶ τοὺς Ἀμφικτύονας καὶ πόλεις ἀφορίσαι τὰς μετεχούσας τοῦ συνεδρίου καὶ ψῆφον ἑκάστῃ δοῦναι, τῇ μὲν καθʼ αὑτὴν τῇ δὲ μεθʼ ἑτέρας ἢ μετὰ πλειόνων, ἀποδεῖξαι δὲ καὶ τὰς Ἀμφικτυονικὰς δίκας ὅσαι πόλεσι πρὸς πόλεις εἰσίν·
虽然古老的事情已不可考,但在有记载的人中,阿克里西奥斯似乎是第一个整顿近邻同盟事务的人,并划分了参与会议的城市,给每个城市一票,或单独给一城市,或与其他一个或多个城市共同给一票,并且还确立了城市与城市之间的近邻同盟诉讼。
ὕστερον δʼ ἄλλαι πλείους διατάξεις γεγόνασιν, ἕως κατελύθη καὶ τοῦτο τὸ σύνταγμα, καθάπερ τὸ τῶν Ἀχαιῶν.
后来,又制定了更多其他规章,直到这个体制也被废除,就像阿开亚人的体制一样。
αἱ μὲν οὖν πρῶται δυοκαίδεκα συνελθεῖν λέγονται πόλεις· ἑκάστη δʼ ἔπεμπε Πυλαγόραν, δὶς κατʼ ἔτος οὔσης τῆς συνόδου ἔαρός τε καὶ μετοπώρου·
据说最初有十二个城市参与其中,每个城市派遣一名“皮拉戈拉斯”,会议每年举行两次,即春季和秋季。
ὕστερον δὲ καὶ πλείους προσῆλθον πόλεις.
后来,更多的城市也加入了进来。
τὴν δὲ σύνοδον Πυλαίαν ἐκάλουν τὴν μὲν ἐαρινὴν τὴν δὲ μετοπωρινήν, ἐπειδὴ ἐν Πύλαις συνήγοντο, ἃς καὶ Θερμοπύλας καλοῦσιν· ἔθυον δὲ τῇ Δήμητρι οἱ πυλαγόροι.
由于他们在皮莱(人们也称为温泉关)集会,他们将这一集会称为“皮莱亚”(一为春季集会,一为秋季集会);而“皮拉戈拉斯”们向得墨忒耳献祭。
τὸ μὲν οὖν ἐξ ἀρχῆς τοῖς ἐγγὺς μετῆν καὶ τούτων καὶ τοῦ μαντείου, ὕστερον δὲ καὶ οἱ πόρρωθεν ἀφικνοῦντο καὶ ἐχρῶντο τῷ μαντείῳ καὶ ἔπεμπον δῶρα καὶ θησαυροὺς κατεσκεύαζον, καθάπερ Κροῖσος καὶ ὁ πατὴρ Ἀλυάττης καὶ Ἰταλιωτῶν τινες καὶ Σικελοί.
因此,最开始只有附近的人享有这些权利并使用神谕,但后来远方的人也来到这里,使用神谕、送来礼物并建造宝库,就像克罗伊索斯、其父阿吕亚特以及一些意大利希腊人和西西里人所做的那样。