Humanitext Reader

ストラボン · 地理誌 §9.3.1

フォキスとロクリスの地理的概況と境界

293 / 577 箇所 · ギリシア語

要旨

ボイオティアの北隣に位置するフォキス地方およびロクリス地方の地理的輪郭、パルナッソス山を境界とする諸勢力の配置、ならびに地域の幾何学的配置を説明し、詳細な地誌記述の導入とする。

§9.3.1μετὰ δὲ τὴν Βοιωτίαν καὶ τὸν Ὀρχομενὸν ἡ Φωκίς ἐστι πρὸς ἄρκτον παραβεβλημένη τῇ Βοιωτίᾳ παραπλησίως ἀπὸ θαλάττης εἰς θάλατταν τό γε παλαιόν.
ボイオティアとオルコメノスの次にはフォキスがあり、これはボイオティアの北側に沿って、少なくとも古代においては、海から海へと同様に延びていた。
ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος, σχίζων ἐφʼ ἑκάτερα τὴν Λοκρίδα καὶ μέσος ταττόμενος τοῦ τε Ὀπουντίου κόλπου καὶ τῆς τῶν Ἐπικνημιδίων παραλίας·
というのも、ダフヌスは当時フォキスに属しており、ロクリスを両側に切り分け、オプンティオス湾とエピクネミディオス・ロクリス人の海岸との中間に位置していたからである。
νῦν δὲ Λοκρῶν ἐστὶν ἡ χώρα (τὸ δὲ πόλισμα κατέσκαπται), ὥστʼ οὐδʼ ἐκεῖ καθήκει οὐκέτι μέχρι τῆς πρὸς Εὐβοίᾳ θαλάττης ἡ Φωκίς, τῷ δὲ Κρισαίῳ κόλπῳ συνῆπται.
しかし、現在その地はロクリス人のものであり(小さな町は破壊されている)、したがってフォキスはもはやそこでもエウボイア近海にまで達しておらず、クリサイオス湾に接続している。
αὐτὴ γὰρ ἡ Κρῖσα τῆς Φωκίδος ἐστὶν ἐπʼ αὐτῆς ἱδρυμένη τῆς θαλάττης καὶ Κίρρα καὶ Ἀντικύρα καὶ τὰ ὑπὲρ αὐτῶν ἐν τῇ μεσογαίᾳ συνεχῆ κείμενα χωρία πρὸς τῷ Παρνασσῷ, Δελφοί τε καὶ Κίρφις καὶ Δαυλὶς καὶ αὐτὸς ὁ Παρνασσὸς τῆς τε Φωκίδος ὢν καὶ ἀφορίζων τὸ ἑσπέριον πλευρόν.
というのも、クリサ自体が海沿いに位置するフォキスの地であり、キラやアンティキュラ、またそれらの上方の内陸にパルナッソス山に隣接して連続して位置する地域、すなわちデルフォイ、キルフィス、ダウリス、そしてパルナッソス自体もフォキスに属し、その西側を画定しているからである。
ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα.
そして、フォキスがボイオティアに隣接しているのと同様に、二つのロクリスのそれぞれもフォキスに隣接している。というのも、それは二重であり、パルナッソス山によって二つに分けられているからである。
διττὴ γάρ ἐστι διῃρημένη ὑπὸ τοῦ Παρνασσοῦ δίχα, ἡ μὲν ἐκ τοῦ ἑσπερίου μέρους παρακειμένη τῷ Παρνασσῷ καὶ μέρος αὐτοῦ νεμομένη, καθήκουσα δʼ ἐπὶ τὸν Κρισαῖον κόλπον, ἡ δʼ ἐκ τοῦ πρὸς ἕω τελευτῶσα ἐπὶ τὴν πρὸς Εὐβοίᾳ θάλατταν.
一方は西側に位置してパルナッソスに隣接し、その一部を占めつつクリサイオス湾に達しており、他方は東側に位置してエウボイア近海にいたっている。
καλοῦνται δʼ οἱ μὲν ἑσπέριοι Λοκροὶ καὶ Ὀζόλαι, ἔχουσί τε ἐπὶ τῇ δημοσίᾳ σφραγῖδι τὸν ἕσπερον ἀστέρα ἐγκεχαραγμένον·
西のロクリス人はオゾライとも呼ばれ、公の印章に宵の明星を刻んでいる。
οἱ δʼ ἕτεροι δίχα πως καὶ αὐτοὶ διῃρημένοι, οἱ μὲν Ὀπούντιοι ἀπὸ τῆς μητροπόλεως, ὅμοροι Φωκεῦσι καὶ Βοιωτοῖς, οἱ δʼ Ἐπικνημίδιοι ἀπὸ ὄρους Κνημῖδος, προσεχεῖς Οἰταίοις τε καὶ Μαλιεῦσιν.
他方のロクリス人もまた、それ自体でどうにか二つに分けられており、一方はその母都市にちなんでオプンティオス人と呼ばれ、フォキス人とボイオティア人に隣接し、他方はクネミス山にちなんでエピクネミディオス人と呼ばれ、オイタ人やマリス人に隣接している。
ἐν μέσῳ δὲ ἀμφοῖν τῶν τε Ἑσπερίων καὶ τῶν ἑτέρων Παρνασσός, παραμήκης εἰς τὸ προσάρκτιον μέρος ἐκτεινόμενος ἀπὸ τῶν περὶ Δελφοὺς τόπων μέχρι τῆς συμβολῆς τῶν τε Οἰταίων ὀρῶν καὶ τῶν Αἰτωλικῶν καὶ τῶν ἀνὰ μέσον Δωριέων.
そして、西のロクリス人と他方のロクリス人の双方の中間にはパルナッソス山があり、これはデルフォイ周辺の地域から、オイタ山脈とアイトリア山脈、およびその中間のドリス人たちの合流点にいたるまで、北方向へと細長く延びている。
πάλιν γὰρ ὥσπερ ἡ Λοσα τοῖς Φωκεῦσι παραβέβληται, οὕτω μετὰ τῆς Αἰτωλίας καί τινων ἀνὰ μέσον τρικῆς τετραπόλεως τῇ Λοκρίδι ἑκατέρᾳ σῷ καὶ τοῖς Δωριεῦσιν.
なぜなら、再び、ロクリスがフォキス人に沿って延びているように、そのように[ドリスは]、アイトリアおよびその中間のいくつかの地域とともに、三つに[あるいは四つの都市からなるテトラポリスとして]、双方のロクリスおよびドリス人たちと結びついているからである。
ὑπὲρ τούτων δʼ ἤδη καὶ τῶν Αἰτωλῶν οἱ προσάρκτιοι καὶ Ἀκαρν τῶν Ἠπειρωτικῶν ἐθνῶν καὶ τῶν Μακεδονικῶν·
そして、これらやアイトリア人の上方には、すでに北方の諸族、またアカルナニア人、さらにエペイロスやマケドニアの諸民族が位置している。
ὅπερ ἔφαμεν καὶ πρότερον, παραλλήλους ὥς τινὰς τεταμένας ἀπὸ τῆς ἑσπέρας ἐπὶ τὰς ἀ νοῆσαι τὰς λεχθείσας χώρας.
これは、我々が以前にも述べたように、言及されたこれらの地域が、いわば西から東へと互いに平行に延びていると捉えるべきだからである。
ἱεροπρεπὴς δʼ ἐστὶ πᾶς ὁ Παρνασσός, ἔχων ἄντρα τε καὶ ἄλλα χωρία τιμώμενά τε καὶ ἁγιστευόμενα·
パルナッソス山全体が神聖な雰囲気を帯びており、洞窟や、尊ばれ神聖視されているその他の場所を有している。
ὧν ἐστι γνωριμώτατόν τε καὶ κάλλιστον τὸ Κωρύκιον νυμφῶν ἄντρον ὁμώνυμον τῷ Κιλικίῳ.
それらのうちで最も有名で美しいのは、キリキアのものと同名である、妖精たちのコリュキオンの洞窟である。
τῶν δὲ πλευρῶν τοῦ Παρνασσοῦ τὸ μὲν ἑσπέριον νέμονται Λοκροί τε οἱ Ὀζόλαι καί τινες τῶν Δωριέων καὶ Αἰτωλοὶ κατὰ τὸν Κόρακα προσαγορευόμενον Αἰτωλικὸν ὄρος, τὸ δὲ Φωκεῖς καὶ Δωριεῖς οἱ πλείους, ἔχοντες τὴν Τετράπολιν περικειμένην πως τῷ Παρνασσῷ, πλεονάζουσαν δὲ τοῖς πρὸς ἕω.
パルナッソス山の斜面のうち、西側はオゾライ・ロクリス人、一部のドリス人、そしてコラクスと呼ばれるアイトリアの山付近のアイトリア人が占めており、東側はフォキス人と大半のドリス人が占めている。 彼らは、パルナッソスの周囲にどうにか位置しつつも、東側の方向に多く広がっているテトラポリスを有している。
αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευ λεχθεισῶν χωρῶν τε καὶ ταινιῶν ἑκάστης παρ ἅπασαί εἰσιν, ἡ μὲν οὖσα προσάρκτιος ἡ.
したがって、言及された地域および地帯のそれぞれの長さ方向の側は、一方が北側、他方が南側となっており、互いに平行である。
αἱ δὲ λοιπαὶ ἑσπέριοι ταῖς ἑῴαις οὔκ εἰσι πδὲ ἡ παραλία ἑκατέρα, ἥ τε τοῦ Κριχρι Ἀκτίου καὶ ἡ πρὸς Εὔβοιαν μέχρι τῆς παράλληλοι ἀλλήλαις εἰσίν, εἰς ἃς τελ ἔθνη·
しかし、残りの西側と東側は平行ではなく、双方の海岸線、すなわちクリサイオス湾からアクティオンにいたるものと、エウボイアに面してスニオンにいたるものも、互いに平行ではない。 これらは諸民族の領域が終端するところである。
ἀλλʼ οὕτω δέχεσθαι δεῖ τὰ σχήματα ρίων ὡς ἂν ἐν τριγώνῳ παρὰ τὴν γραμμῶν πλειόνων·
むしろ、これらの地域の形状は、三角形の内部で底辺に平行な複数の線を引いたときのように捉べきである。
τὰ γὰρ ἀποληφράλληλα μὲν ἀλλήλοις ἔσται, καὶ τὰς τίον πλευρὰς ἕξει παραλλήλους, τκέτι.
なぜなら、切り取られた形状は互いに平行であり、北と南の側は平行になるが、残りの側はもはや平行ではないからである。
ὁ μὲν οὖν ὁλοσχερὴς τύπος οὗτος τῆς λοιπῆς καὶ ἐφεξῆς περιοδείας, τὰ καθʼ ἕκαστα δʼ ἑξῆς λέγωμεν ἀπὸ τῆς Φωκίδος ἀρξάμενοι.
さて、残りの、そして次に続く周遊の全体的な輪郭は以上の通りである。 それでは、フォキスから始めて、個々の詳細を順次説明していくことにしよう。

語釈・文法注

  1. 9.3.1ὁ γὰρ Δαφνοῦς ἦν τότε τῆς Φωκίδος — 不完全過去の存在動詞 ἦν とともに用いられている属格 τῆς Φωκίδος は「所属・所有」を表す。かつてダフヌスがフォキス領の一部であったことを示す文脈において、領土的帰属を明確に表している。
  2. 9.3.1ὃν τρόπον δʼ ἡ Φωκὶς τῇ Βοιωτίᾳ παράκειται, τοῦτον καὶ ἡ Λοκρὶς τῇ Φωκίδι ἑκατέρα — 関係句 ὃν τρόπον(対格の副詞的用法「〜のやり方で」)と指示代名詞 τοῦτον が相関関係をなしており、「フォキスがボイオティアに隣接するのと同一のやり方で、双方のロクリスもフォキスに隣接する」という二つの地域の地理的並行関係を簡潔に表現している。
  3. 9.3.1αἱ μὲν οὖν κατὰ τὸ μῆκος πλευ[ραὶ ... — この段落は写本の欠損が著しく、カサウボヌス等の校訂による再建に基づいている。三角形の底辺に平行な線群を用いて地誌的領域を概念化する著者の幾何学的モデルを翻訳でも同様に反映している。

この箇所を引用する

ストラボン, 地理誌 §9.3.1. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.3.1

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。