§9.2.37Χαιρώνεια δʼ ἐστὶν Ὀρχομενοῦ πλησίον, ὅπου Φίλιππος ὁ Ἀμύντου μάχῃ μεγάλῃ νικήσας Ἀθηναίους τε καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος·
カイロネイアはオルコメノスの近くにあり、そこではアミュンタスの子フィリッポスが、アテナイ人、ボイオティア人、コリントス人を大戦で破り、ギリシアの支配者となった。
δείκνυται δὲ κἀνταῦθα ταφὴ τῶν πεσόντων ἐν τῇ μάχῃ δημοσία·
この地には、その戦いで倒れた者たちの公的な共同墓地も示されている。
περὶ δὲ τοὺς τόπους τοὺς αὐτοὺς καὶ Ῥωμαῖοι τὰς Μιθριδάτου δυνάμεις πολλῶν μυριάδων κατηγωνίσαντο, ὥστʼ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δʼ ἄλλους τοὺς μὲν ἀπολέσθαι τοὺς δὲ καὶ ἁλῶναι.
またこの同じ地域の周辺で、ローマ人たちも数万人に及ぶミトリダテスの軍勢を打ち負かし、その結果、わずかな者たちだけが海へと逃れて船で逃亡し、他の者たちはある者は滅ぼされ、ある者は捕らえられた。
§9.2.38Λεβάδεια δʼ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος ὑπονόμου κατάβασιν ἔχον, καταβαίνει δʼ αὐτὸς ὁ χρηστηριαζόμενος·
レバデイアは、ゼウス・トロポニオスの神託所が建立されている場所であり、地下の割れ目へと下りていく通路があり、神託を求める者自身がそこを下りていく。
κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον.
それはヘリコン山とカイロネイアの間に位置し、コロネイアの近くにある。
§9.2.39τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάλῃ μάχῃ νικήσας Ἐπαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτῶν·
レウクトラは、エパメイノンダスが大戦でラケダイモン人(スパルタ人)を破り、彼らの没落の端緒を開いた場所である。
οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν ἣν εἶχον πρότερον, καὶ μάλιστʼ ἐπειδὴ καὶ τῇ δευτέρᾳ συμβολῇ τῇ περὶ Μαντίνειαν κακῶς ἔπραξαν.
なぜなら、彼らはそれ以降、かつて有していたギリシア人の覇権を取り戻すことができなくなったからであり、とりわけ、マンティネイア付近での第二の衝突においても不覚をとったためである。
τὸ μέντοι μὴ ὑφʼ ἑτέροις εἶναι καίπερ οὕτως ἐπταικόσι συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας·
しかしながら、このように大きな敗北を喫したにもかかわらず、他国に支配されない状態はローマの支配にいたるまで保たれた。
καὶ παρὰ τούτοις δὲ τιμώμενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν.
そして彼ら[ローマ人]のもとでも[スパルタ人は]その国制の優秀さゆえに絶えず敬意を払われ続けている。
δείκνυται δὲ ὁ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν.
この場所はプラタイアイからテスピアイにいたる街道沿いに示されている。
§9.2.40ἑξῆς δʼ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους.
次に詩人はオルコメノス人のカタログに言及しているが、彼らをボイオティアの民族から切り離している。
καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν·
そして、彼はミニュアス人の部族にちなんで、オルコメノスをミニュアスの[オルコメノス]と呼んでいる。
ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι.
そこから一部のミニュアス人がイオルコスへと移住したと言われており、そのためアルゴナウタイがミニュアス人と呼ばれたのだとされる。
φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα·
この都市は、古代においては非常に富裕であり、大きな権力を有していたようである。
τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος·
その富の証人としてはホメロスもおり、彼は多額の財宝が集まった場所を列挙して、次のように言っている。
διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησιν
οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας.
「オルコメノスへ入る財宝も、エジプトのテーバイへ入る財宝も、これに及ばない。
τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφʼ Ἡρακλέους καταλυθῆναί φασιν.
」またその権力の証拠としては、テーバイ人がオルコメノス人と彼らを支配していた僭主エルギノスに貢納を支払っていたことが挙げられ、このエルギノスはヘラクレスによって打ち倒されたと言われている。
Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτʼ ἐν τῷ λαμβάνειν χάριτας εἴτʼ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας.
オルコメノスを統治した者の一人であるエテオクレスは、カリスたちの神殿を最初に建立することによって、富と権力の双方を示している。 彼は、好意を受けることにおいてか、あるいは与えることにおいて成功したためか、あるいはその両方のためか、これらの女神たちを祀ったのである。
λέγουσι δὲ τὸ χωρίον, ὅπερ ἡ λίμνη κατέχει νῦν ἡ Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι·
また人々は、現在コパイス湖が占めているその地域は、以前は干上がっており、近くに住むオルコメノス人によってあらゆる種類の耕作が行われていたと言っている。
καὶ τοῦτʼ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι.
したがって、彼らはこれも富の証拠としているのである。
§9.2.41τὴν δʼ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές·
アスプレドンについては、最初の音節を除いて呼ぶ人々もいた。
εἶτʼ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ ἡ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον.
その後、それ自体もその地域もエウデイエロスと改名されたが、おそらくこれは、夕暮れの傾斜から生じる、住民に適した何らかの特徴、とりわけ冬が温暖であることを意味している。
διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι· μεταξὺ δʼ ὁ Μέλας ποταμός.
それはオルコメノスから20スタディオン離れており、その間をメラス川が流れている。
§9.2.42ὑπέρκειται δʼ Ὀρχομενίας ὁ Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις·
オルコメノス領の上方には、フォキスの都市であるパノペウスとヒュアンポリスが聳えている。
τούτοις δʼ ὁμορεῖ Ὀποῦς, ἡ τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων.
これらに隣接して、エピクネミディオス・ロクリス人の母都市であるオプスがある。
πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῇ Φωκίδι.
さて、以前オルコメノスは平野に位置していたと言われているが、水が溢れ出たため、アコンティオン山へと移転した。 この山は、フォキス地方のパラポタミオイにいたるまで60スタディオンにわたって延びている。
ἱστοροῦσι δὲ τοὺς ἐν τῷ Πόντῳ καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν.
また、ポントス地方でアカイア人と呼ばれている人々は、トロイア陥落の後にイアルメノスとともにその地へ漂流したオルコメノス人の入植者であると伝えられている。
καὶ περὶ Κάρυστον δʼ ἦν τις Ὀρχομενός.
また、カリュストスの近くにもあるオルコメノスが存在した。
εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.
なぜなら、船[のカタログ]について著述した人々は、このような素材を我々にうまく提供してくれており、彼らが我々の計画に適したことを述べているときには、我々は彼らに従うからである。