§9.2.8εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα·
次に、人々が「深い港」と呼ぶ大きな港がある。
εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων·
次に、アウリスという岩がちな土地であり、タナグラ人の村がある。
λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι.
そこには50隻の船のための港があり、したがって、ギリシア人の船溜まりはあの大きな港の中にあったと考えるのが自然である。
καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα·
また、カルキスのエウリポスも近くにあり、スニオン岬からそこまでは670スタディオンである。
ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα·
その上には、私が言ったように、2プレトロンの長さの橋がかかっている。
πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας·
両側に塔が立っており、一方はカルキス側から、他方はボイオティア側からである。
διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ.
それらの間には通路が築かれている。
περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.
エウリポスの潮汐については、昼夜の間に7回、流れが変化すると人々は言っているということだけを述べれば十分であり、その原因については他の箇所で検討すべきである。
§9.2.9πλησίον δʼ ἐστὶν ἐφʼ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπʼ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν·
近くには、高台に位置するサルガネウスという場所がある。 そこに葬られたボイオティア人の男サルガネウスにちなんで名付けられた。 彼は、マリアコス湾からこの海峡へと船で進入するペルシア人を案内したが、エウリポスに達する前に、指揮官メガバトスによって、欺瞞から艦隊を海の行き止まりの狭水路に進入させた悪人とみなされて殺害されたと言われている。
αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα.
しかし、その蛮人は自分自身の誤解に気づき、後悔して、罪なくして死んだその男を、手厚く葬るに値するものとした。
§9.2.10καὶ ἡ Γραῖα δʼ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες·
また、グライアはオロポスの近くの場所であり、アムピアラオスの神殿や、エレトリア人ナルキッソスの墓もそこにある。 その墓は、人々がその傍らを通る時に沈黙することから「沈黙の墓」と呼ばれている。
τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν·
ある人々は、グライアをタナグラと同一であると言う。
ἡ Ποιμανδρὶς δʼ ἐστὶν ἡ αὐτὴ τῇ Ταναγρικῇ·
ポイマンドリスはタナグラ領と同一である。
καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι.
また、タナグラ人はゲピュライオイとも呼ばれる。
ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύ δεῦρο τὸ Ἀμφιαράειον.
アムピアラオスの神殿は、テーバイのクノーピアからこの地へと移転された。
§9.2.11καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς·
また、ミュカレッソスもタナグラ領の村である。
κεῖται δὲ παρʼ ὁδὸν Θηβῶν εἰς Χαλκίδα·
それはテーバイからカルキスへの道路沿いに位置している。
ὡς δʼ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῇ Τανάγρᾳ.
同様にハルマも、ミュカレッソス近郊にあるタナグラ領の無人の村であり、アムピアラオスの戦車にちなんでその名を得たが、アッティカ地方のハルマとは別のものであり、それはタナグラと国境を接するアッティカの区であるピュレの近くにある。
ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα
ὁπόταν διʼ Ἅρματος ἀστράψῃ,
ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν·
ここから、「ハルマを通って稲妻が光る時」という諺が始まった。 所謂ピュタイストイが神託に従って、ある稲妻の兆候を観測し、ハルマの方を見つめ、稲妻が光るのを見た時にデルポイへ生贄を送る。
ἐτήρουν δʼ ἐπὶ τρεῖς μῆνας, καθʼ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός·
彼らは3ヶ月間、各月に3日3晩、稲妻のゼウスの祭壇から観察した。
ἔστι δʼ αὕτη ἐν τῷ τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου.
この祭壇は、ピュティオンとオリンピオンの間の城壁の中にある。
περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῇ μάχῃ τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον·
ボイオティアのハルマについては、ある人々は、アムピアラオスが戦いで現在彼の神殿がある場所で戦車から落ちた際、無人の戦車が同名の場所へと運ばれたと言う。
οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι.
またある人々は、アドラストスが逃亡する際に彼の戦車がここで大破し、彼はアレイオンによって救われたと言う。
Φιλόχορος δʼ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι.
フィロコロスは、彼が村人たちによって救われ、そのために彼らにアルゴス人から同等の市民権が与えられたのだと言っている。
§9.2.12ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα κ ἐν δεξιᾷ κεῖται·
テーバイからアルゴスへと上っていく者にとって、左側にはタナグラが、右側には[…]が位置している。
καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος·
また、ヒュリアは現在はタナグラ領であるが、以前はテーバイ領であった。
ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις·
そこは、ヒュリエウスとオリオンの誕生が神話に語られている場所であり、ピンダロスがディテュランボスの中でそれを語っている。
κεῖται δʼ ἐγγὺς Αὐλίδος.
それはアウリスの近くに位置している。
ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων, κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός.
ある人々はヒュシアイがヒュリアと呼ばれていると言う。 それはキタイロン山の麓、内陸のエリュトリアの近くにあるパラソピア地方に位置し、ヒュリア人の植民都市であり、アンティオペの父ニュクテウスの創建したものである。
εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώ, οἱ δʼ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται.
また、アルゴス地方にもヒュシアイという村[…]があり、そこから出た人々はヒュシアタイと呼ばれる。
τῶν δʼ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί.
これらのエリュトリアの植民都市が、イオニアのエリュトライである。
καὶ ὁ Ἑλεὼν δʼ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.
また、ヘレオンもタナグラの村であり、湿地にちなんで名付けられた。