§9.2.8εἶτα λιμὴν μέγας ὃν καλοῦσι Βαθὺν λιμένα· εἶθʼ ἡ Αὐλὶς πετρῶδες χωρίον καὶ κώμη Ταναγραίων·
接下来是一个大港口,人们称之为深港;然后是奥利斯,一个多石的地方和塔纳格拉人的村庄。
λιμὴν δʼ ἐστὶ πεντήκοντα πλοίοις, ὥστʼ εἰκὸς τὸν ναύσταθμον τῶν Ἑλλήνων ἐν τῷ μεγάλῳ ὑπάρξαι λιμένι.
它有一个可容纳五十艘船的港口,因此,希腊人的停泊地很可能是在那个大港口中。
καὶ ὁ Εὔριπος δʼ ἐστὶ πλησίον ὁ Χαλκίδος, εἰς ὃν ἀπὸ Σουνίου στάδιοι ἑξακόσιοι ἑβδομήκοντα·
附近还有哈尔基斯的厄里普斯海峡,从苏尼翁到那里有六百七十斯塔迪翁。
ἔστι δʼ ἐπʼ αὐτῷ γέφυρα δίπλεθρος, ὡς εἴρηκα· πύργος δʼ ἑκατέρωθεν ἐφέστηκεν ὁ μὲν ἐκ τῆς Χαλκίδος ὁ δʼ ἐκ τῆς Βοιωτίας· διῳκοδόμηται δʼ εἰς αὐτοὺς σῦριγξ.
正如我所说,上面有一座两普勒特隆长的桥;两边各立着一座塔,一座在哈尔基斯一方,另一座在波奥蒂亚一方;在它们中间筑有一条通道。
περὶ δὲ τῆς παλιρροίας τοῦ Εὐρίπου τοσοῦτον μόνον εἰπεῖν ἱκανόν, ὅτι ἑπτάκις μεταβάλλειν φασὶ καθʼ ἡμέραν ἑκάστην καὶ νύκτα· τὴν δʼ αἰτίαν ἐν ἄλλοις σκεπτέον.
关于厄里普斯海峡的潮汐,只需说明这一点就足够了:据说它在一昼夜中变化七次;而其原因则必须在别处探讨。
§9.2.9πλησίον δʼ ἐστὶν ἐφʼ ὕψους κείμενον χωρίον Σαλγανεύς, ἐπώνυμον τοῦ ταφέντος ἐπʼ αὐτῷ Σαλγανέως ἀνδρὸς Βοιωτίου, καθηγησαμένου τοῖς Πέρσαις εἰσπλέουσιν εἰς τὸν διάπλουν τοῦτον ἐκ τοῦ Μαλιακοῦ κόλπου, ὅν φασιν ἀναιρεθῆναι πρὶν ἢ τῷ Εὐρίπῳ συνάπτειν ὑπὸ τοῦ ναυάρχου Μεγαβάτου νομισθέντα κακοῦργον, ὡς ἐξ ἀπάτης ἐμβαλόντα τὸν στόλον εἰς τυφλὸν τῆς θαλάττης στενωπόν·
附近有一个位于高处的地名萨尔加纽斯,是以葬在那里的波奥蒂亚人萨尔加纽斯命名的。 他曾引导波斯人从马利亚湾驶入这片海峡;据说他在到达厄里普斯之前,被指挥官梅加巴托斯处死,后者认为他是一个恶人,欺骗性地将舰队引入了海洋的死胡同。
αἰσθόμενον δὲ τὸν βάρβαρον τὴν περὶ αὐτὸν ἀπάτην μεταγνῶναί τε καὶ ταφῆς ἀξιῶσαι τὸν ἀναιτίως ἀποθανόντα.
但当那个蛮人意识到自己的误解时,他感到后悔,并认为这个无辜被杀的人应当予以安葬。
§9.2.10καὶ ἡ Γραῖα δʼ ἐστὶ τόπος Ὠρωποῦ πλησίον καὶ τὸ ἱερὸν τοῦ Ἀμφιαράου καὶ τὸ Ναρκίσσου τοῦ Ἐρετριέως μνῆμα ὃ καλεῖται Σιγηλοῦ, ἐπειδὴ σιγῶσι παριόντες·
格莱亚也是奥罗波斯附近的一个地方,安菲阿拉俄斯的神殿和埃雷特里亚人纳西索斯的纪念碑也在这里,它被称为“沉默者之墓”,因为人们经过时都保持沉默。
τινὲς δὲ τῇ Τανάγρᾳ τὴν αὐτήν φασιν· ἡ Ποιμανδρὶς δʼ ἐστὶν ἡ αὐτὴ τῇ Ταναγρικῇ· καλοῦνται δὲ καὶ Γεφυραῖοι οἱ Ταναγραῖοι.
有人说格莱亚与塔纳格拉是同一个地方;而波曼德里斯则与塔纳格拉领地相同;塔纳格拉人也被称为格菲里亚人。
ἐκ Κνωπίας δὲ τῆς Θηβαϊκῆς μεθιδρύ δεῦρο τὸ Ἀμφιαράειον.
安菲阿拉俄斯神殿是从底比斯的克诺皮亚迁至此处的。
§9.2.11καὶ ὁ Μυκαλησσὸς δὲ κώμη τῆς Ταναγραϊκῆς· κεῖται δὲ παρʼ ὁδὸν Θηβῶν εἰς Χαλκίδα·
米卡莱索斯也是塔纳格拉领地的一个村庄;它位于从底比斯通往哈尔基斯的道路旁。
ὡς δʼ αὕτως καὶ τὸ Ἅρμα, τῆς Ταναγραϊκῆς κώμη ἔρημος περὶ τὴν Μυκαλησσόν, ἀπὸ τοῦ Ἀμφιαράου ἅρματος λαβοῦσα τοὔνομα, ἑτέρα οὖσα τοῦ Ἅρματος τοῦ κατὰ τὴν Ἀττικήν, ὅ ἐστι περὶ Φυλήν, δῆμον τῆς Ἀττικῆς ὅμορον τῇ Τανάγρᾳ.
哈尔马同样如此,它是米卡莱索斯附近塔纳格拉领地的一个废弃村庄,因安菲阿拉俄斯的战车而得名,与阿特提卡的哈尔马不同,后者位于与塔纳格拉相邻的阿特提卡民主区菲莱附近。
ἐντεῦθεν δὲ ἡ παροιμία τὴν ἀρχὴν ἔσχεν ἡ λέγουσα
ὁπόταν διʼ Ἅρματος ἀστράψῃ,
ἀστραπήν τινα σημειουμένων κατὰ χρησμὸν τῶν λεγομένων Πυθαϊστῶν, βλεπόντων ὡς ἐπὶ τὸ Ἅρμα καὶ τότε πεμπόντων τὴν θυσίαν εἰς Δελφοὺς ὅταν ἀστράψαντα ἴδωσιν·
正是由此产生了这句谚语:‘每当闪电穿过哈尔马时’,因为那些被称为‘皮赛斯特’的人根据神谕观测某种闪电,望向哈尔马,当他们看到闪电时便将祭品送往德尔斐。
ἐτήρουν δʼ ἐπὶ τρεῖς μῆνας, καθʼ ἕκαστον μῆνα ἐπὶ τρεῖς ἡμέρας καὶ νύκτας, ἀπὸ τῆς ἐσχάρας τοῦ ἀστραπαίου Διός· ἔστι δʼ αὕτη ἐν τῷ τείχει μεταξὺ τοῦ Πυθίου καὶ τοῦ Ὀλυμπίου.
他们从闪电宙斯的祭坛观测三个月,每个月观测三天三夜;该祭坛位于皮锡翁和奥林匹翁之间的城墙内。
περὶ δὲ τοῦ Ἅρματος τοῦ Βοιωτιακοῦ οἱ μέν φασιν ἐκπεσόντος ἐκ τοῦ ἅρματος ἐν τῇ μάχῃ τοῦ Ἀμφιαράου κατὰ τὸν τόπον, ὅπου νῦν ἐστὶ τὸ ἱερὸν αὐτοῦ, τὸ ἅρμα ἔρημον ἐνεχθῆναι ἐπὶ τὸν ὁμώνυμον τόπον· οἱ δὲ τοῦ Ἀδράστου συντριβῆναι τὸ ἅρμα φεύγοντός φασιν ἐνταῦθα, τὸν δὲ διὰ τοῦ Ἀρείονος σωθῆναι.
关于波奥蒂亚的哈尔马,有人说当安菲阿拉俄斯在战斗中从他的战车上跌落时(在他现在神殿所在地),空战车被带到了同名的地方;另一些人则说阿德拉斯托斯在逃跑时他的战车在此被毁,而他被阿雷翁救了。
Φιλόχορος δʼ ὑπὸ τῶν κωμητῶν σωθῆναί φησιν αὐτόν, καὶ διὰ τοῦτο ἰσοπολιτείαν αὐτοῖς παρὰ τῶν Ἀργείων ὑπάρξαι.
但菲洛科罗斯说他是被村民们救了,因此他们获得了阿格斯人的同等公民权。
§9.2.12ἔστι δὲ τῷ ἐκ Θηβῶν εἰς Ἄργος ἀνιόντι ἐν ἀριστερᾷ ἡ Τάναγρα κ ἐν δεξιᾷ κεῖται· καὶ ἡ Ὑρία δὲ τῆς Ταναγραίας νῦν ἐστί, πρότερον δὲ τῆς Θηβαΐδος·
对于从底比斯上到阿格斯的人来说,左边是塔纳格拉,右边是[……];现在许里亚属于塔纳格拉领地,但以前属于底比斯。
ὅπου ὁ Ὑριεὺς μεμύθευται καὶ ἡ τοῦ Ὠρίωνος γένεσις, ἥν φησι Πίνδαρος ἐν τοῖς διθυράμβοις· κεῖται δʼ ἐγγὺς Αὐλίδος.
这里是神话中许里埃乌斯以及奥里翁诞生的地方,品达在狄俄尼索斯赞歌中提到了这一点;它靠近奥利斯。
ἔνιοι δὲ τὰς Ὑσιὰς Ὑρίην λέγεσθαί φασι, τῆς Παρασωπίας οὖσαν ὑπὸ τῷ Κιθαιρῶνι πλησίον Ἐρυθρῶν ἐν τῇ μεσογαίᾳ, ἄποικον Ὑριέων, κτίσμα δὲ Νυκτέως τοῦ Ἀντιόπης πατρός.
有些人说许西亚即是许里亚,位于基泰隆山下、内陆埃里特莱附近的帕拉索皮亚,是许里亚人的殖民地,也是安提俄珀之父尼克特乌斯建立的。
εἰσὶ δὲ καὶ ἐν τῇ Ἀργείᾳ Ὑσίαι κώ, οἱ δʼ ἐξ αὐτῆς Ὑσιᾶται λέγονται.
在阿格斯领地也有一个名为许西亚的村庄[……],来自那里的人被称为许西亚特。
τῶν δʼ Ἐρυθρῶν τούτων ἄποικοι αἱ ἐν Ἰωνίᾳ Ἐρυθραί.
这些埃里特莱人的殖民地就是伊奥尼亚的埃里特莱。
καὶ ὁ Ἑλεὼν δʼ ἐστὶ κώμη Ταναγρική, ἀπὸ τῶν ἑλῶν ὠνομασμένη.
赫莱翁也是塔纳格拉的一个村庄,因湿地而得名。