§9.2.4φησὶ δʼ Ἔφορος τοὺς μὲν Θρᾷκας ποιησαμένους σπονδὰς πρὸς τοὺς Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας·
エポロスは次のように述べている。 トラキア人はボイオティア人と休戦協定を結んだ後、平和が訪れたと思って極めて不注意に陣を張っていた彼らに夜間に襲いかかった。
διακρουσαμένων αὐτοὺς αἰτιωμένων τε ἅμα ὅτι τὰς σπονδὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους·
ボイオティア人が彼らの攻撃を退け、同時に彼らが休戦協定を破ったと非難したとき、トラキア人は自分たちは協定を破っていないと主張した。
συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δʼ ἐπιθέσθαι·
というのも、協定は昼の間に結ばれたものであり、襲撃したのは夜間だったからである。
ἀφʼ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαι
Θρᾳκία παρεύρεσις.
まさにこのことから「トラキア人の言い訳」という諺が言われるようになったのである。
τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου χρηστηριασομένους ἀπελθεῖν, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς·
一方、ペラスゴス人は戦争がまだ続いている間に神託を伺うために出発し、ボイオティア人もまた出発した。
τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνελεῖν τὴν προφῆτιν ἀσεβήσαντας εὖ πράξειν·
そこで、ペラスゴス人に与えられた神託については語ることができないとエポロスは言うが、ボイオティア人に対しては、女預言者が、不敬なことを行えば栄えるであろうと答えた。
τοὺς δὲ θεωροὺς ὑπονοήσαντας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενὲς (ἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξεν) οὕτως ἀνελεῖν, ἁρπάσαντας τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν ἐνθυμηθέντας, εἴτε κακουργήσασαν εἴτε μή, πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε, κολασθείσης αὐτῆς, εἰ δʼ οὐδὲν ἐκακούργησε, τὸ προσταχθὲν αὐτῶν πραξάντων.
使節たちは、女預言者が同族関係(そもそも神殿は最初からペラスゴス人のものであったので)に基づいてペラスゴス人に肩入れしていると疑い、このように答えたのだと考えて、彼女を捕らえて火の中に投げ込んだ。 彼らは、彼女が悪事を働いたにせよそうでなかったにせよ、どちらの場合でも自分たちの行為は正しいと考えたからである。 すなわち、もし彼女が偽りの神託を与えたのであれば、彼女は罰せられたことになるし、もし何も悪いことをしていないのであれば、彼らは命じられたことを実行したことになるからである。
τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτʼ ἐν ἱερῷ, μὴ δοκιμάσαι, καθιστάναι δʼ εἰς κρίσιν, καλεῖν δʼ ἐπὶ τὰς ἱερείας, ταύτας δὲ εἶναι τὰς προφήτιδας αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν·
しかし、神殿の周囲の人々は、その行為に及んだ者たちを裁判なしに殺すこと、それも神殿の中でそうすることを認めず、彼らを裁判にかけることにして、女性神官たちを召集した。 彼女たちは三人いた女預言者のうち生き残った二人であった。
λεγόντων δʼ ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν·
女性が裁判を行うという法律はどこにもないと言われたため、彼らは女性と同数の男性をも選んで加えた。
τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι·
そして、男性たちは無罪を、女性たちは有罪を宣告したが、票が同数になったため、無罪とする側が勝利した。
ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνῃ.
このことから、ドドナにおいてはボイオティア人に対してだけは男性が神託を告げるようになった。
τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι ὁ θεὸς τοῖς Βοιωτοῖς τοὺς παρʼ αὐτοῖς τρίποδας συλήσαντας ἕνα εἰς Δωδώνην πέμπειν κατʼ ἔτος·
しかし、女預言者たちはその神託を釈明して、神がボイオティア人に命じているのは、自分たちの地にある三脚台を奪って、年に一度ドドナへ送ることであると言った。
καὶ δὴ καὶ ποιεῖν τοῦτο·
そして、現に彼らはこれを行っている。
ἀεὶ γάρ τινα τῶν ἀνακειμένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθρᾳ τριποδηφορεῖν εἰς Δωδώνην.
彼らは常に、奉納された三脚台の一つを夜間に取り外し、服で覆って、あたかも秘密であるかのようにしてドドナへと運んでいるからである。
§9.2.5μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον, πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι.
この後、彼らは多くの自国民をともに送ることで、ペンティロスとその一党によるアイオリス植民を援助した。 その結果、この植民地はボイオティア植民地とも呼ばれるようになった。
ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν.
その後、多くの年月を経て、プラタイア周辺で起こったペルシア戦争がこの国を荒廃させた。
εἶτʼ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους.
しかしその後、彼らは再び国力を回復し、テバイ人が二度の戦いでラケダイモン人に勝利してギリシア人の覇権を争うまでになった。
Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῇ μάχῃ ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν.
しかし、エパメイノンダスがその戦いで倒れると、この望みは潰えたが、それでも彼らはギリシア人全体のために、共有の神殿を略奪したフォキス人たちに対して戦った。
κακωθέντες δʼ ὑπό τε τούτου τοῦ πολέμου καὶ τῶν Μακεδόνων ἐπιθεμένων τοῖς Ἕλλησιν, ὑπὸ τῶν αὐτῶν τούτων καὶ ἀπέβαλον τὴν πόλιν κατασκαφεῖσαν καὶ ἀνέλαβον ἀνακτισθεῖσαν.
この戦争と、ギリシア人を襲ったマケドニア人によって打撃を受け、彼らはまさにこのマケドニア人によって、町を破壊されるという形で失い、再建されるという形で再び取り戻した。
ἐξ ἐκείνου δʼ ἤδη πράττοντες ἐνδεέστερον ἀεὶ μέχρι εἰς ἡμᾶς οὐδὲ κώμης ἀξιολόγου τύπον σώζουσι·
その時以来、彼らの状態は徐々に衰退の一途をたどり、我々の時代にいたるまで、まともな村の形すら留めていない。
καὶ ἄλλαι δὲ πόλεις ἀνάλογον πλὴν Τανάγρας καὶ Θεσπιῶν·
他の諸都市も同様であるが、タナグラとテスピアイは例外である。
αὗται δʼ ἱκανῶς συμμένουσι πρὸς ἐκείνας κρινόμεναι.
これらは他の都市と比べれば、十分に存続している。
§9.2.6ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ.
次に、アッティカに隣接するエウボイア側の海岸線から始めて、この地方の周回記述を行わなければならない。
ἀρχὴ δʼ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθʼ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων.
その始まりはオロポスと、デルピニオンと呼ばれる聖なる港であり、その向かいにはエウボイアの古いエレトリアがあり、渡航距離は六十スタディオンである。
μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δʼ ἐπʼ αὐτὴν στάδιοι τετταράκοντα.
デルピニオンの後に、二十スタディオンでオロポスがあり、その向かいには現在のエレトリアがあり、そこへの渡航距離は四十スタディオンである。
§9.2.7εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον·
次に、デロス島から勧請されたアポロンの神殿であるデリオンがあり、これはタナグラ人の小都市であってアウリスから三十スタディオン離れている。 そこではアテナイ人が戦いに敗れて我先にと敗走した。
ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφʼ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.
その敗走の際、グリロスの子クセノポンが馬から落ちて倒れているのを見た哲学者ソクラテスは、彼自身は馬がいなくなっていたので歩兵として従軍していたのだが、クセノポンを肩に担ぎ、敗走がやむまで何スタディオンもの間彼を救い出した。