Humanitext Reader

斯特拉波 · 地理学 §9.2.4-9.2.7

波奥蒂亚的传说、多多纳神谕与沿岸记述

第 284 段,共 577 段 · 希腊语

内容简介

记述了埃福罗斯关于色雷斯人欺诈以及涉及波奥蒂亚人和佩拉斯吉人的多多纳神谕的逸事,随后说明了波奥蒂亚的历史变迁,并伴随着德里翁战役的逸事开始了对该地区各城市的周回记述。

§9.2.4φησὶ δʼ Ἔφορος τοὺς μὲν Θρᾷκας ποιησαμένους σπονδὰς πρὸς τοὺς Βοιωτοὺς ἐπιθέσθαι νύκτωρ στρατοπεδεύουσιν ὀλιγωρότερον ὡς εἰρήνης γεγονυίας·
埃福罗斯说,色雷斯人与波奥蒂亚人缔结和约后,乘着波奥蒂亚人认为和平已经到来而较为疏忽地安营扎寨时,在夜间袭击了他们。
διακρουσαμένων αὐτοὺς αἰτιωμένων τε ἅμα ὅτι τὰς σπονδὰς παρέβαινον, μὴ παραβῆναι φάσκειν ἐκείνους· συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δʼ ἐπιθέσθαι·
当波奥蒂亚人击退他们并同时谴责他们违反和约时,色雷斯人却声称他们没有违反,因为他们是在白天缔结协定的,而在夜间发起袭击。
ἀφʼ οὗ δὴ καὶ τὴν παροιμίαν εἰρῆσθαι Θρᾳκία παρεύρεσις.
正是由此,才有了“色雷斯人的借口”这一谚语。
τοὺς δὲ Πελασγοὺς μένοντος ἔτι τοῦ πολέμου χρηστηριασομένους ἀπελθεῖν, ἀπελθεῖν δὲ καὶ τοὺς Βοιωτούς·
在战争仍在继续期间,佩拉斯吉人前去请求神谕,波奥蒂亚人也前去请求。
τὸν μὲν οὖν τοῖς Πελασγοῖς δοθέντα χρησμὸν ἔφη μὴ ἔχειν εἰπεῖν, τοῖς δὲ Βοιωτοῖς ἀνελεῖν τὴν προφῆτιν ἀσεβήσαντας εὖ πράξειν·
埃福罗斯说他无法说出给佩拉斯吉人的神谕,但对于波奥蒂亚人,女预言者回答说,如果他们做出不敬的行为,就会诸事顺利。
τοὺς δὲ θεωροὺς ὑπονοήσαντας χαριζομένην τοῖς Πελασγοῖς τὴν προφῆτιν κατὰ τὸ συγγενὲς (ἐπειδὴ καὶ τὸ ἱερὸν Πελασγικὸν ἐξ ἀρχῆς ὑπῆρξεν) οὕτως ἀνελεῖν, ἁρπάσαντας τὴν ἄνθρωπον εἰς πυρὰν ἐμβαλεῖν ἐνθυμηθέντας, εἴτε κακουργήσασαν εἴτε μή, πρὸς ἀμφότερα ὀρθῶς ἔχειν, εἰ μὲν παρεχρηστηρίασε, κολασθείσης αὐτῆς, εἰ δʼ οὐδὲν ἐκακούργησε, τὸ προσταχθὲν αὐτῶν πραξάντων.
使节们怀疑女预言者是因同族关系而偏袒佩拉斯吉人(因为该神殿最初就是佩拉斯吉人的),便认为无论她是否作恶,将她投入火中在两种情况下都是正确的:如果她给出了假神谕,她就得到了惩罚;如果她没有作恶,他们也只是执行了神谕所命令的事。 于是他们抓起那个女人扔进了火里。
τοὺς δὲ περὶ τὸ ἱερὸν τὸ μὲν ἀκρίτους κτείνειν τοὺς πράξαντας, καὶ ταῦτʼ ἐν ἱερῷ, μὴ δοκιμάσαι, καθιστάναι δʼ εἰς κρίσιν, καλεῖν δʼ ἐπὶ τὰς ἱερείας, ταύτας δὲ εἶναι τὰς προφήτιδας αἳ λοιπαὶ τριῶν οὐσῶν περιῆσαν·
然而,神殿周围的人不赞成在没有审判的情况下杀死这些行为者,更不用说是在神殿里了,于是他们将他们交付审判,并召集了女祭司,她们是原本三个女预言者中幸存的两个。
λεγόντων δʼ ὡς οὐδαμοῦ νόμος εἴη δικάζειν γυναῖκας, προσελέσθαι καὶ ἄνδρας ἴσους ταῖς γυναιξὶ τὸν ἀριθμόν·
当人们说任何地方都没有法律允许妇女担任法官时,他们又选出了与妇女同等人数的男子。
τοὺς μὲν οὖν ἄνδρας ἀπογνῶναι, τὰς δὲ γυναῖκας καταγνῶναι, ἴσων δὲ τῶν ψήφων γενομένων τὰς ἀπολυούσας νικῆσαι·
男子们判其无罪,而妇女们判其有罪,在票数相等的情况下,判无罪的一方获胜。
ἐκ δὲ τούτων Βοιωτοῖς μόνοις ἄνδρας προθεσπίζειν ἐν Δωδώνῃ.
由于这一事件,在多多纳,只有男子为波奥蒂亚人预言。
τὰς μέντοι προφήτιδας ἐξηγουμένας τὸ μαντεῖον εἰπεῖν, ὅτι προστάττοι ὁ θεὸς τοῖς Βοιωτοῖς τοὺς παρʼ αὐτοῖς τρίποδας συλήσαντας ἕνα εἰς Δωδώνην πέμπειν κατʼ ἔτος·
然而,女预言者在解释神谕时说,神是在命令波奥蒂亚人夺取本国奉献的三脚祭台,每年送一个到多多纳。
καὶ δὴ καὶ ποιεῖν τοῦτο· ἀεὶ γάρ τινα τῶν ἀνακειμένων τριπόδων νύκτωρ καθαιροῦντας καὶ κατακαλύπτοντας ἱματίοις ὡς ἂν λάθρᾳ τριποδηφορεῖν εἰς Δωδώνην.
事实上他们也正是这样做的;因为他们总是夜间取下奉献的三脚台之一,用衣服盖住,仿佛秘密地将三脚台运往多多纳。
§9.2.5μετὰ δὲ ταῦτα τὴν Αἰολικὴν ἀποικίαν συνέπραξαν τοῖς περὶ Πενθίλον, πλείστους ἐξ ἑαυτῶν συμπέμψαντες, ὥστε καὶ Βοιωτικὴν προσαγορευθῆναι.
在此之后,他们协助了彭蒂卢斯及其随从的埃奥利斯殖民活动,派出了大量他们自己的人一同前往,以至于该殖民地也被称为波奥蒂亚殖民地。
ὕστερον δὲ χρόνοις πολλοῖς ὁ Περσικὸς πόλεμος περὶ Πλαταιὰς γενόμενος διελυμήνατο τὴν χώραν.
后来,经过许多年,在普拉台亚周边发生的波斯战争摧毁了这个国家。
εἶτʼ ἀνέλαβον σφᾶς πάλιν ἐπὶ τοσοῦτον ὥστε καὶ τῆς τῶν Ἑλλήνων ἀρχῆς ἀμφισβητῆσαι Θηβαίους δυσὶ μάχαις κρατήσαντας Λακεδαιμονίους.
然而,此后他们重新恢复了元气,底比斯人在两次战役中击败了拉刻代蒙人,甚至开始争夺希腊人的霸权。
Ἐπαμεινώνδα δὲ πεσόντος ἐν τῇ μάχῃ ταύτης μὲν τῆς ἐλπίδος διεσφάλησαν, ὑπὲρ δὲ τῶν Ἑλλήνων ὅμως ἐπολέμησαν πρὸς Φωκέας τοὺς τὸ ἱερὸν συλήσαντας τὸ κοινόν.
但是,当伊帕密诺达在战斗中牺牲后,他们的这一希望便破灭了,但他们仍然为了希腊人的共同利益,与掠夺了公共神殿的福基斯人作战。
κακωθέντες δʼ ὑπό τε τούτου τοῦ πολέμου καὶ τῶν Μακεδόνων ἐπιθεμένων τοῖς Ἕλλησιν, ὑπὸ τῶν αὐτῶν τούτων καὶ ἀπέβαλον τὴν πόλιν κατασκαφεῖσαν καὶ ἀνέλαβον ἀνακτισθεῖσαν.
由于这场战争以及袭击希腊人的马其顿人,他们受到了重创,并被这些相同的马其顿人彻底摧毁了城市,但在城市重建后又重新收回。
ἐξ ἐκείνου δʼ ἤδη πράττοντες ἐνδεέστερον ἀεὶ μέχρι εἰς ἡμᾶς οὐδὲ κώμης ἀξιολόγου τύπον σώζουσι·
从那时起,他们的境况便不断衰落,直到我们这个时代,甚至连一个像样的村庄的轮廓都未能保存下来。
καὶ ἄλλαι δὲ πόλεις ἀνάλογον πλὴν Τανάγρας καὶ Θεσπιῶν· αὗται δʼ ἱκανῶς συμμένουσι πρὸς ἐκείνας κρινόμεναι.
其他城市也成比例地衰落了,只有塔纳格拉和塞斯皮埃例外;与那些城市相比,这两座城市仍然保存得相当完好。
§9.2.6ἑξῆς δὲ τὴν περιήγησιν τῆς χώρας ποιητέον ἀρξαμένους ἀπὸ τῆς πρὸς Εὔβοιαν παραλίας τῆς συνεχοῦς τῇ Ἀττικῇ.
接下来,我们必须对这个地方进行周回记述,从与阿特提卡相连的面向厄维亚的海岸开始。
ἀρχὴ δʼ ὁ Ὠρωπὸς καὶ ὁ ἱερὸς λιμὴν ὃν καλοῦσι Δελφίνιον, καθʼ ὃν ἡ παλαιὰ Ἐρέτρια ἐν τῇ Εὐβοίᾳ, διάπλουν ἔχουσα ἑξήκοντα σταδίων.
其起点是奥罗波斯和他们称为德尔菲尼翁的圣港,其对面是厄维亚的旧埃雷特里亚,渡海距离为六十斯塔迪翁。
μετὰ δὲ τὸ Δελφίνιον ὁ Ὠρωπὸς ἐν εἴκοσι σταδίοις· κατὰ δὲ τοῦτόν ἐστιν ἡ νῦν Ἐρέτρια, διάπλους δʼ ἐπʼ αὐτὴν στάδιοι τετταράκοντα.
在德尔菲尼翁之后,相距二十斯塔迪翁是奥罗波斯;其对面是现在的埃雷特里亚,通往那里的渡海距离为浅四十斯塔迪翁。
§9.2.7εἶτα Δήλιον τὸ ἱερὸν τοῦ Ἀπόλλωνος ἐκ Δήλου ἀφιδρυμένον, Ταναγραίων πολίχνιον Αὐλίδος διέχον σταδίους τριάκοντα, ὅπου μάχῃ λειφθέντες Ἀθηναῖοι προτροπάδην ἔφυγον·
其次是德里翁,这是从德洛斯岛引来的阿波罗神殿,是塔纳格拉人的一个小镇,距离奥利斯三十斯塔迪翁,在这里阿特奈人在战斗中失败后狼狈逃窜。
ἐν δὲ τῇ φυγῇ πεσόντα ἀφʼ ἵππου Ξενοφῶντα ἰδὼν κείμενον τὸν Γρύλλου Σωκράτης ὁ φιλόσοφος στρατεύων πεζὸς τοῦ ἵππου γεγονότος ἐκποδὼν ἀνέλαβε τοῖς ὤμοις αὐτόν, καὶ ἔσωσεν ἐπὶ πολλοὺς σταδίους ἕως ἐπαύσατο ἡ φυγή.
在这次溃逃中,哲学家苏格拉底(他因失去马匹而作为步兵参战)看到格里卢斯之子色诺芬从马上跌落倒在地上,便把他背在肩膀上,带他安全行进了许多斯塔迪翁,直到溃退停止。

词汇与语法注释

  1. 9.2.4ὡς εἰρήνης γεγονυίας — 连词 `ὡς` 与独立属格 `εἰρήνης γεγονυίας` 的结合,表示主句主语波奥蒂亚人的主观认识(“相信和平已经到来”)。
  2. 9.2.4διακρουσαμένων αὐτοὺς αἰτιωμένων τε ἅμα — 虽为独立属格,但其逻辑主语(波奥蒂亚人)并未明示,需要根据上下文补充。
  3. 9.2.4συνθέσθαι γὰρ ἡμέρας, νύκτωρ δʼ ἐπιθέσθαι — 表示时间的属格 `ἡμέρας`(“在白天”)与时间副词 `νύκτωρ`(“在夜间”)相对比,在句法上展示了色雷斯人诡辩的依据。
  4. 9.2.4εἴτε κακουργήσασαν εἴτε μή, πρὸς ἀμφότερα ὀρθῶς ἔχειν — 分词 `κακουργήσασαν` 修饰 `τὴν ἄνθρωπον`(女预言者),而 `ἔχειν` 是间接引语中的不定式,承接了非人称句式 `ὀρθῶς ἔχει`。
  5. 9.2.7τοῦ ἵππου γεγονότος ἐκποδὼν — 表示原因的独立属格。解释了苏格拉底作为步兵(而非骑兵)参战的直接原因(因为他的马匹丢失或无法使用)。

引用这一段

斯特拉波, 地理学 §9.2.4-9.2.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.4-9.2.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。