Humanitext Reader

斯特拉波 · 地理学 §9.2.37-9.2.42

凯罗尼亚留克特拉与奥尔科梅诺斯

第 292 段,共 577 段 · 希腊语

内容简介

斯特拉波叙述了凯罗尼亚、莱巴德亚和留克特拉等波奥蒂亚历史城市、战迹及神谕所,随后详述了曾拥有巨大财富与权力的闽亚斯奥尔科梅诺斯及其周边地区(如阿斯普莱顿)的历史与地形变迁。

§9.2.37Χαιρώνεια δʼ ἐστὶν Ὀρχομενοῦ πλησίον, ὅπου Φίλιππος ὁ Ἀμύντου μάχῃ μεγάλῃ νικήσας Ἀθηναίους τε καὶ Βοιωτοὺς καὶ Κορινθίους κατέστη τῆς Ἑλλάδος κύριος· δείκνυται δὲ κἀνταῦθα ταφὴ τῶν πεσόντων ἐν τῇ μάχῃ δημοσία·
凯罗尼亚靠近奥尔科梅诺斯,在那里,阿敏塔斯之子腓力在一次大战中击败了雅典人、波奥蒂亚人和哥林斯人,从而成为了希腊的统治者;在此地也展示着在那场战斗中牺牲者的公墓。
περὶ δὲ τοὺς τόπους τοὺς αὐτοὺς καὶ Ῥωμαῖοι τὰς Μιθριδάτου δυνάμεις πολλῶν μυριάδων κατηγωνίσαντο, ὥστʼ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δʼ ἄλλους τοὺς μὲν ἀπολέσθαι τοὺς δὲ καὶ ἁλῶναι.
在这些相同的地方,罗马人也击败了达数万之众的米特拉达梯的军队,结果只有少数人安全退到海上并乘船逃走,而其余的人,有的被消灭,有的则被俘虏。
§9.2.38Λεβάδεια δʼ ἐστίν, ὅπου Διὸς Τροφωνίου μαντεῖον ἵδρυται, χάσματος ὑπονόμου κατάβασιν ἔχον, καταβαίνει δʼ αὐτὸς ὁ χρηστηριαζόμενος· κεῖται δὲ μεταξὺ τοῦ Ἑλικῶνος καὶ τῆς Χαιρωνείας, Κορωνείας πλησίον.
莱巴德亚是建立有宙斯·特罗福尼乌斯神谕所的地方,它有一个通往地下深渊的入口,求问神谕者本人亲自走下去;它位于赫利孔山和凯罗尼亚之间,靠近科罗尼亚。
§9.2.39τὰ δὲ Λεῦκτρά ἐστιν, ὅπου Λακεδαιμονίους μεγάλῃ μάχῃ νικήσας Ἐπαμεινώνδας ἀρχὴν εὕρετο τῆς καταλύσεως αὐτῶν·
留克特拉是伊帕密浓达在一次大战中击败拉刻代蒙人,从而开启了他们灭亡之端绪的地方。
οὐκέτι γὰρ ἐξ ἐκείνου τὴν τῶν Ἑλλήνων ἡγεμονίαν ἀναλαβεῖν ἴσχυσαν ἣν εἶχον πρότερον, καὶ μάλιστʼ ἐπειδὴ καὶ τῇ δευτέρᾳ συμβολῇ τῇ περὶ Μαντίνειαν κακῶς ἔπραξαν.
因为从那时起,他们再也无力重获以前所拥有的对希腊人的霸权,尤其是因为在曼蒂内亚附近的第二次冲突中,他们也遭遇了惨败。
τὸ μέντοι μὴ ὑφʼ ἑτέροις εἶναι καίπερ οὕτως ἐπταικόσι συνέμεινε μέχρι τῆς Ῥωμαίων ἐπικρατείας·
然而,尽管遭受了如此严重的挫折,他们不臣属于他人的状态一直保持到罗马人统治确立为止。
καὶ παρὰ τούτοις δὲ τιμώμενοι διατελοῦσι διὰ τὴν τῆς πολιτείας ἀρετήν.
即使在这些人[罗马人]那里,他们由于其城邦制度的优秀而继续受到尊敬。
δείκνυται δὲ ὁ τόπος οὗτος κατὰ τὴν ἐκ Πλαταιῶν εἰς Θεσπιὰς ὁδόν.
这个地方展示在从普拉泰亚通往底斯庇亚的道路上。
§9.2.40ἑξῆς δʼ ὁ ποιητὴς μέμνηται τοῦ τῶν Ὀρχομενίων καταλόγου, χωρίζων αὐτοὺς ἀπὸ τοῦ Βοιωτιακοῦ ἔθνους.
接下来,诗人提到了奥尔科梅诺斯人的船名表,将他们与波奥蒂亚族群区分开来。
καλεῖ δὲ Μινύειον τὸν Ὀρχομενὸν ἀπὸ ἔθνους τοῦ Μινυῶν· ἐντεῦθεν δὲ ἀποικῆσαί τινας τῶν Μινυῶν εἰς Ἰωλκόν φασιν, ὅθεν τοὺς Ἀργοναύτας Μινύας λεχθῆναι.
他根据闽亚斯族群的名字,将奥尔科梅诺斯称为“闽亚斯的奥尔科梅诺斯”;据说,从那里有一部分闽亚斯人迁移到了约尔科斯,因此阿耳戈英雄们被称为闽亚斯人。
φαίνεται δὲ τὸ παλαιὸν καὶ πλουσία τις γεγονυῖα πόλις καὶ δυναμένη μέγα·
看来,在古代,这座城市既富裕又拥有巨大的权力。
τοῦ μὲν οὖν πλούτου μάρτυς καὶ Ὅμηρος· διαριθμούμενος γὰρ τοὺς τόπους τοὺς πολυχρηματήσαντάς φησιν οὐδʼ ὅσʼ ἐς Ὀρχομενὸν ποτινίσσεται, οὐδʼ ὅσα Θήβας Αἰγυπτίας.
关于其富裕,荷马也是见证者;在列举积累了大量财富的地方时,他说: “即使是运往奥尔科梅诺斯的财富,或是运往埃及底比斯的财富,也无法相比。
τῆς δυνάμεως δέ, ὅτι Θηβαῖοι δασμὸν ἐτέλουν τοῖς Ὀρχομενίοις καὶ Ἐργίνῳ τῷ τυραννοῦντι αὐτῶν, ὃν ὑφʼ Ἡρακλέους καταλυθῆναί φασιν.
” 而关于其权力的证据则是,底比斯人曾向奥尔科梅诺斯人和统治他们的僭主埃尔吉努斯缴纳贡赋,据说此人被赫拉克勒斯所推翻。
Ἐτεοκλῆς δέ, τῶν βασιλευσάντων ἐν Ὀρχομενῷ τις, Χαρίτων ἱερὸν ἱδρυσάμενος πρῶτος ἀμφότερα ἐμφαίνει, καὶ πλοῦτον καὶ δύναμιν, ὃς εἴτʼ ἐν τῷ λαμβάνειν χάριτας εἴτʼ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα, τὰς θεὰς ἐτίμησε ταύτας.
埃特奥克勒斯,作为曾统治奥尔科梅诺斯的一员,率先建立了美惠女神的神殿,这展示了财富与权力这两者。 他不论是在接受恩惠还是在给予恩惠上取得了成功,或者两者兼有,都尊崇了这些女神。
λέγουσι δὲ τὸ χωρίον, ὅπερ ἡ λίμνη κατέχει νῦν ἡ Κωπαΐς, ἀνεψῦχθαι πρότερον καὶ γεωργεῖσθαι παντοδαπῶς ὑπὸ τοῖς Ὀρχομενίοις ὂν πλησίον οἰκοῦσι· καὶ τοῦτʼ οὖν τεκμήριον τοῦ πλούτου τιθέασι.
人们说,目前科派斯湖占据的那个地方,以前是干涸的,由居住在附近的奥尔科梅诺斯人进行各种耕作;因此,他们也把这作为其富裕的证据。
§9.2.41τὴν δʼ Ἀσπληδόνα χωρὶς τῆς πρώτης συλλαβῆς ἐκάλουν τινές· εἶτʼ Εὐδείελος μετωνομάσθη καὶ αὐτὴ καὶ ἡ χώρα, τάχα τι ἰδίωμα προσφερομένη ἐκ τοῦ δειλινοῦ κλίματος οἰκεῖον τοῖς κατοικοῦσι, καὶ μάλιστα τὸ εὐχείμερον.
关于阿斯普莱顿,有些人称呼它时去掉了第一个音节;随后,它本身和该地区都被改名为欧代埃洛斯,这也许是因为其傍晚的坡度给居民带来了一些特征,尤其是其冬季的温和。
διέχει δὲ τοῦ Ὀρχομενοῦ στάδια εἴκοσι· μεταξὺ δʼ ὁ Μέλας ποταμός.
它距离奥尔科梅诺斯有二十斯塔迪亚,其间流淌着梅拉斯河。
§9.2.42ὑπέρκειται δʼ Ὀρχομενίας ὁ Πανοπεύς, Φωκικὴ πόλις, καὶ Ὑάμπολις· τούτοις δʼ ὁμορεῖ Ὀποῦς, ἡ τῶν Λοκρῶν μητρόπολις τῶν Ἐπικνημιδίων.
在奥尔科梅诺斯领地上方耸立着帕诺佩乌斯(一座福基斯城市)和许安波利斯;与这些相邻的是奥普斯,即埃皮克涅米季安·洛克里人的母都市。
πρότερον μὲν οὖν οἰκεῖσθαι τὸν Ὀρχομενόν φασιν ἐπὶ πεδίῳ, ἐπιπολαζόντων δὲ τῶν ὑδάτων ἀνοικισθῆναι πρὸς τὸ Ἀκόντιον ὄρος, παρατεῖνον ἐπὶ ἑξήκοντα σταδίους μέχρι Παραποταμίων τῶν ἐν τῇ Φωκίδι.
据说以前奥尔科梅诺斯人居住在平原上,但由于水患氾滥,他们搬迁到了阿孔蒂翁山,该山绵延六十斯塔迪亚,一直延伸到福基斯的帕拉波塔米奥伊。
ἱστοροῦσι δὲ τοὺς ἐν τῷ Πόντῳ καλουμένους Ἀχαιοὺς ἀποίκους Ὀρχομενίων εἶναι τῶν μετὰ Ἰαλμένου πλανηθέντων ἐκεῖσε μετὰ τὴν τῆς Τροίας ἅλωσιν.
他们还记载,在黑海被称为阿卡亚人的人,是特洛伊沦陷后与伊阿尔墨诺斯一起漂泊到那里的奥尔科梅诺斯人的殖民者。
καὶ περὶ Κάρυστον δʼ ἦν τις Ὀρχομενός.
此外,在卡律斯托斯附近也曾有一个奥尔科梅诺斯。
εὖ γὰρ τὴν τοιαύτην ὕλην ὑποβεβλήκασιν ἡμῖν οἱ τὰ περὶ τῶν νεῶν συγγράψαντες, οἷς ἀκολουθοῦμεν ὅταν οἰκεῖα λέγωσι πρὸς τὴν ἡμετέραν ὑπόθεσιν.
写下关于船只[目录]的作者们确实为我们很好地提供了这类素材,当他们说出适合我们计划的事情时,我们便遵循他们。

词汇与语法注释

  1. §9.2.37ὥστʼ ὀλίγους ἐπὶ θάλατταν σωθέντας φυγεῖν ἐν ταῖς ναυσί, τοὺς δʼ ἄλλους τοὺς μὲν ἀπολέσθαι τοὺς δὲ καὶ ἁλῶναι — 这是表示结果的 ὥστε 从句,采用对格加不定式结构(φυγεῖν, ἀπολέσθαι, ἁλῶναι),其主语为对格的 ὀλίγους 和 τοὺς δʼ ἄλλους。后半部分使用了“部分同格”(整体与部分同格)结构,将 τοὺς δʼ ἄλλους(其余的人)细分为 τοὺς μὲν... τοὺς δὲ...(有的……有的……)。所有语言的翻译都统一体现了这一层结果与部分同格的关系。
  2. §9.2.40ὃς εἴτʼ ἐν τῷ λαμβάνειν χάριτας εἴτʼ ἐν τῷ διδόναι κατορθῶν εἴτε καὶ ἀμφότερα — 主格现在分词 κατορθῶν(由于取得成功、在……上获得成功)修饰关系代词 ὅς。介词 ἐν 与冠词性不定式(τῷ λαμβάνειν / τῷ διδόναι)连用,指明了成功的领域(“在接受上”或“在给予上”)。最后的 εἴτε καὶ ἀμφότερα 是一个省略结构,意为“或是在这两者上[都取得成功]”。所有语言在翻译时均统一将分词处理为原因或方式,并保留了这一选择关系。

引用这一段

斯特拉波, 地理学 §9.2.37-9.2.42. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.2.37-9.2.42

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。