Humanitext Reader

ストラボン · 地理誌 §9.1.4-9.1.7

スキロンの崖とメガラの地誌および境界の変遷

277 / 577 箇所 · ギリシア語

要旨

スキロンの崖やミノア岬の地形とそれに関わる神話的起源を説明し、アッティカとメガラの境界論争や、ドリス人によるメガラの征服および境界碑柱の撤去について記述する。

§9.1.4μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκιρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττῃ·
クロミュオンの先には、海沿いを通路として残さずにアッティカのスキロニデス岩がそびえている。
ὑπὲρ αὐτῶν δʼ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ·
それらの岩の上を、イストモスからメガラおよびアッティカへと向かう道が通っている。
οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν·
その道は岩にあまりにも近接しているため、多くの場所で絶壁に沿っており、それは上にそびえる山が登りにくく高いからである。
ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν λῃζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς.
ここには、上述の山岳地帯を掠奪していた、テセウスによって退治されたスキロンとピテュオカンプテスに関する神話が語られている。
ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκίρωνα προσηγορεύκασιν Ἀθηναῖοι.
アテナイ人は、これらの岬から吹き下ろす不吉な西北西の風を「スキロン」と名付けた。
μετὰ δὲ τὰς Σκιρωνίδας πέτρας ἄκρα πρόκειται Μινῴα ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα.
スキロニデス岩の先には、ミノア岬が突き出ており、ニサイアの港を形成している。
ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν·
ニサイアはメガラの外港であり、市から十八スタディオン離れており、両側から長い壁(脚)で市と結ばれている。
ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινῴα.
そして、これ(岬)もまた「ミノア」と呼ばれていた。
§9.1.5τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων·
古くは、アッティカをも領有していたのと同じイオニア人がこの地を領有しており、メガラはまだ創建されていなかった。
διόπερ οὐδʼ ὁ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλʼ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀττικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλόγῳ " οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον " δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας.
それゆえ、詩人もこれらの場所を個別に言及しておらず、アッティカのすべての人々を「アテナイ人」と呼ぶことで、この人々をも共通の名前でアテナイ人とみなして包括している。 例えば、彼が[艦船の]カタログにおいて、「アテナイ、すなわちよく建てられた都市を領していた人々」と言うとき、現在のメガラ人も彼らが遠征に参加した者として[アテナイ人に]含めて解釈しなければならない。
σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν φῇ " ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες " τοὺς Ἀθηναίους λέγει·
その証拠に、アッティカは古くはイオニア、またイアスと呼ばれており、詩人が、「そこにボイオティア人とイアオネス(イオニア人)が」と言うとき、彼はアテナイ人のことを言っているのである。
ταύτης δʼ ἦν μερὶς καὶ ἡ Μεγαρίς.
そしてメガリスもこの土地の一部であった。
§9.1.6καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ ἡ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους " τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία, " ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα " τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία.
さらに、ペロポネソス人とイオニア人は、クロミュオニアを含む境界についてしばしば争っていたが、合意に達し、イストモスの合意された場所に碑柱を建て、ペロポネソスに向かう側には、「ここはペロポネソスにしてイオニアにあらず」という碑文を刻み、メガラに向かう側には、「ここはペロポネソスにあらずしてイオニアなり」という碑文を刻んだ。
" οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεττάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νίσαιαν.
アッティカ誌を著した人々は、多くの点で意見が異なるものの、信頼に足る人々は少なくとも次の点では合致している。 すなわち、パンディオンの息子たちがアイゲウス、リュコス、パラス、そして第四のニソスの四人であり、アッティカが四つの部分に分割されたとき、ニソスがメガリスを割り当てられ、ニサイアを創建したということである。
Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου. τὴν δʼ εἰς τέτταρα μέρη διανομὴν ἄλλων ἄλλως εἰρηκότων ἀρκεῖ ταῦτα παρὰ Σοφοκλέους λαβεῖν·
フィロコロスは、彼の支配領域がイストモスからピュティオンまで及んでいたと言い、アンドロンはエレウシスとトリア平原まで及んでいたと言う。
φησὶ δʼ ὁ Αἰγεὺς ὅτι ὁ πατὴρ ὥρισεν ἐμοὶ μὲν ἀν εἰς ἀκτὰς τῆσδε γῆς πρεσβεῖα νείμας·
四つの部分への分割について、他の人々が異なったことを述べている中で、ソフォクレスから次のように引くだけで十分である。
α Λύκῳ " τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει, Νίσῳ δὲ τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα Σκείρωνος ἀκτῆς, τῆς δὲ γῆς τὸ πρὸς νότον ὁ σκληρὸς οὗτος καὶ γίγαντας ἐκτρέφων εἴληχε Πάλλας.
アイゲウスは、父が私に対して、「この土地の海岸部への支配権を長子の特権として分け与え」と定め、リュコスには、「エウボイアの対岸の園を分け与え、ニソスには、スキロンの海岸に隣接する土地を選び定め、この土地の南側は、この荒々しく巨人を育むパラスが手に入れた」と言っている。
" ὅτι μὲν οὖν ἡ Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις.
それゆえ、メガリスがアッティカの一部であったことについて、彼らはこれらの証拠を用いている。
§9.1.7μετὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τῆς χώρας μερισμὸν ὑπʼ αὐτῶν καὶ τῶν συγκατελθόντων αὐτοῖς Δωριέων ἐκπεσεῖν τῆς οἰκείας συνέβη πολλοὺς εἰς τὴν Ἀττικήν, ὧν ἦν καὶ ὁ τῆς Μεσσήνης βασιλεὺς Μέλανθος·
ヘラクレスの末裔たちの帰還と、彼らおよび彼らと共に下ってきたドリス人による土地の分割ののち、多くの人々が故郷を追われてアッティカへと逃れることになり、その中にはメッセネの王メラントスもいた。
οὗτος δὲ καὶ τῶν Ἀθηναίων ἐβασίλευσεν ἑκόντων, νικήσας ἐκ μονομαχίας τὸν τῶν Βοιωτῶν βασιλέα Ξάνθον.
彼はボイオティアの王クサントスを決闘で破り、アテナイ人の自発的な合意のもとで彼らの王となった。
εὐανδρούσης δὲ τῆς Ἀττικῆς διὰ τοὺς φυγάδας φοβηθέντες οἱ Ἡρακλεῖδαι, παροξυνόντων αὐτοὺς μάλιστα τῶν ἐν Κορίνθῳ καὶ τῶν ἐν Μεσσήνῃ, τῶν μὲν διὰ τὴν γειτνίασιν, τῶν δὲ ὅτι Κόδρος τῆς Ἀττικῆς ἐβασίλευε τότε ὁ τοῦ Μελάνθου παῖς, ἐστράτευσαν ἐπὶ τὴν Ἀττικήν·
避難民によってアッティカの人口が増加したため、ヘラクレスの末裔たちは恐れを抱き、特にコリントスとメッセネにいる人々(前者は近隣であるため、後者はメラントスの子コドロスが当時アッティカの王であったため)が彼らを煽り立てた結果、アッティカへと遠征した。
ἡττηθέντες δὲ μάχῃ τῆς μὲν ἄλλης ἐξέστησαν γῆς, τὴν Μεγαρικὴν δὲ κατέσχον καὶ τήν τε πόλιν ἔκτισαν τὰ Μέγαρα καὶ τοὺς ἀνθρώπους Δωριέας ἀντὶ Ἰώνων ἐποίησαν·
しかし彼らは戦いに敗れ、他の土地からは撤退したものの、メガリスを占領し、都市メガラを創建し、その住民をイオニア人の代わりにドリス人とした。
ἠφάνισαν δὲ καὶ τὴν στήλην τὴν ὁρίζουσαν τούς τε Ἴωνας καὶ τοὺς Πελοποννησίους.
そして彼らは、イオニア人とペロポネソス人を隔てていた碑柱をも破壊した。

語釈・文法注

  1. 9.1.4σκαιόν — 形容詞 `σκαιός` は「左の」を意味すると同時に「不吉な」をも意味する。アテナイから見て(あるいはアテナイに向かう航路において)北西から吹くこの風(スキロン)が、地理的に左手から吹くことと、その破壊的な性質から「不吉な」風であることの、双方のニュアンスを含んでいる。
  2. 9.1.6πρεσβεῖα νείμας — 分詞句 `πρεσβεῖα νείμας` は「長子の特権(長子分)を分配したうえで」という意味。ソフォクレスの断片において、アイゲウスが長男としての特権であるアッティカの本土(海岸部)を父から授かったことを表している。
  3. 9.1.7εὐανδρούσης δὲ τῆς Ἀττικῆς — 属格絶対。動詞 `εὐανδρέω`(良き男たちに富む、人口が多い)の現在分詞女性属格形で、難民(`φυγάδες`)の流入によってアッティカが人口豊かに、かつ強力になった状況を理由・背景として表している。

この箇所を引用する

ストラボン, 地理誌 §9.1.4-9.1.7. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.4-9.1.7

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。