Humanitext Reader

斯特拉波 · 地理学 §9.1.4-9.1.7

斯基罗尼德斯岩与梅加拉的疆界变迁

第 277 段,共 577 段 · 希腊语

内容简介

描述了斯基罗尼德斯岩及米诺阿角的地理特征与神话起源,阐述了阿提卡与梅加拉之间的边界争议,以及多利安人征服梅加拉并拆除与伊奥尼亚人边界碑柱的历史过程。

§9.1.4μετὰ δὴ Κρομμυῶνα ὑπέρκεινται τῆς Ἀττικῆς αἱ Σκιρωνίδες πέτραι πάροδον οὐκ ἀπολείπουσαι πρὸς θαλάττῃ·
在克罗妙翁之后,阿提卡的斯基罗尼デス岩高耸,在海边没有留下任何通道。
ὑπὲρ αὐτῶν δʼ ἐστὶν ἡ ὁδὸς ἡ ἐπὶ Μεγάρων καὶ τῆς Ἀττικῆς ἀπὸ τοῦ Ἰσθμοῦ·
在这些岩石之上,是通过地峡通往梅加拉和阿提卡的道路。
οὕτω δὲ σφόδρα πλησιάζει ταῖς πέτραις ἡ ὁδὸς ὥστε πολλαχοῦ καὶ παράκρημνός ἐστι διὰ τὸ ὑπερκείμενον ὄρος δύσβατόν τε καὶ ὑψηλὸν ὄν·
这条道路与岩石挨得如此之近,以至于在许多地方都处于悬崖边缘,因为上方高耸着难以逾越且险峻的山峦。
ἐνταῦθα δὲ μυθεύεται τὰ περὶ τοῦ Σκείρωνος καὶ τοῦ Πιτυοκάμπτου τῶν λῃζομένων τὴν λεχθεῖσαν ὀρεινήν, οὓς καθεῖλε Θησεύς.
在此处,流传着关于被忒修斯消灭的斯基隆和皮特奥坎普特斯在这片山地进行掠夺的神话。
ἀπὸ δὲ τῶν ἄκρων τούτων καταιγίζοντα σκαιὸν τὸν ἀργέστην σκίρωνα προσηγορεύκασιν Ἀθηναῖοι.
雅典人将从这些岬角狂吹而下的不祥西北西风(阿格斯泰斯风)称为“斯基隆风”。
μετὰ δὲ τὰς Σκιρωνίδας πέτρας ἄκρα πρόκειται Μινῴα ποιοῦσα τὸν ἐν τῇ Νισαίᾳ λιμένα.
在斯基罗尼デス岩之后,突出了米诺阿角,形成了尼塞亚的港口。
ἡ δὲ Νίσαια ἐπίνειόν ἐστιν τῶν Μεγάρων δεκαοκτὼ σταδίους τῆς πόλεως διέχον, σκέλεσιν ἑκατέρωθεν συναπτόμενον πρὸς αὐτήν· ἐκαλεῖτο δὲ καὶ τοῦτο Μινῴα.
尼塞亚是梅加拉的外港,距离城市十八斯塔迪翁,两旁有长墙(“双腿”)与城市相连;而这里(港口或岬角)古时也被称为米诺阿。
§9.1.5τὸ παλαιὸν μὲν οὖν Ἴωνες εἶχον τὴν χώραν ταύτην οἵπερ καὶ τὴν Ἀττικήν, οὔπω τῶν Μεγάρων ἐκτισμένων·
因此,古时在这座城市(梅加拉)尚未建立之前,曾占领阿提卡的同一批伊奥尼亚人也占领了这片土地。
διόπερ οὐδʼ ὁ ποιητὴς μέμνηται τῶν τόπων τούτων ἰδίως, ἀλλʼ Ἀθηναίους καλῶν τοὺς ἐν τῇ Ἀττικῇ πάντας συμπεριείληφε καὶ τούτους τῷ κοινῷ ὀνόματι Ἀθηναίους νομίζων, ὡς ὅταν φῇ ἐν τῷ καταλόγῳ " οἳ δʼ ἄρʼ Ἀθήνας εἶχον, ἐυκτίμενον πτολίεθρον " δέχεσθαι δεῖ καὶ τοὺς νῦν Μεγαρέας, ὡς καὶ τούτους μετασχόντας τῆς στρατείας.
正因如此,诗人也未曾特别提及这些地方,而是将阿提卡的所有人都称为“雅典人”,用这一共同的名称将这些人也包括在内,视他们为雅典人;正如他在[船只]目录中所说: “那些占有雅典,那座建构精良之城的人们” 时,我们也必须理解现在的梅加拉人也被包含在内,因为他们也参加了这次远征。
σημεῖον δέ· ἡ γὰρ Ἀττικὴ τὸ παλαιὸν Ἰωνία καὶ Ἰὰς ἐκαλεῖτο, καὶ ὁ ποιητὴς ὅταν φῇ " ἔνθα δὲ Βοιωτοὶ καὶ Ἰάονες " τοὺς Ἀθηναίους λέγει· ταύτης δʼ ἦν μερὶς καὶ ἡ Μεγαρίς.
这有一个证据:因为古时阿提卡被称为伊奥尼亚和伊阿斯,而当诗人说: “那里有波伊奥蒂亚人和伊阿奥内斯(伊奥尼亚人)” 时,他指的是雅典人;而梅加里斯也是这片土地的一部分。
§9.1.6καὶ δὴ καὶ τῶν ὁρίων ἀμφισβητοῦντες πολλάκις οἵ τε Πελοποννήσιοι καὶ Ἴωνες, ἐν οἷς ἦν καὶ ἡ Κρομμυωνία, συνέβησαν καὶ στήλην ἔστησαν ἐπὶ τοῦ συνομολογηθέντος τόπου περὶ αὐτὸν τὸν Ἰσθμόν, ἐπιγραφὴν ἔχουσαν ἐπὶ μὲν τοῦ πρὸς τὴν Πελοπόννησον μέρους " τάδʼ ἐστὶ Πελοπόννησος οὐκ Ἰωνία, " ἐπὶ δὲ τοῦ πρὸς Μέγαρα " τάδʼ οὐχὶ Πελοπόννησος ἀλλʼ Ἰωνία.
此外,佩洛庞内索斯人和伊奥尼亚人经常对包括克罗妙翁领土在内的边界产生争议,于是他们达成协议,在地峡附近双方协议的地方竖立了一根碑柱,在朝向佩洛庞内索斯的一侧刻有碑文: “这里是佩洛庞内索斯,而非伊奥尼亚,” 在朝向梅加拉的一侧刻有: “这里不是佩洛庞内索斯,而是伊奥尼亚。
" οἵ τε δὴ τὴν Ἀτθίδα συγγράψαντες πολλὰ διαφωνοῦντες τοῦτό γε ὁμολογοῦσιν οἵ γε λόγου ἄξιοι, διότι τῶν Πανδιονιδῶν τεττάρων ὄντων, Αἰγέως τε καὶ Λύκου καὶ Πάλλαντος καὶ τετάρτου Νίσου, καὶ τῆς Ἀττικῆς εἰς τέτταρα μέρη διαιρεθείσης, ὁ Νῖσος τὴν Μεγαρίδα λάχοι καὶ κτίσαι τὴν Νίσαιαν.
” 撰写阿提卡史(《阿提斯》)的人们虽然在许多事情上意见不一,但至少那些值得一提的人都同意这一点:即潘迪翁的四个儿子,即埃勾斯、吕科斯、帕拉斯和第四子尼索斯,当阿提卡被分为四个部分时,尼索斯抽签分得了梅加里斯,并建立了尼塞亚。
Φιλόχορος μὲν οὖν ἀπὸ Ἰσθμοῦ μέχρι τοῦ Πυθίου διήκειν αὐτοῦ φησι τὴν ἀρχήν, Ἄνδρων δὲ μέχρι Ἐλευσῖνος καὶ τοῦ Θριασίου πεδίου.
菲洛科罗斯说他的统治范围自地峡一直延伸到皮提翁,而安德隆则说延伸到埃勒夫西斯和特里亚平原。
τὴν δʼ εἰς τέτταρα μέρη διανομὴν ἄλλων ἄλλως εἰρηκότων ἀρκεῖ ταῦτα παρὰ Σοφοκλέους λαβεῖν· φησὶ δʼ ὁ Αἰγεὺς ὅτι ὁ πατὴρ ὥρισεν ἐμοὶ μὲν ἀν εἰς ἀκτὰς τῆσδε γῆς πρεσβεῖα νείμας· α Λύκῳ " τὸν ἀντίπλευρον κῆπον Εὐβοίας νέμει, Νίσῳ δὲ τὴν ὅμαυλον ἐξαιρεῖ χθόνα Σκείρωνος ἀκτῆς, τῆς δὲ γῆς τὸ πρὸς νότον ὁ σκληρὸς οὗτος καὶ γίγαντας ἐκτρέφων εἴληχε Πάλλας.
关于分为四个部分的分配,虽然不同的作家有不同的说法,但只需从索福克勒斯那里引用以下诗句就足够了:埃勾斯说父亲为我确定了: “将这片土地海岸的特权分封给我,” 而对吕科斯, “他分配了与优卑亚相对的花园,为尼索斯他挑选了与斯基隆海岸相邻的土地,而这片土地的南部,则归属于帕拉斯,这暴烈而抚育巨人之人。
" ὅτι μὲν οὖν ἡ Μεγαρὶς τῆς Ἀττικῆς μέρος ἦν, τούτοις χρῶνται τεκμηρίοις.
” 因此,他们使用这些作为梅加里斯曾是阿提卡一部分的证据。
§9.1.7μετὰ δὲ τὴν τῶν Ἡρακλειδῶν κάθοδον καὶ τὸν τῆς χώρας μερισμὸν ὑπʼ αὐτῶν καὶ τῶν συγκατελθόντων αὐτοῖς Δωριέων ἐκπεσεῖν τῆς οἰκείας συνέβη πολλοὺς εἰς τὴν Ἀττικήν, ὧν ἦν καὶ ὁ τῆς Μεσσήνης βασιλεὺς Μέλανθος·
在赫拉克勒斯后裔的回归以及他们与一同南下的多利安人对土地进行瓜分之后,许多人被迫离开家园逃往阿提卡,其中也包括美塞尼亚的国王梅兰托斯。
οὗτος δὲ καὶ τῶν Ἀθηναίων ἐβασίλευσεν ἑκόντων, νικήσας ἐκ μονομαχίας τὸν τῶν Βοιωτῶν βασιλέα Ξάνθον.
他通过决斗击败了波伊奥蒂亚的国王克桑托斯,并在雅典人的自愿同意下成为了他们的国王。
εὐανδρούσης δὲ τῆς Ἀττικῆς διὰ τοὺς φυγάδας φοβηθέντες οἱ Ἡρακλεῖδαι, παροξυνόντων αὐτοὺς μάλιστα τῶν ἐν Κορίνθῳ καὶ τῶν ἐν Μεσσήνῃ, τῶν μὲν διὰ τὴν γειτνίασιν, τῶν δὲ ὅτι Κόδρος τῆς Ἀττικῆς ἐβασίλευε τότε ὁ τοῦ Μελάνθου παῖς, ἐστράτευσαν ἐπὶ τὴν Ἀττικήν·
由于难民的涌入,阿提卡变得人丁兴旺,这引起了赫拉克勒斯后裔的恐慌,特别是在科林斯和美塞尼亚的人们的煽动下(前者是因为邻近,后者是因为当时梅兰托斯之子科德罗斯正统治着阿提卡),他们向阿提卡发动了远征。
ἡττηθέντες δὲ μάχῃ τῆς μὲν ἄλλης ἐξέστησαν γῆς, τὴν Μεγαρικὴν δὲ κατέσχον καὶ τήν τε πόλιν ἔκτισαν τὰ Μέγαρα καὶ τοὺς ἀνθρώπους Δωριέας ἀντὶ Ἰώνων ἐποίησαν· ἠφάνισαν δὲ καὶ τὴν στήλην τὴν ὁρίζουσαν τούς τε Ἴωνας καὶ τοὺς Πελοποννησίους.
但在战斗中被击败后,他们撤出了其余的土地,却占领了梅加里斯,建立了梅加拉城,并使这里的居民成为多利安人,取代了伊奥尼亚人;他们还毁坏了划分伊奥尼亚人和佩洛庞内索斯人边界的碑柱。

词汇与语法注释

  1. 9.1.4σκαιόν — 形容词 `σκαιός` 意为“左侧的”,同时也指“不祥的”或“笨拙的”。此处带有双重含义:地理上,这股风(斯基隆风)从雅典(或朝向雅典的航路)的左侧吹来;由于其破坏性的特征,它又被视为“不祥”之风。
  2. 9.1.6πρεσβεῖα νείμας — 分词短语 `πρεσβεῖα νείμας` 意为“分配了长子的特权”。在索福克勒斯的残篇中,它表示埃勾斯作为长子,从父亲那里继承了阿提卡腹地(海岸地带)的统治特权。
  3. 9.1.7εὐανδρούσης δὲ τῆς Ἀττικῆς — 属格绝对。动词 `εὐανδρέω`(男子众多、人烟稠密、富强)的现在分词阴性属格形式,作为原因和背景,说明由于难民(`φυγάδες`)的流入,阿提卡变得人口繁盛且强大。

引用这一段

斯特拉波, 地理学 §9.1.4-9.1.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.4-9.1.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。