Humanitext Reader

ストラボン · 地理誌 §9.1.1-9.1.3

ギリシャ中部の諸半島とアッティカの地勢

276 / 577 箇所 · ギリシア語

要旨

著者はペロポネソス半島に続くギリシャ第二・第三の半島を区分し、エウドクソスの学説を引用しながらアッティカやボイオティアの地理的形状について論じる。

§9.1.1περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν.
ペロポネソス半島を巡り終えたが、この半島はギリシャを構成する諸半島の中で最初のものであり、また最小のものであると我々は述べたが、これに引き続いて、それに隣り合う諸地域を巡るのが次の順序であろう。
ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων·
第二の半島はペロポネソスにメガリスを付け加えるものであり、その結果、クロミュオンはコリントス人のものではなくメガラ人のものとなる。
τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν.
第三の半島は、これに加えて、アッティカとボイオティア、そしてフォキスの一部とエピクネミディオス・ロクロイ人の地を取り込むものである。
περὶ τούτων οὖν.
さて、これらについて[語ることにしよう]。
φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς·
エウドクソスが言うには、もし誰かがケラウニア山脈からアッティカの先端であるスニオン岬に向けて、東の地域へと延びる直線を想定するならば、右側、すなわち南側にはペロポネソス全体が残され、左側、すなわち北側には、ケラウニア山脈からクリサ湾、メガリス、そしてアッティカ全域に至る連続した海岸線が残されることになる。
νομίζει δʼ οὐδʼ ἂν κ τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν·
また彼は、スニオンから[イストモス]までの海岸線は、もしイストモスに連続する地域、すなわちヘルミオネ地方やアクテがその[土地]に付随していなければ、[屈曲]も方向転換も持たなかっただろうと考えている。
ὡς δʼ αὕίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περι τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν θάλατταν.
[同様に、]コリンティアコス湾へと[向かう海岸線も]、それ自体で湾のように窪むほどの[大きな屈曲]を持っており、狭い場所へと収束するリオンとアンティリオンがこの形を示しており、また同様に、海が終点に達する奥のあたりも同様である。
§9.1.2οὕτω δʼ εἰρηκότος Εὐδόξου, μαθηματικοῦ ἀνδρὸς καὶ σχημάτων ἐμπείρου καὶ κλιμάτων καὶ τοὺς τόπους τούτους εἰδότος, δεῖ νοεῖν τήνδε τὴν πλευρὰν τῆς Ἀττικῆς σὺν τῇ Μεγαρίδι τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ κοίλην μὲν ἀλλʼ ἐπὶ μικρόν.
数学者であり、図形や気候(緯度)に精通し、これらの土地をよく知っていたエウドクソスがこのように述べているので、我々は、アッティカのこの側面をメガリスとともに、スニオンからイストモスに至るまで、湾曲してはいるものの、ごくわずかであると理解すべきである。
ἐνταῦθα δʼ ἐστὶ κατὰ μέσην που τὴν λεχθεῖσαν γραμμὴν ὁ Πειραιεὺς τὸ τῶν Ἀθηνῶν ἐπίνειον.
ここ、すなわち上述の線のほぼ中央に、アテナイの外港であるペイライエウスが存在する。
διέχει γὰρ τοῦ μὲν Σχοινοῦντος τοῦ κατὰ τὸν Ἰσθμὸν περὶ τριακοσίους πεντήκοντα σταδίους, τοῦ δὲ Σουνίου τριάκοντα καὶ τριακοσίους·
なぜなら、ペイライエウスは、イストモスのところにあるスコイヌスから約三百五十スタディオン離れており、スニオンからは三百三十スタディオン離れているからである。
ον πώς ἐστι διάστημα καὶ τὸ ἐπὶ Πηγὰς ἀπὸ τοῦ Πει, ὅσονπερ καὶ ἐπὶ Σχοινοῦντα· δέκα δʼ ὅμως στα πλεονάζειν φασί.
ペイ[ライエウス]からペガイまでの距離も、スコイヌスまでの距離と[ほぼ等]しいが、それでも[十スタディオン]ほど多いと言われている。
κάμψαντι δὲ τὸ Σούνιον πρὸς ἄρκτον μὲν ὁ πλοῦς, ἐκκλίνων πρὸς δύσιν.
スニオンを回ると、航路は北に向かい、西へと傾く。
§9.1.3ἀκτὴ δʼ ἐστὶν ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτʼ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δʼ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττῃ·
アッティカは二つの海に挟まれた海岸地帯(アクテ)であり、最初は狭いが、その後内陸に向けて広がり、それにもかかわらず、ボイオティアのオロポスに向けて三日月型の屈曲を描き、その膨らんだ側を海に向けている。
τοῦτο δʼ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῷον τῆς Ἀττικῆς.
これがアッティカの第二の東側の側面である。
τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, ἡ Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς·
残る部分はすでに北側の側面であり、オロポス領から西へとメガリスまで延びており、アッティカの山がちの地方であって、様々な名を持ち、ボイオティアとアッティカを隔てている。
ὥσθʼ, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῇ Πελοποννήσῳ τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν.
それゆえ、私が先ほど述べたように、ボイオティアは二つの海に挟まれて、上述の第三の半島の地峡となり、ペロポネソスに近い側にあるメガリスとアッティカを内側に取り込んでいる。
διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δʼ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου.
このため、古くは「アクテ」と呼ばれ、またそれが派生して現在の「アッティカ(アクティケ)」とも呼ばれたと言われている。 なぜなら、その大部分が山々の下に位置する、海に沿って細長く延びた土地でありながら、かなりの長さを持ち、スニオンに達するまで突き出ているからである。
ταύτας οὖν διέξιμεν ἀναλααραλίας ἀφʼ ἧσπερ ἀπελίπομεν.
それゆえ、我々が去ったところの海岸[から再開して]、これらについて詳細に説明しよう。

語釈・文法注

  1. 9.1.1περιωδευκόσι — 完了活性分詞の与格形であり、文全体の非人称的な表現 `ἐφεξῆς ἂν εἴη`(「〜にとって次に…することは順序に適うだろう」)に対して、「ペロポネソス半島を巡り終えた人々にとって」という関与・判断の与格として機能している。
  2. 9.1.1ἂν [καμπὴν] τὴν ᾐόνα ... ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν — 主動詞 `νομίζει` に導かれた間接話法内の対格不定詞構文(`ἂν ... ἔχειν`)。直接話法の反実仮想条件文(`οὐδʼ ἂν εἶχεν ..., εἰ μὴ προσῆν`「もし〜でなかったならば、〜を持たなかっただろう」)が不定詞化したもので、帰結節の直説法過去(`εἶχεν`)が `ἂν` を伴う不定詞 `ἔχειν` に移行し、条件節の `ει μὴ προσῆν`(直説法過去)はそのまま維持されている。
  3. 9.1.3ἀπολαμβάνοντα — 現在活性分詞の男性単数対格形であり、先行する対格名詞 `ἰσθμόν`(「地峡」)を修飾する。全体として、ボイオティアがメガリスとアッティカを「内側に遮断する地峡となる」という文脈における、地峡(`ἰσθμόν`)の形容語句を形成している。

この箇所を引用する

ストラボン, 地理誌 §9.1.1-9.1.3. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.1-9.1.3

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。