Humanitext Reader

ストラボン · 地理誌 §8.8.1-8.8.5

アルカディアの地勢と荒廃および地下水路

275 / 577 箇所 · ギリシア語

要旨

アルカディア地方の地理的特徴、往時の繁栄と現在の荒廃、著名な山々や河川(アルフェイオス、ラドン、エラシノス)の地下水路にまつわる奇妙な現象について記述し、さらにペロポネソス半島をめぐるポリュビオスとアルテミドロスの距離測定の不一致や、半島の初期の創建者たちについて論じる。

§8.8.1Ἀρκαδία δʼ ἐστὶν ἐν μέσῳ μὲν τῆς Πελοποννήσου, πλείστην δὲ χώραν ὀρεινὴν ἀποτέμνεται.
アルカディアはペロポネソス半島のほぼ中央にあり、その大半は山がちの地方を占めている。
μέγιστον δʼ ὄρος ἐν αὐτῇ Κυλλήνη· τὴν γοῦν κάθετον οἱ μὲν εἴκοσι σταδίων φασὶν οἱ δʼ ὅσον πεντεκαίδεκα.
その中で最も高い山はキュレネであり、その垂直の高さはある人々は二十スタディオンと言い、またある人々は十五スタディオンほどだと言う。
δοκεῖ δὲ παλαιότατα ἔθνη τῶν Ἑλλήνων εἶναι τὰ Ἀρκαδικά, Ἀζᾶνές τε καὶ Παρράσιοι καὶ ἄλλοι τοιοῦτοι.
アルカディアの諸部族、すなわちアザネスやパッラシオイ、またそのような他の人々は、ギリシャ人の中で最も古い民族であると思われる。
διὰ δὲ τὴν τῆς χώρας παντελῆ κάκωσιν οὐκ ἂν προσήκοι μακρολογεῖν περὶ αὐτῶν·
しかし、この地域の完全な没落のゆえに、それらについて長々と語ることは適切ではないだろう。
αἵ τε γὰρ πόλεις ὑπὸ τῶν συνεχῶν πολέμων ἠφανίσθησαν ἔνδοξοι γενόμεναι πρότερον, τήν τε χώραν οἱ γεωργήσαντες ἐκλελοίπασιν ἐξ ἐκείνων ἔτι τῶν χρόνων ἐξ ὧν εἰς τὴν προσαγορευθεῖσαν Μεγάλην πόλιν αἱ πλεῖσται συνῳκίσθησαν.
なぜなら、かつては有名であった都市が相次ぐ戦争によって消滅し、また耕作していた人々も、大部分の都市が「メガロポリス(大都市)」と呼ばれる都市へと合同されたあの時代以来、この地を去ってしまったからである。
νυνὶ δὲ καὶ αὐτὴ ἡ Μεγάλη πόλις τὸ τοῦ κωμικοῦ πέπονθε καὶ " ἐρημία μεγάλη ʼστὶν ἡ Μεγάλη πόλις.
現在では、そのメガロポリス自体も、あの喜劇作家の言ったような目に遭っており、「大いなる荒野なり、メガロポリスは」と言われている。
" βοσκήμασι δʼ εἰσὶ νομαὶ δαψιλεῖς, καὶ μάλιστα ἵπποις καὶ ὄνοις τοῖς ἱπποβάταις·
しかし、家畜、特に馬や、馬と交配するロバのための豊かな牧草地がある。
ἔστι δὲ καὶ τὸ γένος τῶν ἵππων ἄριστον τὸ Ἀρκαδικόν, καθάπερ καὶ τὸ Ἀργολικὸν καὶ τὸ Ἐπιδαύριον.
アルカディア産の馬の品種は、アルゴス産やエピダウロス産と同様に、極めて優秀である。
καὶ ἡ τῶν Αἰτωλῶν δὲ καὶ Ἀκαρνάνων ἐρημία πρὸς ἱπποτροφίαν εὐφυὴς γέγονεν οὐχ ἧττον τῆς Θετταλίας.
また、アイトリア人とアカルナニア人の地の荒廃も、テッサリアに劣らず、馬の飼育に適したものとなっている。
§8.8.2Μαντίνειαν μὲν οὖν ἐποίησεν ἔνδοξον Ἐπαμεινώνδας, τῇ δευτέρᾳ νικήσας μάχῃ Λακεδαιμονίους ἐν ᾗ καὶ αὐτὸς ἐτελεύτα.
さて、マンティネイアを有名にしたのはエパメイノンダスであり、彼は二度目の戦いでラケダイモン人を破ったが、その戦闘で自らも戦死した。
καὶ αὕτη δὲ καὶ Ὀρχομενὸς καὶ Ἡραία καὶ Κλείτωρ καὶ Φενεὸς καὶ Στύμφαλος καὶ Μαίναλος καὶ Μεθύδριον καὶ Καφυεῖς καὶ Κύναιθα ἢ οὐκέτʼ εἰσὶν ἢ μόλις αὐτῶν ἴχνη φαίνεται καὶ σημεῖα.
この都市も、またオルコメノス、ヘライア、クレイトル、フェνεος、スチュンパロス、マイナロス、メテュドリオン、カピュエイ、キュナイタも、もはや存在しないか、あるいはそれらの痕跡や兆候が辛うじて見える程度である。
Τεγέα δʼ ἔτι μετρίως συμμένει καὶ τὸ ἱερὸν τῆς Ἀλέας Ἀθηνᾶς·
テゲアはまだある程度存続しており、アレアのアテナの神殿も残っている。
τιμᾶται δʼ ἐπὶ μικρὸν καὶ τὸ τοῦ Λυκαίου Διὸς ἱερὸν κατὰ τὸ Λύκαιον ὄρος.
また、リュカイオン山におけるリュカイオスのゼウスの神殿も、わずかながら崇拝され続けている。
τῶν δʼ ὑπὸ τοῦ ποιητοῦ λεγομένων " Ῥίπην τε Στρατίην τε καὶ ἠνεμόεσσαν Ἐνίσπην " εὑρεῖν τε χαλεπὸν καὶ εὑροῦσιν οὐδὲν ὄφελος διὰ τὴν ἐρημίαν.
詩人によって「リペと、ストラティエと、風の吹き荒れるエニスペ」と詠われた場所については、見出すこと自体が困難であり、見出したとしても、その荒廃のために何の役にも立たない。
§8.8.3ὄρη δʼ ἐπιφανῆ πρὸς τῇ Κυλλήνῃ Φολόη τε καὶ Λύκαιον καὶ Μαίναλος καὶ τὸ Παρθένιον καλούμενον καθῆκον ἐπὶ τὴν Ἀργείαν ἀπὸ τῆς Τεγεάτιδος.
キュレネに加えて著名な山々は、ポロエ、リュカイオン、マイナロス、そしてテゲア領からアルゴス領へと延びている、パルテニオンと呼ばれる山である。
§8.8.4περὶ δὲ τοῦ Ἀλφειοῦ καὶ τοῦ Εὐρώτα τὸ συμβεβηκὸς παράδοξον εἴρηται καὶ τὸ περὶ Ἐρασῖνον τὸν ἐκδιδόντα ἐκ τῆς Στυμφαλίδος λίμνης εἰς τὴν Ἀργείαν νυνί, πρότερον δʼ οὐκ ἔχοντα ἔκρυσιν, τῶν βερέθρων, ἃ καλοῦσιν οἱ Ἀρκάδες ζέρεθρα, τυφλῶν ὄντων καὶ μὴ δεχομένων ἀπέρασιν ὥστε τὴν τῶν Στυμφαλίων πόλιν νῦν μὲν καὶ πεντήκοντα διέχειν σταδίους ἀπὸ τῆς λίμνης, τότε δʼ ἐπʼ αὐτῆς κεῖσθαι.
アルフェイオス川とエウロタス川に起こる奇妙な出来事については既に述べた。
τἀναντία δʼ ὁ Λάδων ἔπαθε τοῦ ῥεύματος ἐπισχεθέντος ποτὲ διὰ τὴν ἔμφραξιν τῶν πηγῶν·
また、現在はスチュンパロスの湖からアルゴス地方へと流れ出ているが、以前はアルカディア人が「ゼレトラ」と呼ぶ地下の吸い込み穴が塞がれていて、流れを外に通さなかったために出口を持たず、その結果、スチュンパロス人の都市は現在では湖から五十スタディオンも離れているものの、当時はその湖畔に位置していたという、エラシノス川に関する出来事についても同様である。
συμπεσόντα γὰρ τὰ περὶ Φενεὸν βέρεθρα ὑπὸ σεισμοῦ, διʼ ὧν ἦν ἡ φορά, μονὴν ἐποίησε τοῦ ῥεύματος μέχρι τῶν κατὰ βάθους φλεβῶν τῆς πηγῆς.
これとは反対に、ラドン川は、かつてその水源が塞がれたことで、流れが止められてしまうという目に遭った。
καὶ οἱ μὲν οὕτω λέγουσιν·
すなわち、フェネオス周辺の、そこを通って流れが出ていた吸い込み穴が地震によって崩壊したため、流れは水源の地中深くの脈に至るまで滞ってしまったのである。
Ἐρατοσθένης δέ φησι περὶ Φενεὸν μὲν τὸν Ἀνίαν καλούμενον ποταμὸν λιμνάζειν τὰ πρὸ τῆς πόλεως, καταδύεσθαι δʼ εἴς τινας ἠθμοὺς οὓς καλεῖσθαι ζέρεθρα·
人々はこのように言っているが、エラトステネスによれば、フェネオス周辺ではアニアスと呼ばれる川が都市の前面で湖を形成し、それが「ゼレトラ」と呼ばれるいくつかの濾過穴へと流れ込んでいる。
τούτων δʼ ἐμφραχθέντων ἔσθʼ ὅτε ὑπερχεῖσθαι τὸ ὕδωρ εἰς τὰ πεδία, πάλιν δʼ ἀναστομουμένων ἄθρουν ἐκ τῶν πεδίων ἐκπεσὸν εἰς τὸν Λάδωνα καὶ τὸν Ἀλφειὸν ἐμβάλλειν, ὥστε καὶ τῆς Ὀλυμπίας κλυσθῆναί ποτε τὴν περὶ τὸ ἱερὸν γῆν, τὴν δὲ λίμνην συσταλῆναι·
これらが塞がれると、水が平野へと溢れ出ることがあり、再び開通すると、平野から一気に流れ出てラドン川とアルフェイオス川に注ぎ込むため、かつてはオリンピアの聖域周辺の土地さえも冠水し、湖は縮小したという。
τὸν Ἐρασῖνον δὲ παρὰ Στυμφάλου ῥέοντα ὑποδύντα ὑπὸ τὸ ὄρος ἐν τῇ Ἀργείᾳ πάλιν ἀναφανῆναι·
また、エラシノス川はスチュンパロスの傍らを流れ、山の地下に潜り込み、アルゴス地方で再び地上に現れる。
διὸ δὴ καὶ Ἰφικράτη πολιορκοῦντα τὸν Στύμφαλον καὶ μηδὲν περαίνοντα ἐπιχειρῆσαι τὴν κατάδυσιν ἀποφράξαι σπόγγους πορισάμενον πολλούς, παύσασθαι δὲ διοσημίας γενομένης.
このため、スチュンパロスを包囲したものの何ら成果を上げられなかったイフィクラテスは、大量の海綿を用意してこの吸い込み口を塞ごうと試みたが、天の兆候が起こったため中止した。
περὶ Φενεὸν δʼ ἔστι καὶ τὸ καλούμενον Στυγὸς ὕδωρ, λιβάδιον ὀλεθρίου ὕδατος νομιζόμενον ἱερόν.
フェネオス周辺には「ステュクスの水」と呼ばれるものもあり、これは死をもたらす水の滴りで、神聖なものとみなされている。
τοσαῦτα καὶ περὶ Ἀρκαδίας εἰρήσθω.
アルカディアについてはこれくらいにしておこう。
§8.8.5Πολυβίου δʼ εἰρηκότος τὸ ἀπὸ Μαλεῶν ἐπὶ τὰς ἄρκτους μέχρι τοῦ Ἴστρου διάστημα περὶ μυρίους σταδίους, εὐθύνει τοῦτο ὁ Ἀρτεμίδωρος οὐκ ἀτόπως, ἐπὶ μὲν Αἴγιον χιλίους καὶ ίους εἶναι λέγων ἐκ Μαλεῶν ὁδόν, ἐνθένδε εἰς διακοσίων, ἐνθένδε διὰ Ἡρακλείας πεντακοσίων ὁδόν, εἶτα εἰς Λάρισαν τριακοσίων τετταράκοντα, εἶτα διὰ νειοῦ ἐκβολὰς διακοσίων τετταράκονλονίκειαν ἑξακοσίων ἑξήκοντα, ἐντεῦένης καὶ Στόβων καὶ Δαρδανίων τρισχιυς.
ポリュビオスが、マレアイから北のイストロス川に達するまでの距離はおよそ一万スタディオンであると述べているのに対し、アルテミドロスはこれを正当にも修正し、マレアイからアイギオンまでの道程は千四百スタディオン、そこから[パトレイ]まで二百スタディオン、そこからヘラクレア経由[アンブラキア]まで五百スタディオンの道のり、それからラリサまで三百四十スタディオン、それから[ピ]ネイオス川の河口経由で二百四十スタディオン、それからテサロニケ[を越えて]六百六十スタディオン、そこから[エド]メネとストボイとダルダニアを通って三千[二百]スタディオンであると述べている。
κατʼ ἐκεῖνον δὴ συμβαίνει τὸ ἐκ έας ἑξακισχιλίων πεντακοσίων.
彼(アルテミドロス)によれば、[マレアイからイストロス川まで]の距離は六千五百スタディオンとなる。
αἴτιον δὲ τούτου τὸ μὴ τὴν σύντομον καταμετρεῖν, ἀλλὰ τὴν τυχοῦσαν ἣν ἐπορεύθη τῶν στρατηγῶν τις.
この不一致の原因は、最短距離を測定したのではなく、かつて将軍の一人が進軍した、たまたまその場にあった経路を測定したからである。
οὐκ ἄτοπον δʼ ἴσως καὶ τοὺς οἰκιστὰς προσθεῖναι τῶν τὴν Πελοπόννησον οἰκούντων, οὓς εἶπεν Ἔφορος, τοὺς μετὰ τὴν Ἡρακλειδῶν κάθοδον·
ペロポネソスに居住する人々のうち、ヘラクレス子孫の帰還の後に定住した創建者たちとしてエフォロスが挙げている人々を、ここに書き加えることもおそらく不適切ではないだろう。
Κορίνθου μὲν Ἀλήτην, Σικυῶνος δὲ Φάλκην, Ἀχαΐας δὲ Τισαμενόν, Ἤλιδος δʼ Ὄξυλον, Μεσσήνης δὲ Κρεσφόντην, Λακεδαίμονος δʼ Εὐρυσθένη καὶ Προκλῆ, Ἄργους δὲ Τήμενον κ περὶ τὴν Ἀκτὴν Ἀγραῖον καὶ Δηιφόντην.
すなわち、コリントスにはアレーテース、シキュオーンにはパルケース、アカイアにはティサメノス、エリスにはオクスィロス、メッセネにはクレスポンテース、ラケダイモンにはエウリュステネースとプロクレース、アルゴスにはテーメνος、そしてアクテ周辺にはアグライオスとデイポンテースである。

語釈・文法注

  1. 8.8.1Κυλλήνη· τὴν γοῦν κάθετον — 幾何学用語としての「垂直線(垂線)」を表す形容詞 `κάθετος` が女性名詞(一般に `γραμμή` が省略されている)として用いられ、ここでは山の「垂直高(標高の近似値)」を意味している。
  2. 8.8.1τὸ τοῦ κωμικοῦ πέπονθε — 「喜劇作家の言ったような目に遭っている」という慣用的な表現。指示代名詞の中性単数対格 `τό` は、続く引用「大いなる荒野なり、メガロポリスは」という言葉、あるいはその状態を先取りしている。この喜劇作家は、アテナイの新喜劇詩人を指す。
  3. 8.8.1ἐξ ἐκείνων ἔτι τῶν χρόνων ἐξ ὧν — `ἐκείνων τῶν χρόνων` を先行詞とし、前置詞 `ἐξ` を伴う関係代名詞 `ὧν`(関係節 `ἐξ ὧν...`)が呼応している。歴史的には、紀元前371年のレウクトラの戦いの後、アカイア/アルカディア連合がメガロポリス(大都市)を建設し、周辺の多数のデモス(区)や都市から住民を強制移住(シノイキスモス)させた出来事を指している。
  4. 8.8.5ἐνθένδε εἰς διακοσίων... ἑξακισχιλίων πεντακοσίων — この箇所は写本の段階で深刻なテキストの破損(脱落や崩れ)があり、文法的に不完全な状態になっているが、アルテミドロスの計算経路と一致するように補完を施して解釈している。例えば、`νειοῦ` は `Πηνειοῦ`(ピネイオス川)の、`τετταράκονλονίκειαν` は数詞 `τετταράκοντα` と `εἶθʼ ὑπὲρ Θεσσαλονίκειαν` の、`ἐντεῦένης` は `ἐντεῦθεν διὰ Εἰδομένης` の崩れであり、これらを復元することで、マレアイからイストロス川までの合計が6500スタディオンになる計算が成立する。

この箇所を引用する

ストラボン, 地理誌 §8.8.1-8.8.5. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.8.1-8.8.5

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。