Humanitext Reader

斯特拉波 · 地理学 §9.1.1-9.1.3

希腊中部的各半岛与阿提卡的地理形态

第 276 段,共 577 段 · 希腊语

内容简介

作者区分了继佩洛庞内索斯之后的希腊第二、第三半岛,并引用尤多克索斯的学说讨论了阿提卡和波伊奥蒂亚的地理形状。

§9.1.1περιωδευκόσι δὲ τὴν Πελοπόννησον, ἣν πρώτην ἔφαμεν καὶ ἐλαχίστην τῶν συντιθεισῶν τὴν Ἑλλάδα χερρονήσων, ἐφεξῆς ἂν εἴη τὰς συνεχεῖς ἐπελθεῖν.
在游历了佩洛庞内索斯半岛(我们曾说它是构成希腊的半岛中第一个且最小的一个)之后,接下来依次巡历与之相连的地区应当是顺理成章的。
ἦν δὲ δευτέρα μὲν ἡ προστιθεῖσα τῇ Πελοποννήσῳ τὴν Μεγαρίδα, ὥστε τὸν Κρομμυῶνα Μεγαρέων εἶναι καὶ μὴ Κορινθίων· τρίτη δὲ ἡ πρὸς ταύτῃ προσλαμβάνουσα τὴν Ἀττικὴν καὶ τὴν Βοιωτίαν καὶ τῆς Φωκίδος τι μέρος καὶ τῶν Ἐπικνημιδίων Λοκρῶν.
第二半岛是将梅加里斯加在佩洛庞内索斯之上的半岛,以至于克罗妙翁属于梅加拉人而非科林斯人;第三半岛则是在此基础上,进一步纳入了阿提卡、波伊奥蒂亚、福基斯的一部分以及东洛克里斯人(埃皮克内米迪奥斯·洛克里人)的领土。
περὶ τούτων οὖν.
关于这些地方,[我们将予以阐述]。
φησὶ δʼ Εὔδοξος, εἴ τις νοήσειεν ἀπὸ τῶν Κεραυνίων ὀρῶν ἐπὶ Σούνιον τὸ τῆς Ἀττικῆς ἄκρον ἐπὶ τὰ πρὸς ἕω μέρη τεταμένην εὐθεῖαν, ἐν δεξιᾷ μὲν ἀπολείψειν τὴν Πελοπόννησον ὅλην πρὸς νότον, ἐν ἀριστερᾷ δὲ καὶ πρὸς τὴν ἄρκτον τὴν ἀπὸ τῶν Κεραυνίων ὀρῶν συνεχῆ παραλίαν μέχρι τοῦ Κρισαίου κόλπου καὶ τῆς Μεγαρίδος καὶ συμπάσης τῆς Ἀττικῆς·
尤多克索斯说,如果有人设想一条自克劳尼亚山脉起,向东延伸至阿提卡尽头的苏尼翁角的直线,那么他将在右侧(即南方)留下整个佩洛庞内索斯,而在左侧(即北方)留下从克劳尼亚山脉一直到克里萨湾、梅加里斯以及整个阿提卡的连续海岸线。
νομίζει δʼ οὐδʼ ἂν κ τὴν ᾐόνα τὴν ἀπὸ Σουνίου μέχρι ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν τῇ τὰ συνεχῆ τῷ Ἰσθμῷ χωρία τὰ Ἑρμιονικὸν καὶ τὴν Ἀκτήν· ὡς δʼ αὕίων ἐπὶ τὸν Κορινθιακὸν κόλπον ἔχειν τινὰ τοσαύφὴν ὥστε κοιλαίνεσθαι κολποειδῶς καθʼ αὑ Ῥίον καὶ τὸ Ἀντίρριον συναγόμενα εἰς στενὸν ἔμφασιν ταύτην· ὁμοίως δὲ καὶ τὰ περι τὸν μυχόν, εἰς ἃ καταλήγειν συμβαίνει τὴν θάλατταν.
他还认为,从苏尼翁到[地峡]的海岸线,如果该[土地]没有紧邻地峡的那些区域,即赫尔米奥尼地区和阿克特,那么它甚至连[弯曲]或转向都不会有;[同样地,向着]科林斯湾延伸的[海岸线也]具有[如此的弯曲],以至于其自身像海湾一样凹陷,缩窄为海峡的里翁和安蒂里翁便呈现出这种特征;同样地,海流所终结的内湾深处周围的区域也是如此。
§9.1.2οὕτω δʼ εἰρηκότος Εὐδόξου, μαθηματικοῦ ἀνδρὸς καὶ σχημάτων ἐμπείρου καὶ κλιμάτων καὶ τοὺς τόπους τούτους εἰδότος, δεῖ νοεῖν τήνδε τὴν πλευρὰν τῆς Ἀττικῆς σὺν τῇ Μεγαρίδι τὴν ἀπὸ Σουνίου μέχρι Ἰσθμοῦ κοίλην μὲν ἀλλʼ ἐπὶ μικρόν.
由于数学家尤多克索斯——一个精通几何图形与气候(纬度)并且熟悉这些地方的人——已经这样说过,我们应当理解阿提卡的这一侧面连同梅加里斯,自苏尼翁直至地峡,虽然是凹陷的,但程度极微。
ἐνταῦθα δʼ ἐστὶ κατὰ μέσην που τὴν λεχθεῖσαν γραμμὴν ὁ Πειραιεὺς τὸ τῶν Ἀθηνῶν ἐπίνειον.
在此处,即上述线条的近乎中间位置,坐落着雅典的外港培拉尤斯。
διέχει γὰρ τοῦ μὲν Σχοινοῦντος τοῦ κατὰ τὸν Ἰσθμὸν περὶ τριακοσίους πεντήκοντα σταδίους, τοῦ δὲ Σουνίου τριάκοντα καὶ τριακοσίους·
因为它距离地峡处的斯科伊斯大约三百五十斯塔迪翁,而距离苏尼翁三百三十斯塔迪翁。
ον πώς ἐστι διάστημα καὶ τὸ ἐπὶ Πηγὰς ἀπὸ τοῦ Πει, ὅσονπερ καὶ ἐπὶ Σχοινοῦντα· δέκα δʼ ὅμως στα πλεονάζειν φασί.
从培[拉尤斯]到培盖的距离,也与到斯科伊斯的距离[大致相等];然而,人们说它还是要多出[十斯塔]迪翁。
κάμψαντι δὲ τὸ Σούνιον πρὸς ἄρκτον μὲν ὁ πλοῦς, ἐκκλίνων πρὸς δύσιν.
绕过苏尼翁角后,航路便是向北,并向西倾斜。
§9.1.3ἀκτὴ δʼ ἐστὶν ἀμφιθάλαττος, στενὴ τὸ πρῶτον, εἶτʼ εἰς τὴν μεσόγαιαν πλατύνεται, μηνοειδῆ δʼ οὐδὲν ἧττον ἐπιστροφὴν λαμβάνει πρὸς Ὠρωπὸν τῆς Βοιωτίας τὸ κυρτὸν ἔχουσαν πρὸς θαλάττῃ· τοῦτο δʼ ἐστὶ τὸ δεύτερον πλευρὸν ἑῷον τῆς Ἀττικῆς.
阿提卡是一片两面临海的海岸地带(阿克特),起初狭窄,随后向内陆拓宽,但尽管如此,它仍向着波伊奥蒂亚的奥罗普斯呈新月状弯曲,其凸出的一侧朝向大海;这就是阿提卡的第二侧,即东侧。
τὸ δὲ λοιπὸν ἤδη τὸ προσάρκτιόν ἐστι πλευρὸν ἀπὸ τῆς Ὠρωπίας ἐπὶ δύσιν παρατεῖνον μέχρι τῆς Μεγαρίδος, ἡ Ἀττικὴ ὀρεινή, πολυώνυμός τις, διείργουσα τὴν Βοιωτίαν ἀπὸ τῆς Ἀττικῆς· ὥσθʼ, ὅπερ εἶπον ἐν τοῖς πρόσθεν, ἰσθμὸν γίνεσθαι τὴν Βοιωτίαν ἀμφιθάλαττον οὖσαν τῆς τρίτης χερρονήσου τῆς λεχθείσης, ἀπολαμβάνοντα ἐντὸς τὰ πρὸς τῇ Πελοποννήσῳ τήν τε Μεγαρίδα καὶ τὴν Ἀττικήν.
其余部分现在则是北侧,自奥罗普斯地区向西延伸至梅加里斯,是阿提卡的丘陵山区,有许多名称,将波伊奥蒂亚与阿提卡隔开;因此,正如我先前所说,波伊奥蒂亚两面临海,成了上述第三半岛的地峡,将靠近佩洛庞内索斯一侧的梅加里斯和阿提卡合围在内。
διὰ δὲ τοῦτο καὶ Ἀκτήν φασι λεχθῆναι τὸ παλαιὸν καὶ Ἀκτικὴν τὴν νῦν Ἀττικὴν παρονομασθεῖσαν, ὅτι τοῖς ὄρεσιν ὑποπέπτωκε τὸ πλεῖστον μέρος αὐτῆς ἁλιτενὲς καὶ στενόν, μήκει δʼ ἀξιολόγῳ κεχρημένον, προπεπτωκὸς μέχρι Σουνίου.
正因如此,人们说古时它被称为“阿克特”,而现在的“阿提卡”(阿克蒂凯)也是由此派生而来的名称,因为它的绝大部分位于山峦之下,平铺于海边且狭窄,但却具有相当的长度,一直凸出延伸到苏尼翁。
ταύτας οὖν διέξιμεν ἀναλααραλίας ἀφʼ ἧσπερ ἀπελίπομεν.
因此,我们将[从我们留下的]海岸[重新开始],详细阐述这些地方。

词汇与语法注释

  1. 9.1.1περιωδευκόσι — 完成时活性分词的与格形式,在与非人称表达 `ἐφεξῆς ἂν εἴη`(“对于……的人来说,接下来按顺序应当是……”)连用时,充当关系与格或判断与格。
  2. 9.1.1ἂν [καμπὴν] τὴν ᾐόνα ... ἔχειν ἐπιστροφήν, εἰ μὴ προσῆν — 由主动词 `νομίζει` 引导的间接引语中的带宾格的不定式结构(`ἂν ... ἔχειν`)。它代表了直接引语中的虚拟语气(与过去/现在事实相反)条件句(`οὐδ' ἂν εἶχεν ..., εἰ μὴ προσῆν`)。归结句的直陈式过去时(`εἶχεν`)在保留 `ἂν` 的情况下转化为不定式 `ἔχειν`,而条件句(`εἰ μὴ προσῆν`)则保持直陈式未完成过去时不变。
  3. 9.1.3ἀπολαμβάνοντα — 现在活性分词的阳性单数宾格形式,修饰前文的宾格名词 `ἰσθμόν`(“地峡”)。它构成地峡(`ἰσθμόν`)的修饰语,意为波伊奥蒂亚成为了将梅加里斯和阿提卡“合围在内”的地峡。

引用这一段

斯特拉波, 地理学 §9.1.1-9.1.3. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:9.1.1-9.1.3

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。