§8.6.9τὴν δὲ ἀκρόπολιν τῶν Ἀργείων οἰκίσαι λέγεται Δαναός, ὃς τοσοῦτον τοὺς πρὸ αὐτοῦ δυναστεύοντας ἐν τοῖς τόποις ὑπερβαλέσθαι δοκεῖ ὥστε κατʼ Εὐριπίδην
"
Πελασγιώτας ὠνομασμένους τὸ πρὶν
Δαναοὺς καλεῖσθαι νόμον ἔθηκʼ ἀνʼ Ἑλλάδα.
アルゴス人のアクロポリスを創建したのはダナオスだと言われている。 彼は、この地域における自分の前の支配者たちをあまりにも凌駕していたと考えられているので、エウリピデスによれば、「以前はペラスギオタイと呼ばれていた者たちを、ギリシア全土でダナオイと呼ぶよう法を定めた。
"
ἔστι δὲ καὶ τάφος αὐτοῦ κατὰ μέσην τὴν τῶν Ἀργείων ἀγοράν· καλεῖται δὲ πλίνθος.
」また、アルゴス人の広場のちょうど中央に彼の墓もあり、それは「プリントス」と呼ばれている。
οἶμαι δʼ ὅτι καὶ Πελασγιώτας καὶ Δαναούς, ὥσπερ καὶ Ἀργείους, ἡ δόξα τῆς πόλεως ταύτης ἀπʼ αὐτῆς καὶ τοὺς ἄλλους Ἕλληνας καλεῖσθαι παρεσκεύασεν·
私は、ペラスギオタイやダナオイが、ちょうどアルゴス人がそうであるように、この都市の名声によって、他のギリシア人たちをもその名で呼ばれるようにさせたのだと思う。
οὕτω δὲ καὶ Ἰασίδας καὶ Ἴασον Ἄργος.
同様に、イアシダイやイアソン・アルゴスという呼び名もそうである。
καὶ Ἀπίαν καὶ Ἀπιδόνας οἱ νεώτεροί φασιν· Ὅμηρος δʼ Ἀπιδόνας μὲν οὐ λέγει, ἀπίαν δὲ τὴν πόρρω μᾶλλον.
また、後代の作家たちはアピアやアピドネスと言うが、ホメロスはアピドネスとは言わず、アピアをむしろ「遠くの」の意味で使っている。
ὅτι δʼ Ἄργος τὴν Πελοπόννησον λέγει, προσλαβεῖν ἔστι καὶ τάδε
"
Ἀργείη δʼ Ἑλένη
"
καὶ
"
ἔστι πόλις Ἐφύρη μυχῷ Ἄργεος
"
καὶ
"
μέσον Ἄργος
"
καὶ
"
πολλῇσιν νήσοισι καὶ Ἄργεϊ παντὶ ἀνάσσειν.
彼がアルゴスによってペロポネソスを指していることについては、次のような例も付け加えることができる。 「アルゴスのヘレネ」また、「アルゴスの奥深くにエピュレという都市がある」また、「アルゴスの中央」また、「多くの島々とアルゴス全土を支配するために。
"
Ἄργος δὲ καὶ τὸ πεδίον λέγεται παρὰ τοῖς νεωτέροις, παρʼ Ὁμήρῳ δʼ οὐδʼ ἅπαξ·
」また、アルゴスという言葉は、後代の者たちにおいては平野をも意味するが、ホメロスにおいては一度もそうではない。
μάλιστα δʼ οἴονται Μακεδονικὸν καὶ Θετταλικὸν εἶναι.
彼らは、これが特にマケドニアとテッサリアの言葉であると考えている。
§8.6.10τῶν δʼ ἀπογόνων τοῦ Δαναοῦ διαδεξαμένων τὴν ἐν Ἄργει δυναστείαν, ἐπιμιχθέντων δὲ τούτοις τῶν Ἀμυθαονιδῶν ὡρμημένων ἐκ τῆς Πισάτιδος καὶ τῆς Τριφυλίας, οὐκ ἂν θαυμάσειέ τις εἰ συγγενεῖς ὄντες οὕτω διείλοντο τὴν χώραν εἰς δύο βασιλείας τὸ πρῶτον, ὥστε τὰς ἡγεμονευούσας ἐν αὐταῖς δύο πόλεις ἀποδειχθῆναι πλησίον ἀλλήλων ἱδρυμένας ἐν ἐλάττοσιν ἢ πεντήκοντα σταδίοις, τό τε Ἄργος καὶ τὰς Μυκήνας, καὶ τὸ Ἡραῖον εἶναι κοινὸν ἱερὸν τὸ πρὸς ταῖς Μυκήναις ἀμφοῖν, ἐν ᾧ τὰ Πολυκλείτου ξόανα τῇ μὲν τέχνῃ κάλλιστα τῶν πάντων πολυτελείᾳ δὲ καὶ μεγέθει τῶν Φειδίου λειπόμενα.
ダナオスの末裔たちがアルゴスの支配権を継承し、さらにピサティスおよびトリピュリアから来たアミュタオンの一族がこれらと交わったので、血のつながりがある彼らが、最初にこの地域をこのように二つの王国に分割したとしても、誰も驚かないであろう。 その結果、それらの王国で主導的な二つの都市、すなわちアルゴスとマイケナイが、50スタディオン未満という互いに近い距離に築かれ、またマイケナイの近くにあるヘライオンが両者共通の神殿となった。 その中にはポリュクレイトスの彫像があり、技術においてはすべての中で最も美しいが、豪華さと大きさにおいてはフェイディアスのものに劣っている。
κατʼ ἀρχὰς μὲν οὖν τὸ Ἄργος ἐπεκράτει μᾶλλον, εἶθʼ αἱ Μυκῆναι μείζονα ἐπίδοσιν λαβοῦσαι διὰ τὴν τῶν Πελοπιδῶν εἰς αὐτὰς μεθίδρυσιν·
さて、初めはアルゴスの方が優勢であったが、その後マイケナイが、ペロプス一族がそこに移り住んだことによって、より大きな発展を遂げた。
περιστάντων γὰρ εἰς τοὺς Ἀτρέως παῖδας ἁπάντων, Ἀγαμέμνων ὢν πρεσβύτερος παραλαβὼν τὴν ἐξουσίαν ἅμα τύχῃ τε καὶ ἀρετῇ πρὸς τοῖς οὖσι πολλὴν προσεκτήσατο τῆς χώρας, καὶ δὴ καὶ τὴν Ἀργολικὴν τῇ Μυκηναίᾳ προσέθηκε.
なぜなら、すべての権力がアトレウスの息子たちへと移ったとき、年長者であったアガメムノンが権力を引き継ぎ、幸運と実力によって、既存の領土に加えて多くの土地を獲得し、まさにアルゴリス地方をもマイケナイの領域に加えたからである。
Μενέλαος μὲν δὴ τὴν Λακωνικὴν ἔσχε, Μυκήνας δὲ καὶ τὰ μέχρι Κορίνθου καὶ Σικυῶνος καὶ τῆς Ἰώνων μὲν τότε καὶ Αἰγιαλέων καλουμένης Ἀχαιῶν δὲ ὕστερον Ἀγαμέμνων παρέλαβε.
メネラオスはラコニカ地方を領有したが、アガメムノンはマイケナイと、コリントス、シキュオン、および当時イオニア人あるいはアイギアレイス人と呼ばれ、後にはアカイア人と呼ばれた地域に至るまでの地を引き継いだ。
μετὰ δὲ τὰ Τρωικὰ τῆς Ἀγαμέμνονος ἀρχῆς καταλυθείσης ταπεινωθῆναι Μυκήνας καὶ μάλιστα μετὰ τὴν τῶν Ἡρακλειδῶν κάθοδον.
しかし、トロイア戦争の後にアガメムノンの支配が崩壊すると、マイケナイは衰退し、とりわけヘラクレスの子孫たちの帰還の後にそれが著しかった。
κατασχόντες γὰρ οὗτοι τὴν Πελοπόννησον ἐξέβαλον τοὺς πρότερον κρατοῦντας ὥσθʼ οἱ τὸ Ἄργος ἔχοντες εἶχον καὶ τὰς Μυκήνας συντελούσας εἰς ἕν·
というのも、彼らがペロポネソスを占領して以前の支配者たちを追放したので、アルゴスを領有する者たちが、一つに統合されたマイケナイをも領有することになったからである。
χρόνοις δʼ ὕστερον κατεσκάφησαν ὑπʼ Ἀργείων ὥστε νῦν μηδʼ ἴχνος εὑρίσκεσθαι τῆς Μυκηναίων πόλεως.
しかし、後になって(マイケナイは)アルゴス人によって完全に破壊され、現在ではマイケナイ人の都市の跡すら見出せないほどになっている。
ὅπου δὲ Μυκῆναι τοιαῦτα πεπόνθασιν, οὐ δεῖ θαυμάζειν οὐδʼ εἴ τινες τῶν ὑπὸ τῷ Ἄργει καταλεγομένων ἀφανεῖς νῦν εἰσιν.
マイケナイがこのような運命をたどったのであるから、アルゴスに属するものとして数え上げられている都市のいくつかが、現在では消滅しているとしても驚くには及ばない。
ὁ μὲν δὴ κατάλογος ἔχει οὕτως
"
οἳ δʼ Ἄργος τʼ εἶχον Τίρυνθά τε τειχιόεσσαν
Ἑρμιόνην τʼ Ἀσίνην τε, ν κατὰ κόλπον ἐχούσας,
Τροιζῆνʼ Ἠιόνας τε καὶ ἀμπελόεντʼ Ἐπίδαυρον,
οἵ τʼ ἔχον Αἴγιναν Μάσητά τε, κοῦροι Ἀχαιῶν.
さて、カタログは次のようになっている。 「また、アルゴスと、堅固な壁をもつティリュンス、ヘルミオネとアシネ、入り江に沿って位置する、トロイゼン、エイオナイ、ブドウの豊かなエピダウロス、アイギナとマセスを領有していた者たち、アカイア人の若者たち。
"
τούτων δὲ περὶ μὲν τοῦ Ἄργους εἴρηται, περὶ δὲ τῶν ἄλλων λεκτέον.
」これらのうち、アルゴスについてはすでに述べたので、他の者たちについて述べるべきである。
§8.6.11τῇ μὲν οὖν Τίρυνθι ὁρμητηρίῳ χρήσασθαι δοκεῖ Προῖτος καὶ τειχίσαι διὰ Κυκλώπων, οὓς ἑπτὰ μὲν εἶναι καλεῖσθαι δὲ γαστερόχειρας τρεφομένους ἐκ τῆς τέχνης, ἥκειν δὲ μεταπέμπτους ἐκ Λυκίας·
さて、プロイトスはティリュンスを拠点として用い、キュクロプスたちによってその城壁を築いたと考えられている。 彼らは7人おり、「ガステロケイレス」と呼ばれ、その技術によって養われ、リュキアから招かれてやって来たとされる。
καὶ ἴσως τὰ σπήλαια τὰ περὶ τὴν Ναυπλίαν καὶ τὰ ἐν αὐτοῖς ἔργα τούτων ἐπώνυμά ἐστιν.
そしておそらく、ナウプリアの周辺にある洞窟や、その中の建造物は、彼らにちなんで名付けられている。
ἡ δὲ ἀκρόπολις Λίκυμνα ἐπώνυμος Λικυμνίου, διέχει δὲ τῆς Ναυπλίας περὶ δώδεκα σταδίους·
そのアクロポリスはリキュムニオスにちなんで「リキュムナ」と名付けられており、ナウプリアから約12スタディオン離れている。
ἔρημος δʼ ἐστὶ κἀκείνη καὶ ἡ πλησίον Μιδέα, ἑτέρα οὖσα τῆς Βοιωτικῆς·
その砦も、その近くにあるミデアも荒廃しており、後者はボイオティアのミデイアとは別のものである。
ἐκείνη γὰρ ἔστι Μίδεια ὡς πρόνοια, αὕτη δὲ Μιδέα ὡς Τεγέα·
なぜなら、あちらは「プロノイア」のように「ミデイア」であるが、こちらは「テゲア」のように「ミデア」だからである。
ταύτῃ δʼ ὅμορος Πρόσυμνα αὕτη ἱερὸν ἔχουσα Ἥρας·
これに隣接するのがプロシュムナであり、ここにはヘラの神殿がある。
ἠρήμωσαν δὲ τὰς πλείστας οἱ Ἀργεῖοι ἀπειθούσας.
しかし、アルゴス人は、従わなかったこれらの都市の大部分を荒廃させた。
οἱ δʼ οἰκήτορες οἱ μὲν ἐκ Τίρυνθος ἀπῆλθον εἰς Ἐπίδαυρον, οἱ δὲ ἐ εἰς τοὺς Ἁλιεῖς καλουμένους, οἱ δʼ ἐκ τῆς Ἀ αὕτη κώμη τῆς Ἀργείας πλησίον Ναυπλίας) ὑπὸ Λακεδαιμονίων εἰς τὴν Μεσσηνίαν μετῳκίσθ καὶ ἡ ὁμώνυμος τῇ Ἀργολικῇ Ἀσίνῃ πολίχ.
住民たちのうち、ある者はティリュンスからエピダウロスへと去り、他の者はアシネから「ハリエイス」と呼ばれる地へと去り、さらに他の者はナウプリア(これはナウプリア近くのアルゴリスの村である)から、ラケダイモン人によってメッセニア地方へと移住させられた。 そこにはアルゴリスのアシネと同名の小都市がある。
οἱ γὰρ Λακεδαιμόνιοι, φησὶν ὁ Θεόπομπος, πολλὴν κατακτησάμενοι τῆς ἀλλοτρίας εἰς ταύτην κατῴκιζον οὓς ἂν ὑποδέξαιντο τῶν φυγόντων ἐπʼ αὐτο ἐκ τῆς Ναυπλίας ἐκεῖσε ἀνεχώρησαν.
テオポンポスによれば、ラケダイモン人は他国の土地を多く獲得し、自分たちのところに逃れてきた亡命者たちをそこに住まわせた。 そして、ナウプリアから逃れた人々もそこへと退去したのである。