Humanitext Reader

ストラボン · 地理誌 §8.6.12-8.6.15

ヘルミオネやトロイゼンなどアルゴリス沿岸諸都市の伝承

265 / 577 箇所 · ギリシア語

要旨

ヘルミオネ、アシネ、トロイゼン、エピダウロスなどのアルゴリス地方の都市に関する歴史、伝承、地理を説明し、カラウリアのポセイドン神殿における不可侵権やデモステネスの死、さらには「メトネ」という地名をめぐる写本の混乱と考証について述べている。

§8.6.12Ἑρμιόνη δʼ ἐστὶ τῶν οὐκ ἀσήμων πόλεων, ἧς τὴν παραλίαν ἔχουσιν Ἁλιεῖς λεγόμενοι θαλαττουργοί τινες ἄνδρες.
ヘルミオネは無名ではない都市の一つであり、その沿岸地域は「ハリエイス」と呼ばれる、漁業に従事するある男たちが領有している。
παρʼ Ἑρμιονεῦσι δὲ τεθρύληται τὴν εἰς Ἅιδου κατάβασιν σύντομον εἶναι·
ヘルミオネ人の間では、冥界への道が近道であると世間に言われている。
διόπερ οὐκ ἐντιθέασιν ἐνταῦθα τοῖς νεκροῖς ναῦλον.
それゆえ、当地では死者に渡し賃を持たせない。
§8.6.13Δρυόπων δʼ οἰκητήριόν φασι καὶ τὴν Ἀσίνην, εἴτʼ ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα, ὡς Ἀριστοτέλης φησίν, εἴθʼ Ἡρακλέους ἐκ τῆς περὶ τὸν Παρνασσὸν Δωρίδος ἐξελάσαντος αὐτούς.
アシネもまたドリュオプス人の居住地であったと言われている。 それは、アリストテレスが言うように、彼らがスペルケイオス川周辺の地域の出身であってアルカディア人ドリュオプスが当地に住まわせたからであるとも、あるいはヘラクレスがパルナッソス山周辺のドリス地方から彼らを追い払ったからであるとも言われる。
τὸ δὲ Σκύλλαιον τὸ ἐν Ἑρμιόνῃ ὠνομάσθαι φασὶν ἀπὸ Σκύλλης τῆς Νίσου θυγατρός, ἣν ἐξ ἔρωτος προδοῦσαν Μίνῳ τὴν Νίσαιαν καταποντωθῆναί φασιν ὑπʼ αὐτοῦ, δεῦρο δʼ ἐκκυμανθεῖσαν ταφῆς τυχεῖν.
またヘルミオネにあるスキュライオンは、ニソスの娘スキュラにちなんで名付けられたと言われている。 彼女は愛ゆえにニサイアをミノスに売り渡したが、彼によって海に投げ込まれ、ここに波で流されてきて葬られたと言われている。
ἠιόνες δὲ κώμη τις ἦν, ἣν ἐρημώσαντες Μυκηναῖοι ναύσταθμον ἐποίησαν, ἀφαν οὐδὲ ναύσταθμόν ἐστιν.
エイオナイはある村であったが、マイケナイ人がこれを荒廃させて船だまりとした。 現在ではそれも消滅しており、船だまりすら存在しない。
§8.6.14Τροιζὴν δὲ ἱερά ἐστι Ποσειδῶνος, ἀφʼ οὗ καὶ Ποσειδωνία ποτὲ ἐλέγετο·
トロイゼンはポセイドンに捧げられた聖なる地であり、彼にちなんでかつてはポセイドニアとも呼ばれていた。
ὑπέρκειται δὲ τῆς θαλάττης εἰς πεντεκαίδεκα σταδίους, οὐδʼ αὕτη ἄσημος πόλις.
海から15スタディオンほど上がったところに位置しており、これもまた無名ではない都市である。
πρόκειται δὲ τοῦ λιμένος αὐτῆς Πώγωνος τοὔνομα Καλαυρία νησίδιον ὅσον τριάκοντα σταδίων ἔχον τὸν κύκλον·
その「ポーゴーン」という名をもつ港の前には、周囲が約30スタディオンのカラウリアという小島が横たわっている。
ἐνταῦθα ἦν ἄσυλον Ποσειδῶνος ἱερόν, καί φασι τὸν θεὸν τοῦτον ἀλλάξασθαι πρὸς μὲν Λητὼ τὴν Καλαυρίαν ἀντιδόντα Δῆλον, πρὸς Ἀπόλλωνα δὲ Ταίναρον ἀντιδόντα Πυθώ.
ここにはポセイドンの不可侵の神殿があり、この神はデロスをレトに与える代わりにカラウリアを、ピュトをアポロンに与える代わりにタイナロンを交換したと言われている。
Ἔφορος δὲ καὶ τὸν χρησμὸν λέγει " ἶσόν τοι Δῆλόν τε Καλαύρειάν τε νέμεσθαι, Πυθώ τʼ ἠγαθέην καὶ Ταίναρον ἠνεμόεντα.
エポロスはその神託をも伝えている。 「汝にとってデロスを領有するもカラウリアを領有するも同じであり、聖なるピュトも風の吹きすさぶタイナロンも同じである。
" ἦν δὲ καὶ Ἀμφικτυονία τις περὶ τὸ ἱερὸν τοῦτο ἑπτὰ πόλεων αἳ μετεῖχον τῆς θυσίας·
」また、この神殿を囲んで、犠牲式に加わる7つの都市からなるある種の隣国同盟が存在していた。
ἦσαν δὲ Ἑρμιὼν Ἐπίδαυρος Αἴγινα Ἀθῆναι Πρασιεῖς Ναυπλιεῖς Ὀρχομενὸς ὁ Μινύειος·
それらはヘルミオネ、エピダウロス、アイギナ、アテナイ、プラシエイス、ナウプリエイス、そしてミニュアスのオルコメノスであった。
ὑπὲρ μὲν οὖν Ναυπλιέων Ἀργεῖοι συνετέλουν, ὑπὲρ Πρασιέων δὲ Λακεδαιμόνιοι.
ナウプリア人の代わりにはアルゴス人が、プラシエイス人の代わりにはラケダイモン人が分担金を支払っていた。
οὕτω δʼ ἐπεκράτησεν ἡ τιμὴ τοῦ θεοῦ τούτου παρὰ τοῖς Ἕλλησιν ὥστε καὶ Μακεδόνες δυναστεύοντες ἤδη μέχρι δεῦρο ἐφύλαττόν πως τὴν ἀσυλίαν, καὶ τοὺς ἱκέτας ἀποσπᾶν ᾐδοῦντο τοὺς εἰς Καλαυρίαν καταφυγόντας·
この神に対するギリシア人たちの崇敬は非常に強力であったため、すでに覇権を握っていたマケドニア人でさえ、現在に至るまでその不可侵性をある程度守り、カラウリアに逃げ込んだ嘆願者を引き離すことをはばかった。
ὅπου γε οὐδὲ Δημοσθένη ἐθάρρησεν Ἀρχίας βιάσασθαι στρατιώτας ἔχων, ᾧ προσετέτακτο ὑπὸ Ἀντιπάτρου ζῶντα ἀγαγεῖν κἀκεῖνον καὶ τῶν ἄλλων ῥητόρων ὃν ἂν εὕρῃ τῶν ἐν ταῖς αἰτίαις ὄντων ταῖς παραπλησίοις, ἀλλὰ πείθειν ἐπειρᾶτο·
実際、デモステネスに対してさえ、アンティパトロスから彼や、同様の罪に問われている他の弁論家のうち見出した者を誰であれ生け捕りにして連行せよと命じられていた、兵士を率いるアルキアスは、力ずくで捕らえる勇気はなく、説得しようと試みた。
οὐ μὴν ἔπεισέ γε, ἀλλʼ ἔφθη φαρμάκῳ παραλύσας ἑαυτὸν τοῦ ζῆν.
しかし、ついに説得することはできず、デモステネスは毒薬によって自ら命を絶つことで先手を打った。
Τροιζὴν δὲ καὶ Πιτθεὺς οἱ Πέλοπος ὁρμηθέντες ἐκ τῆς Πισάτιδος ὁ μὲν τὴν πόλιν ὁμώνυμον ἑαυτοῦ κατέλιπεν, ὁ δὲ Πιτθεὺς ἐβασίλευσεν ἐκεῖνον διαδεξάμενος.
ペロプスの息子たちであるトロイゼンとピッテウスは、ピサティスから旅立ち、前者は自分と同名の都市を残し、後者のピッテウスは前者を継いでそこを支配した。
Ἄνθης δʼ ὁ προκατέχων πλεύσας Ἁλικαρνασὸν ἔκτισεν·
その地を以前に占有していたアンテスは、航海してハリカルナッソスを創建した。
ἐροῦμεν δʼ ἐν τοῖς Καρικοῖς ον καὶ τοῖς Τρωικοῖς.
これについてはカリア地方およびトロイア地方の箇所で述べることにする。
§8.6.15ἡ Ἐπίδαυρος δʼ ἐκαλεῖτο Ἐπίταυρος·
エピダウロスはかつてエピタウロスと呼ばれていた。
φησὶ δὲ Ἀριστοτέλης κατασχεῖν αὐτὴν Κᾶρας, ὥσπερ καὶ Ἑρμιόνα, τῶν δὲ Ἡρακλειδῶν κατελθόντων Ἴωνας αὐτοῖς συνοικῆσαι τοὺς ἐκ τῆς Ἀττικῆς τετραπόλεως συνεπομένους εἰς Ἄργος.
アリストテレスによれば、ヘルミオネと同様にカリア人がここを占有していたが、ヘラクレスの子孫たちの帰還ののち、アッティカのテトラポリスからアルゴスへと随行してきたイオニア人たちが彼らと共同で居住した。
καὶ αὕτη δʼ οὐκ ἄσημος ἡ πόλις καὶ μάλιστα διὰ τὴν ἐπιφάνειαν τοῦ Ἀσκληπιοῦ θεραπεύειν νόσους παντοδαπὰς πεπιστευμένου, καὶ τὸ ἱερὸν πλῆρες ἔχοντος ἀεὶ τῶν τε καμνόντων καὶ τῶν ἀνακειμένων πινάκων, ἐν οἷς ἀναγεγραμμέναι τυγχάνουσιν αἱ θεραπεῖαι, καθάπερ ἐν Κῷ τε καὶ Τρίκκῃ.
この都市もまた無名ではなく、何よりも、あらゆる病を治療すると信じられているアスクレピオスの顕現のためであり、彼の神殿は、コスやトリッケにおけるのと同様に、治療法が記録されている病人と奉納された板で常に満ちている。
κεῖται δʼ ἡ πόλις ἐν μυχῷ τοῦ Σαρωνικοῦ κόλπου, τὸν περίπλουν ἔχουσα σταδίων πεντεκαίδεκα, βλέπουσα πρὸς ἀνατολὰς θερινάς·
この都市はサロニコス湾の奥に位置し、その周囲は15スタディオンであり、夏至の日の出の方向を向いている。
περικλείεται δʼ ὄρεσιν ὑψηλοῖς μέχρι πρὸς τὴν θάλατταν, ὥστʼ ἐρυμνὴ κατεσκεύασται φυσικῶς πανταχόθεν.
そして海に至るまで高い山々に囲まれているため、あらゆる方向から自然の要塞となるようにできている。
μεταξὺ δὲ Τροιζῆνος καὶ Ἐπιδαύρου χωρίον ἦν ἐρυμνὸν Μέθανα καὶ χερρόνησος ὁμώνυμος τούτῳ·
トロイゼンとエピダウルスの間には、メタナという要害の地と、これと同名の半島があった。
παρὰ Θουκυδίδῃ δὲ ἔν τισιν ἀντιγράφοις Μεθώνη φέρεται ὁμωνύμως τῇ Μακεδονικῇ, ἐν ᾗ Φίλιππος ἐξεκόπη τὸν ὀφθαλμὸν πολιορκῶν·
トゥキュディデスのいくつかの写本においては、フィリッポスが包囲戦の最中に片目を射抜かれたマケドニアの都市と同名で「メトネ」と記されている。
διόπερ οἴεταί τινας ἐξαπατηθέντας ὁ Σκήψιος Δημήτριος τὴν ἐν τῇ Τροιζηνίᾳ Μεθώνην ὑπονοεῖν, καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν, οὐ τούτων ἀλλὰ τῶν Μακεδόνων ἀνανευσάντων, ὥς φησι Θεόπομπος·
それゆえスケプシスのデメトリオスは、一部の者たちが騙されてトロイゼン領のメトネを想定しているのだと考えている。 アガメムノンによって派遣された水兵徴募官たちが、彼らではなく、テオポンポスが言うようにマケドニアのメトネ人が拒否したため、城壁を築くのを決してやめないようにと呪いをかけたと言われているのは、このマケドニアのメトネに対してなのだから。
τούτους δʼ οὐκ εἰκὸς ἐγγὺς ὄντας ἀπειθῆσαι.
なぜなら、すぐ近くにいる彼らが従わなかったとは考えにくいからである。

語釈・文法注

  1. 8.6.13εἴτʼ ἐκ τῶν περὶ Σπερχειὸν τόπων ὄντας αὐτοὺς Δρύοπος τοῦ Ἀρκάδος κατοικίσαντος ἐνταῦθα — εἴτε... εἴτε...(あるいは〜、あるいは〜)による二者択一の理由提示構造。前半では、対格分詞句 ὄντας αὐτοὺς(彼らが〜の出身であったため)が、属格独立構文 Δρύοπος ... κατοικίσαντος(アルカディア人ドリュオプスが当地に住まわせたこと)と変則的に結びついている(歴史家の引用を示す対格不定詞構造の影響が混入した可能性もある)。後半の Ἡρακλέους ... ἐξελάσαντος も属格独立構文であり、二つの異なる歴史的起源の説を対置している。
  2. 8.6.15καθʼ ἧς ἀράσασθαι λέγεται τοὺς ὑπʼ Ἀγαμέμνονος πεμφθέντας ναυτολόγους μηδέποτε παύσασθαι τειχοδομεῖν — 極めて複雑な入れ子構造を持つ箇所。関係代名詞 καθʼ ἧς(それに対して)の先行詞は前文の「マケドニアのメトネ(τῇ Μακεδονικῇ)」。非人称動詞あるいは受動態の λέγεται(言われている)が対格不定詞構文を支配しており、その不定詞が ἀράσασθαι(呪いをかけたこと)、その意味上の主語が対格の τοὺς ... ναυτολόγους(徴募官たち)である。さらに、その呪いの具体的な内容(呪いの内容を命じる形)が、従属する不定詞句 μηδέποτε παύσασθαι τειχοδομεῖν(壁を築くのを決してやめないように)で表現されている。

この箇所を引用する

ストラボン, 地理誌 §8.6.12-8.6.15. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.12-8.6.15

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。