§8.6.21τὴν δὲ τοποθεσίαν τῆς πόλεως, ἐξ ὧν Ἱερώνυμός τε εἴρηκε καὶ Εὔδοξος καὶ ἄλλοι καὶ αὐτοὶ δὲ εἴδομεν νεωστὶ ἀναληφθείσης ὑπὸ τῶν Ῥωμαίων, τοιάνδε εἶναι συμβαίνει.
この都市の配置は、ヒエロニュモスやエウドクソスや他の人々が述べていること、ならびに我々自身が最近ローマ人によって再建されたのを見たことから、次のようなものである。
ὄρος ὑψηλὸν ὅσον τριῶν ἥμισυ σταδίων ἔχον τὴν κάθετον, τὴν δʼ ἀνάβασιν καὶ τριάκοντα σταδίων, εἰς ὀξεῖαν τελευτᾷ κορυφήν·
垂直の高さがほぼ3スタディオン半、登り道が30スタディオンに及ぶ高い山が、険しい山頂に終わっている。
καλεῖται δὲ Ἀκροκόρινθος, οὗ τὸ μὲν πρὸς ἄρκτον μέρος ἐστὶ τὸ μάλιστα ὄρθιον, ὑφʼ ᾧ κεῖται ἡ πόλις ἐπὶ τραπεζώδους ἐπιπέδου χωρίου πρὸς αὐτῇ τῇ ῥίζῃ τοῦ Ἀκροκορίνθου.
この山はアクロコリントスと呼ばれており、その北側の部分が最も険しく、その下に、アクロコリントスのまさに麓にある台地状の平坦な場所に都市が位置している。
αὐτῆς μὲν οὖν τῆς πόλεως ὁ κύκλος καὶ τετταράκοντα σταδίων ὑπῆρχεν·
さて、都市自体の周囲は40スタディオンであった。
ἐτετείχιστο δʼ ὅσον τῆς πόλεως γυμνὸν ἦν τοῦ ὄρους·
そして、山によって守られておらず剥き出しになっていた都市の部分だけが、城壁で囲まれていた。
συμπεριείληπτο δὲ τῷ περιβόλῳ τούτῳ καὶ τὸ ὄρος αὐτὸ ὁ Ἀκροκόρινθος ᾗ δυνατὸν ἦν τειχισμὸν δέξασθαι, καὶ ἡμῖν ἀναβαίνουσιν ἦν δῆλα τὰ ἐρείπια τῆς σχοινίας·
また、この囲壁の中には、アクロコリントスの山自体も、城壁を設けることが可能な箇所で一緒に取り込まれていた。 そして、我々が登る際にも、城壁の遺構の連なりがはっきりと見えた。
ὥσθʼ ἡ πᾶσα περίμετρος ἐγίνετο περὶ πέντε καὶ ὀγδοήκοντα σταδίων.
その結果、全体の周囲長はほぼ85スタディオンに達していた。
ἀπὸ δὲ τῶν ἄλλων μερῶν ἧττον ὄρθιόν ἐστι τὸ ὄρος, ἀνατέταται μέντοι ἐνθένδε ἱκανῶς καὶ περίοπτόν ἐστιν.
他の方向からは山はそれほど険しくはないが、しかしそこからでも十分に高くそびえ立っており、見晴らしが良い。
ἡ μὲν οὖν κορυφὴ ναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνει κρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν μεστὴν δʼ ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος.
さて、山頂にはアプロディテの小さな神殿があり、山頂の下にはペイレーネという泉がある。 この泉は流れ出る口を持たないが、常に澄んだ飲料水で満ちている。
φασὶ δὲ καὶ ἐνθένδε καὶ ἐξ ἄλλων ὑπονόμων τινῶν φλεβίων συνθλίβεσθαι τὴν πρὸς τῇ ῥίζῃ τοῦ ὄρους κρήνην ἐκρέουσαν εἰς τὴν πόλιν ὥσθʼ ἱκανῶς ἀπʼ αὐτῆς ὑδρεύεσθαι.
人々が言うには、ここから、また他の地下にあるいくつかの細い水脈から水が押し出され、山の麓にある泉に集まり、それが都市へと流れ出ているため、そこから十分に水を得ることができるのだという。
ἔστι δὲ καὶ φρεάτων εὐπορία κατὰ τὴν πόλιν, λέγουσι δὲ καὶ κατὰ τὸν Ἀκροκόρινθον· οὐ μὴν ἡμεῖς γε εἴδομεν.
また、都市の中には井戸も豊富にあり、アクロコリントスにもあると言われているが、我々自身は見てはいない。
τοῦ δʼ οὖν Εὐριπίδου φήσαντος οὕτως
"
ἥκω περίκλυστον προλιποῦσʼ Ἀκροκόρινθον,
ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας,
"
τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον, ἐπεὶ καὶ φρέατα καὶ ὑπόνομοι λιβάδες διήκουσι διʼ αὐτοῦ, ἢ τὸ παλαιὸν ὑποληπτέον τὴν Πειρήνην ἐπιπολάζειν καὶ κατάρρυτον ποιεῖν τὸ ὄρος.
ともあれ、エウリピデスがこのように言っていることについて、「私は、水に囲まれたアクロコリントス、聖なる丘、アプロディテの都市を後にしてやって来た。 」この「水に囲まれた」という言葉は、地下深くにおいて解釈すべきである(なぜなら、井戸や地下の水脈がその中を通っているからである)。 あるいは、古代においてはペイレーネが地表に溢れ出て、山を水浸しにしていたと想定すべきである。
ἐνταῦθα δέ φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ Βελλεροφόντου, πτηνὸν ἵππον ἐκ τοῦ τραχήλου τοῦ Μεδούσης ἀναπαλέντα κατὰ τὴν γοργοτομίαν·
また、この場所で、ペガソスが水を飲んでいるところをベレロポンテスによって捕らえられたと言われている。 ペガソスは、ゴルゴンの首が切り落とされた際に、メドゥーサの首から飛び出した翼のある馬である。
τὸν δʼ αὐτόν φασι καὶ τὴν Ἵππου κρήνην ἀναβαλεῖν ἐν τῷ Ἑλικῶνι πλήξαντα τῷ ὄνυχι τὴν ὑποῦσαν πέτραν.
また、この同じ馬が、ヘリコン山において、蹄で下にある岩を叩いて「馬の泉(ヒッポクレネ)」を湧き出させたとも言われている。
ὑπὸ δὲ τῇ Πειρήνῃ τὸ Σισύφειόν ἐστιν, ἱεροῦ τινος ἢ βασιλείου λευκῶν λίθων πεποιημένου διασῶζον ἐρείπια οὐκ ὀλίγα.
ペイレーネの下にはシシュペイオンがあり、これは白い石で造られた神殿か、あるいは宮殿の、少なくない数の遺跡を今に留めている。
ἀπὸ δὲ τῆς κορυφῆς πρὸς ἄρκτον μὲν ἀφορᾶται ὅ τε Παρνασσὸς καὶ ὁ Ἑλικών, ὄρη ὑψηλὰ καὶ νιφόβολα, καὶ ὁ Κρισαῖος κόλπος ὑποπεπτωκὼς ἀμφοτέροις, περιεχόμενος ὑπὸ τῆς Φωκίδος καὶ τῆς Βοιωτίας καὶ τῆς Μεγαρίδος καὶ τῆς ἀντιπόρθμου τῇ Φωκίδι Κορινθίας καὶ Σικυωνίας·
そして山頂からは、北の方角に、パルナッソス山とヘリコン山という、高く雪に覆われた山々が見渡せる。 また、その両方の山の麓に横たわるクリサ湾も見え、この湾はフォキス、ボイオティア、メガリス、そしてフォキスの対岸にあるコリンティアおよびシキュオニアに囲まれている。
πρὸς ἑσπέραν δὲ ὑπέρκειται δὲ τούτων ἁπάντων τὰ καλούμενα Ὄνεια ὄρη διατείνοντα μέχρι Βοιωτίας καὶ Κιθαιρῶνος ἀπὸ τῶν Σκιρωνίδων πετρῶν, ἀπὸ τῆς παρὰ ταύτας ὁδοῦ πρὸς τὴν Ἀττικήν.
西の方角には、――しかし、これらすべてのものの上に、オネイアと呼ばれる山々がそびえており、スキロンの岩から、そしてこれらに沿ってアッティカへと通じる道路から、ボイオティアとキタイロン山まで延びている。