Humanitext Reader

斯特拉波 · 地理学 §8.6.21

阿克罗科林斯的地理特征与山顶神庙及景观

第 268 段,共 577 段 · 希腊语

内容简介

斯特拉波描绘了阿克罗科林斯的地理特征、山顶的阿佛洛狄忒神庙、佩雷内泉、珀伽索斯的神话起源,以及从山顶向北眺望的壮丽景观。

§8.6.21τὴν δὲ τοποθεσίαν τῆς πόλεως, ἐξ ὧν Ἱερώνυμός τε εἴρηκε καὶ Εὔδοξος καὶ ἄλλοι καὶ αὐτοὶ δὲ εἴδομεν νεωστὶ ἀναληφθείσης ὑπὸ τῶν Ῥωμαίων, τοιάνδε εἶναι συμβαίνει.
根据希罗尼穆斯、欧多克索斯等人的叙述,以及我们在罗马人最近重建该城后亲眼所见,这座城市的地理位置如下。
ὄρος ὑψηλὸν ὅσον τριῶν ἥμισυ σταδίων ἔχον τὴν κάθετον, τὴν δʼ ἀνάβασιν καὶ τριάκοντα σταδίων, εἰς ὀξεῖαν τελευτᾷ κορυφήν· καλεῖται δὲ Ἀκροκόρινθος, οὗ τὸ μὲν πρὸς ἄρκτον μέρος ἐστὶ τὸ μάλιστα ὄρθιον, ὑφʼ ᾧ κεῖται ἡ πόλις ἐπὶ τραπεζώδους ἐπιπέδου χωρίου πρὸς αὐτῇ τῇ ῥίζῃ τοῦ Ἀκροκορίνθου.
一座垂直高度约为三个半斯塔迪翁、攀登路程达三十斯塔迪翁的高山,收尾于一个险峭的山顶;此山被称为阿克罗科林斯,其北部最为陡峭,城市就坐落在其下方一个呈台地状的平坦区域,紧贴着阿克罗科林斯的山脚。
αὐτῆς μὲν οὖν τῆς πόλεως ὁ κύκλος καὶ τετταράκοντα σταδίων ὑπῆρχεν· ἐτετείχιστο δʼ ὅσον τῆς πόλεως γυμνὸν ἦν τοῦ ὄρους·
城市本身的周长原本为四十斯塔迪翁;凡是城市没有受到高山天然屏障保护的部分,都筑有城墙。
συμπεριείληπτο δὲ τῷ περιβόλῳ τούτῳ καὶ τὸ ὄρος αὐτὸ ὁ Ἀκροκόρινθος ᾗ δυνατὸν ἦν τειχισμὸν δέξασθαι, καὶ ἡμῖν ἀναβαίνουσιν ἦν δῆλα τὰ ἐρείπια τῆς σχοινίας· ὥσθʼ ἡ πᾶσα περίμετρος ἐγίνετο περὶ πέντε καὶ ὀγδοήκοντα σταδίων.
阿克罗科林斯山本身在能够筑墙的地方,也被一同纳入了这一城墙圈内,我们在登山时也清楚地看到了连续城墙线的遗迹;因此,整个周长达到了大约八十五斯塔迪翁。
ἀπὸ δὲ τῶν ἄλλων μερῶν ἧττον ὄρθιόν ἐστι τὸ ὄρος, ἀνατέταται μέντοι ἐνθένδε ἱκανῶς καὶ περίοπτόν ἐστιν.
从其他方向看,这座山不那么陡峭,但从那里看它依然耸立得相当高,且极其瞩目。
ἡ μὲν οὖν κορυφὴ ναΐδιον ἔχει Ἀφροδίτης, ὑπὸ δὲ τῇ κορυφῇ τὴν Πειρήνην εἶναι συμβαίνει κρήνην, ἔκρυσιν μὲν οὐκ ἔχουσαν μεστὴν δʼ ἀεὶ διαυγοῦς καὶ ποτίμου ὕδατος.
山顶上有一座阿佛洛狄忒的小神庙,而在山顶下方则是佩雷内泉,它没有出水口,但始终蓄满了清澈且可饮用的水。
φασὶ δὲ καὶ ἐνθένδε καὶ ἐξ ἄλλων ὑπονόμων τινῶν φλεβίων συνθλίβεσθαι τὴν πρὸς τῇ ῥίζῃ τοῦ ὄρους κρήνην ἐκρέουσαν εἰς τὴν πόλιν ὥσθʼ ἱκανῶς ἀπʼ αὐτῆς ὑδρεύεσθαι.
人们还说,正是从这里以及其他一些地下细小水脉中蓄积的水分被挤压出来,汇入山脚下的泉水并流向城内,使得城市能从中获得充足的水源。
ἔστι δὲ καὶ φρεάτων εὐπορία κατὰ τὴν πόλιν, λέγουσι δὲ καὶ κατὰ τὸν Ἀκροκόρινθον· οὐ μὴν ἡμεῖς γε εἴδομεν.
城内也有丰富的井水,据说阿克罗科林斯山上也有,但我们自己并未看见。
τοῦ δʼ οὖν Εὐριπίδου φήσαντος οὕτως " ἥκω περίκλυστον προλιποῦσʼ Ἀκροκόρινθον, ἱερὸν ὄχθον, πόλιν Ἀφροδίτας, " τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον, ἐπεὶ καὶ φρέατα καὶ ὑπόνομοι λιβάδες διήκουσι διʼ αὐτοῦ, ἢ τὸ παλαιὸν ὑποληπτέον τὴν Πειρήνην ἐπιπολάζειν καὶ κατάρρυτον ποιεῖν τὸ ὄρος.
总之,对于欧里庇得斯所说的: “我已到来,离开了水流环绕的阿克罗科林斯,那座神圣的山丘,阿佛洛狄忒的城市。 ” 这里的“水流环绕”要么应该理解为指地下深处,因为井和地下水脉贯穿其中;要么应该设想古时候佩雷内泉曾溢出地表,使得整座山都得到溪流的灌溉。
ἐνταῦθα δέ φασι πίνοντα τὸν Πήγασον ἁλῶναι ὑπὸ Βελλεροφόντου, πτηνὸν ἵππον ἐκ τοῦ τραχήλου τοῦ Μεδούσης ἀναπαλέντα κατὰ τὴν γοργοτομίαν·
据说在此地,珀伽索斯在饮水时被贝勒罗丰捕获,这匹飞马是在美杜莎被斩首时从她的颈部跃出的。
τὸν δʼ αὐτόν φασι καὶ τὴν Ἵππου κρήνην ἀναβαλεῖν ἐν τῷ Ἑλικῶνι πλήξαντα τῷ ὄνυχι τὴν ὑποῦσαν πέτραν.
人们还说,正是这同一匹马在赫利孔山上用蹄子击碎了地下的岩石,从而涌出了马泉。
ὑπὸ δὲ τῇ Πειρήνῃ τὸ Σισύφειόν ἐστιν, ἱεροῦ τινος ἢ βασιλείου λευκῶν λίθων πεποιημένου διασῶζον ἐρείπια οὐκ ὀλίγα.
在佩雷内泉下方是西绪福斯神庙,它保存了由白色石头建造的某座神庙或宫殿的不少遗迹。
ἀπὸ δὲ τῆς κορυφῆς πρὸς ἄρκτον μὲν ἀφορᾶται ὅ τε Παρνασσὸς καὶ ὁ Ἑλικών, ὄρη ὑψηλὰ καὶ νιφόβολα, καὶ ὁ Κρισαῖος κόλπος ὑποπεπτωκὼς ἀμφοτέροις, περιεχόμενος ὑπὸ τῆς Φωκίδος καὶ τῆς Βοιωτίας καὶ τῆς Μεγαρίδος καὶ τῆς ἀντιπόρθμου τῇ Φωκίδι Κορινθίας καὶ Σικυωνίας·
从山顶向北眺望,可以看到帕纳塞斯山和赫利孔山,这两座山高耸且积雪覆盖,还有位于两者下方的克里萨湾,它被福基斯、维奥蒂亚、梅加里斯以及与福基斯隔海相望的科林斯和西库翁地区所环绕。
πρὸς ἑσπέραν δὲ ὑπέρκειται δὲ τούτων ἁπάντων τὰ καλούμενα Ὄνεια ὄρη διατείνοντα μέχρι Βοιωτίας καὶ Κιθαιρῶνος ἀπὸ τῶν Σκιρωνίδων πετρῶν, ἀπὸ τῆς παρὰ ταύτας ὁδοῦ πρὸς τὴν Ἀττικήν.
向西——但在所有这些之上耸立着所谓的奥内亚山脉,它从斯喀戎岩以及沿此通往阿提卡的道路一直延伸到维奥蒂亚和基塞龙山。

词汇与语法注释

  1. 8.6.21νεωστὶ ἀναληφθείσης ὑπὸ τῶν Ῥωμαίων — 这是一个属格绝对独立结构,意为“由于最近被罗马人重建”。它为主要知觉动词 `αὐτοὶ δὲ εἴδομεν`(“我们自己看见了”)提供了时间及背景上下文。
  2. 8.6.21τῆς σχοινίας — 字面意思是“绳索”或“测量线”,此处比喻指在山势允许筑墙处所修筑的城墙的“连续线条”或“连绵外圈”,即斯特拉波在登山时所观察到的城墙遗迹之延展。
  3. 8.6.21τὸ περίκλυστον ἤτοι κατὰ βάθους δεκτέον — 动形容词 `δεκτέον` 以无人称形式使用,省略了施事主语(如“我们”)。它表达了斯特拉波的合理解释,即欧里庇得斯使用的形容词 `περίκλυστον`(“水流环绕的”)应当理解为指地下水源的丰沛,而非地表海洋的环绕。
  4. 8.6.21πρὸς ἑσπέραν δὲ ὑπέρκειται δὲ τούτων ἁπάντων — 文本在此处存在构文断裂(破格)或脱文;短语 `πρὸς ἑσπέραν δέ`(“向西”)悬空未完,而紧接着由 `ὑπέρκειται δέ` 开始了一个新的主句。译文在可能范围内保留了这种结构上的不连续性。

引用这一段

斯特拉波, 地理学 §8.6.21. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.21

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。