Humanitext Reader

ストラボン · 地理誌 §8.6.19-8.6.20

マイケナイの衰亡とコリントスの地峡による繁栄

267 / 577 箇所 · ギリシア語

要旨

船のカタログにおけるマイケナイとその配下の都市について述べ、マイケナイの滅亡史と悲劇における地名混同に触れた後、地峡という地政学的優位によって繁栄したコリントスの富の源泉や僭主たちの逸話を詳述する。

§8.6.19ἑξῆς δὲ λέγωμεν περὶ τῶν ὑπὸ Μυκήναις καὶ τῷ Ἀγαμέμνονι τεταγμένων τόπων ἐν τῷ καταλόγῳ τῶν νεῶν·
次に、船のカタログにおいて、マイケナイおよびアガメムノンの配下に置かれた場所について語ることにしよう。
ἔχει δʼ οὕτω τὰ ἔπη " οἳ δὲ Μυκήνας εἶχον, ἐυκτίμενον πτολίεθρον, ἀφνειόν τε Κόρινθον ἐυκτιμένας τε Κλεωνάς, Ὀρνειάς τʼ ἐνέμοντο Ἀραιθυρέην τʼ ἐρατεινὴν καὶ Σικυῶνʼ, ὅθʼ ἄρʼ Ἄδρηστος πρῶτʼ ἐμβασίλευεν, οἵ θʼ Ὑπερησίην τε καὶ αἰπεινὴν Γονόεσσαν Πελλήνην τʼ εἶχον, ἠδʼ Αἴγιον ἀμφενέμοντο, αἰγιαλόν τʼ ἀνὰ πάντα καὶ ἀμφʼ Ἑλίκην εὐρεῖαν.
詩句は次の通りである。 「マイケナイを、よく建てられた砦を領有した人々、富めるコリントスと、よく建てられたクレオナイ、オルネイアイを耕し、愛すべきアライテュレエ、そしてシキュオンを領有した人々、そこではアドラストスが最初に王として君臨した、また、ヒュペレシエと、険しきゴノエッサ、ペレネを領有し、アイギオンの周辺を耕し、また、すべての沿岸地方と広きヘリケの周辺を耕した人々。
" αἱ μὲν οὖν Μυκῆναι νῦν οὐκέτʼ εἰσίν, ἔκτισε δʼ αὐτὰς Περσεύς, διεδέξατο δὲ Σθένελος, εἶτʼ Εὐρυσθεύς·
」さて、マイケナイは今や存在しないが、これを創建したのはペルセウスであり、ステネロスがこれを継ぎ、次いでエウリュステウスが継いだ。
οἱ δʼ αὐτοὶ καὶ τοῦ Ἄργους ἦρξαν.
そして彼ら自身がアルゴスをも支配した。
Εὐρυσθεὺς μὲν οὖν στρατεύσας εἰς Μαραθῶνα ἐπὶ τοὺς Ἡρακλέους παῖδας καὶ Ἰόλαον βοηθησάντων Ἀθηναίων ἱστορεῖται πεσεῖν ἐν τῇ μάχῃ, καὶ τὸ μὲν ἄλλο σῶμα Γαργηττοῖ ταφῆναι, τὴν δὲ κεφαλὴν χωρὶς ἐν Τρικορύνθῳ, ἀποκόψαντος αὐτὴν Ἰολάου περὶ τὴν κρήνην τὴν Μακαρίαν ὑπὸ ἁμαξιτόν·
エウリュステウスは、ヘラクレスの子らとイオラオスに対してマラトンへと遠征したが、アテナイ人が援助したため、戦闘で戦死したと伝えられている。 そして、胴体の他の部分はガルゲトスに葬られ、頭部は別個にトリコリュントスに葬られた。 それはイオラオスが、車道の傍らにあるマカリアの泉の近くでその頭を切り落としたからである。
καὶ ὁ τόπος καλεῖται Εὐρυσθέως κεφαλή.
そしてその場所は「エウリュステウスの頭」と呼ばれている。
αἱ δὲ Μυκῆναι μετέπεσον εἰς τοὺς Πελοπίδας ὁρμηθέντας ἐκ τῆς Πισάτιδος, εἶτʼ εἰς τοὺς Ἡρακλείδας καὶ τὸ Ἄργος ἔχοντας.
マイケナイは、ピサティス地方から出発したペロプスの一族の手に移り、次いでヘラクレスの子孫およびアルゴスを所有する者たちの手に移った。
μετὰ δὲ τὴν ἐν Σαλαμῖνι ναυμαχίαν Ἀργεῖοι μετὰ Κλεωναίων καὶ Τεγεατῶν ἐπελθόντες ἄρδην τὰς Μυκήνας ἀνεῖλον καὶ τὴν χώραν διενείμαντο.
しかしサラミスの海戦の後、アルゴス人はクレオナイ人およびテゲア人とともに襲いかかり、マイケナイを根こそぎ破壊し、その領土を分割した。
διὰ δὲ τὴν ἐγγύτητα τὰς δύο πόλεις ὡς μίαν οἱ τραγικοὶ συνωνύμως προσαγορεύουσιν, Εὐριπίδης δὲ καὶ ἐν τῷ αὐτῷ δράματι τοτὲ μὲν Μυκήνας καλῶν τοτὲ δʼ Ἄργος τὴν αὐτὴν πόλιν, καθάπερ ἐν Ἰφιγενείᾳ καὶ Ὀρέστῃ.
この近接性のために、悲劇詩人たちはこれら二つの都市を同じ名前であるかのように同義的に呼び、エウリピデスは同一の劇中でさえも、同じ都市をある時はマイケナイ、ある時はアルゴスと呼んでいる。 例えば『イフィゲネイア』や『オレステス』のように。
Κλεωναὶ δʼ εἰσὶ πόλισμα ἐπὶ τῇ ὁδῷ κείμενον τῇ ἐξ Ἄργους εἰς Κόρινθον ἐπὶ λόφου περιοικουμένου πανταχόθεν καὶ τετειχισμένου καλῶς, ὥστʼ οἰκείως εἰρῆσθαί μοι δοκεῖ τὸ ἐυκτιμένας Κλεωνάς.
クレオナイは、アルゴスからコリントスへと至る道路沿いに位置する小都市で、四方を居住地に囲まれ、見事に城壁で囲まれた丘の上にある。 そのため、ホメロスが「よく建てられたクレオナイ」と読んだのは適切であったと私には思われる。
ἐνταῦθα δὲ καὶ ἡ Νεμέα μεταξὺ Κλεωνῶν καὶ Φλιοῦντος καὶ τὸ ἄλσος, ἐν ᾧ καὶ τὰ Νέμεα συντελεῖν ἔθος τοῖς Ἀργείοις, καὶ τὰ περὶ τὸν Νεμεαῖον λέοντα μυθευόμενα, καὶ ἡ Βέμβινα κώμη·
そしてここには、クレオナイとフリウスの間にネメアがあり、その聖林もある。 その中でアルゴス人がネメア大祭を執り行う習慣があり、また、ネメアの獅子に関する神話が語られる場所でもあり、ベムビナの村もある。
διέχουσι δʼ αἱ Κλεωναὶ τοῦ μὲν Ἄργους σταδίους ἑκατὸν εἴκοσι, Κορίνθου δὲ ὀγδοήκοντα.
クレオナイは、アルゴスからは120スタディオン、コリントスからは80スタディオン離れている。
καὶ ἡμεῖς ἀπὸ τοῦ Ἀκροκορίνθου κατωπτεύσαμεν τὸ κτίσμα.
そして我々もアクロコリントスからその都市の遺構を見下ろした。
§8.6.20ὁ δὲ Κόρινθος ἀφνειὸς μὲν λέγεται διὰ τὸ ἐμπόριον, ἐπὶ τῷ Ἰσθμῷ κείμενος καὶ δυεῖν λιμένων κύριος, ὧν ὁ μὲν τῆς Ἀσίας ὁ δὲ τῆς Ἰταλίας ἐγγύς ἐστι καὶ ῥᾳδίας ποιεῖ τὰς ἑκατέρωθεν ἀμοιβὰς τῶν φορτίων πρὸς ἀλλήλους τοῖς τοσοῦτον ἀφεστῶσιν.
コリントスは、地峡に位置し、二つの港を支配していることから、その交易のゆえに「富める」と言われる。 これら二つの港のうち、一方はアジアに近く、他方はイタリアに近い。 そして、互いにこれほど遠く離れている人々に対して、両側からの貨物の相互交換を容易にしている。
ἦν δʼ ὥσπερ ὁ πορθμὸς οὐκ εὔπλους ὁ κατὰ τὴν Σικελίαν τὸ παλαιόν, οὕτω καὶ τὰ πελάγη καὶ μάλιστα τὸ ὑπὲρ Μαλεῶν διὰ τὰς ἀντιπνοίας·
古代においては、シケリア付近の海峡が航行困難であったのと同様に、外海、とりわけマレア岬の向こうの海域も逆風のために航行が困難であった。
ἀφʼ οὗ καὶ παροιμιάζονται "Μαλέας δὲ κάμψας ἐπιλάθου τῶν οἴκαδε.
このことから、「マレア岬を回るなら、わが家のことは忘れよ」ということわざもある。
" ἀγαπητὸν οὖν ἑκατέροις ἦν τοῖς τε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις, ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν, κατάγεσθαι τὸν φόρτον αὐτόθι·
したがって、イタリアからの商人もアジアからの商人も、マレア岬を回る航海を断念して、貨物をこの地で降ろすことを喜んだ。
καὶ πεζῇ δὲ τῶν ἐκκομιζομένων ἐκ τῆς Πελοποννήσου καὶ τῶν εἰσαγομένων ἔπιπτε τὰ τέλη τοῖς τὰ κλεῖθρα ἔχουσι.
また、陸路によってペロポネソスから運び出される物や運び込まれる物の関税も、その関門を握る者たちの懐に入った。
διέμεινε δὲ τοῦτο καὶ εἰς ὕστερον μέχρι παντός·
これはのちのちまで、最後まで続いた。
τοῖς δʼ ὕστερον καὶ πλείω προσεγίνετο πλεονεκτήματα·
そして後代の人々にはさらに多くの利点が加わった。
καὶ γὰρ ὁ Ἰσθμικὸς ἀγὼν ἐκεῖ συντελούμενος ὄχλους ἐπήγετο, καὶ οἱ Βακχιάδαι τυραννήσαντες, πλούσιοι καὶ πολλοὶ καὶ γένος λαμπροί, διακόσια ἔτη σχεδόν τι κατέσχον τὴν ἀρχὴν καὶ τὸ ἐμπόριον ἀδεῶς ἐκαρπώσαντο·
というのも、そこで開催されるイストミア大祭が多くの群衆を引き寄せたからであり、また、僭主として支配したバッキアス家は、富裕で人数も多く、家柄も輝かしいものであり、ほぼ200年間権力を掌握し、不安なく交易の利益を享受したからである。
τούτους δὲ Κύψελος καταλύσας αὐτὸς ἐτυράννησε, καὶ μέχρι τριγονίας ὁ οἶκος αὐτοῦ συνέμεινε·
彼らを打倒したキュプセロスが自ら僭主となり、彼の家系は三代にわたって存続した。
τοῦ δὲ περὶ τὸν οἶκον τοῦτον πλούτου μαρτύριον τὸ Ὀλυμπίασιν ἀνάθημα Κυψέλου, σφυρήλατος χρυσοῦς ἀνδριὰς εὐμεγέθης.
この家系の富の証拠は、オリンピアにあるキュプセロスの献納物、すなわち黄金の叩き出しで作られた巨大な立像である。
Δημάρατός τε, εἷς τῶν ἐν Κορίνθῳ δυναστευσάντων, φεύγων τὰς ἐκεῖ στάσεις τοσοῦτον ἠνέγκατο πλοῦτον οἴκοθεν εἰς τὴν Τυρρηνίαν ὥστε αὐτὸς μὲν ἦρξε τῆς δεξαμένης αὐτὸν πόλεως, ὁ δʼ υἱὸς αὐτοῦ καὶ Ῥωμαίων κατέστη βασιλεύς.
また、コリントスの有力者の一人であったデมารトスは、現地での内紛を逃れて、わが家からテュレニアへと極めて莫大な富を携えて行ったため、彼自身は自分を受け入れた都市を支配し、その息子はローマ人の王となったほどであった。
τό τε τῆς Ἀφροδίτης ἱερὸν οὕτω πλούσιον ὑπῆρξεν ὥστε πλείους ἢ χιλίας ἱεροδούλους ἐκέκτητο ἑταίρας, ἃς ἀνετίθεσαν τῇ θεῷ καὶ ἄνδρες καὶ γυναῖκες.
アプロディテの神殿も非常に裕福であり、1000人以上の神殿娼婦を所有していたが、彼女らは男性や女性たちによって女神に献納されたものであった。
καὶ διὰ ταύτας οὖν πολυωχλεῖτο ἡ πόλις καὶ ἐπλουτίζετο·
そして、彼女たちのゆえにも都市は非常に混雑し、富んだ。
οἱ γὰρ ναύκληροι ῥᾳδίως ἐξανηλίσκοντο, καὶ διὰ τοῦτο ἡ παροιμία φησίν "οὐ παντὸς ἀνδρὸς ἐς Κόρινθόν ἐσθʼ ὁ πλοῦς.
船主たちは容易に富を使い果たしてしまい、そのためことわざに言う。 「すべての男にコリントスへの航海が許されているわけではない。
" καὶ δὴ καὶ μνημονεύεταί τις ἑταίρα πρὸς τὴν ὀνειδίζουσαν, ὅτι οὐ φιλεργὸς εἴη οὐδʼ ἐρίων ἅπτοιτο, εἰπεῖν ἐγὼ μέντοι ἡ τοιαύτη τρεῖς ἤδη καθεῖλον ἱστοὺς ἐν βραχεῖ χρόνῳ τούτῳ.
」さらに、あるヘタイラが、彼女が勤勉でなく、羊毛にも手を触れないと非難する女に対して、こう言ったと伝えられている。 「それほどの私ではあるけれど、この短い間に、すでに3つの帆柱(織機)を片付けた(へし折った)のですよ。 」

語釈・文法注

  1. 8.6.19βοηθησάντων Ἀθηναίων — 現在分詞 `βοηθησάντων` とその意味上の主語 `Ἀθηναίων` からなる絶対属格。ここではエуリュステウスが戦死した「理由」ないし「状況」を表している。
  2. 8.6.19ἱστορεῖται πεσεῖν — 伝達動詞の受動態 `ἱστορεῖται` が、非個人構文ではなく、主語 `Εὐρυσθεύς` に一致する個人構文として用いられ、対格不定詞ではなく単なる不定詞 `πεσεῖν` を伴っている。一方、続く `ταφῆναι` は対格不定詞構文(主語は `τὸ μὲν ἄλλο σῶμα`)に移行している。
  3. 8.6.20ἀφεῖσι τὸν περὶ Μαλέας πλοῦν — アオリスト能動態分詞・複数与格男性形 `ἀφεῖσι`(`ἀφίημι`「断念する」より)が、先行する `τοῖς τε ἐκ τῆς Ἰταλίας καὶ ἐκ τῆς Ἀσίας ἐμπόροις` を修飾している。「マレア岬を巡る航海を断念した、イタリアおよびアジアからの商人たちにとって」の意味。
  4. 8.6.20τρεῖς ἤδη καθεῖλον ἱστοὺς — `ἱστός` という語が持つ、「織機の縦糸(織機)」と「船の帆柱」の二重の意味(ダブルミーニング)を利用したヘタイラの機知に富んだ表現。表向きは「3つの織物を仕上げた(勤勉である)」と答えつつ、実質的には「(金持ちの船主を破産させて)3つの帆柱を降ろさせた」ことを誇っている。

この箇所を引用する

ストラボン, 地理誌 §8.6.19-8.6.20. Humanitext Reader, https://reader.humanitext.ai/text/urn:cts:greekLit:tlg0099.tlg001.humanitext-grc2:8.6.19-8.6.20

AIによる草稿訳である旨と閲覧日を添えてください。

訳文・注・要旨はAIによる草稿で、読者の指摘により改訂されています。